Share this page:  
 

Multilingual Scriptures

(Compare books in 2 different language versions of your choice)

Comparison Search:

Select Language version and font:
You can only select max. of two versions.
Book:
Chapter:
Verse:
---------
From: To:

Free Search:

Select Language version and font:
Enter search text:

Multilingual Scriptures Home » Greek Septuagint Old Testament » Judges

Greek Septuagint Old Testament
Chapter # Verse # Verse Detail
11καὶ ἐγένετο μετὰ τὴν τελευτὴν ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ ισραηλ διὰ τοῦ κυρίου λέγοντες τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς
12καὶ εἶπεν κύριος ιουδας ἀναβήσεται ἰδοὺ δέδωκα τὴν γῆν ἐν τῇ χειρὶ αὐτοῦ
13καὶ εἶπεν ιουδας τῷ συμεων ἀδελφῷ αὐτοῦ ἀνάβηθι μετ' ἐμοῦ ἐν τῷ κλήρῳ μου καὶ παραταξώμεθα πρὸς τοὺς χαναναίους καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου καὶ ἐπορεύθη μετ' αὐτοῦ συμεων
14καὶ ἀνέβη ιουδας καὶ παρέδωκεν κύριος τὸν χαναναῖον καὶ τὸν φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν καὶ ἔκοψαν αὐτοὺς ἐν βεζεκ εἰς δέκα χιλιάδας ἀνδρῶν
15καὶ κατέλαβον τὸν αδωνιβεζεκ ἐν τῇ βεζεκ καὶ παρετάξαντο πρὸς αὐτὸν καὶ ἔκοψαν τὸν χαναναῖον καὶ τὸν φερεζαῖον
16καὶ ἔφυγεν αδωνιβεζεκ καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ κατελάβοσαν αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτοῦ
17καὶ εἶπεν αδωνιβεζεκ ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου καθὼς οὖν ἐποίησα οὕτως ἀνταπέδωκέν μοι ὁ θεός καὶ ἄγουσιν αὐτὸν εἰς ιερουσαλημ καὶ ἀπέθανεν ἐκεῖ
18καὶ ἐπολέμουν οἱ υἱοὶ ιουδα τὴν ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί
19καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ ιουδα τοῦ πολεμῆσαι πρὸς τὸν χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν
110καὶ ἐπορεύθη ιουδας πρὸς τὸν χαναναῖον τὸν κατοικοῦντα ἐν χεβρων καὶ ἐξῆλθεν χεβρων ἐξ ἐναντίας καὶ τὸ ὄνομα ἦν χεβρων τὸ πρότερον καριαθαρβοξεφερ καὶ ἐπάταξαν τὸν σεσσι καὶ αχινααν καὶ θολμιν γεννήματα τοῦ ενακ
111καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας δαβιρ τὸ δὲ ὄνομα τῆς δαβιρ ἦν ἔμπροσθεν καριαθσωφαρ πόλις γραμμάτων
112καὶ εἶπεν χαλεβ ὃς ἐὰν πατάξῃ τὴν πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν δώσω αὐτῷ τὴν ασχα θυγατέρα μου εἰς γυναῖκα
113καὶ προκατελάβετο αὐτὴν γοθονιηλ υἱὸς κενεζ ἀδελφοῦ χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ χαλεβ τὴν ασχα θυγατέρα αὐτοῦ εἰς γυναῖκα
114καὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς καὶ ἐπέσεισεν αὐτὴν γοθονιηλ τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν καὶ ἐγόγγυζεν καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου εἰς γῆν νότου ἐκδέδοσαί με καὶ εἶπεν αὐτῇ χαλεβ τί ἐστίν σοι
115καὶ εἶπεν αὐτῷ ασχα δὸς δή μοι εὐλογίαν ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με καὶ δώσεις μοι λύτρωσιν ὕδατος καὶ ἔδωκεν αὐτῇ χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν
116καὶ οἱ υἱοὶ ιοθορ τοῦ κιναιου τοῦ γαμβροῦ μωυσέως ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν ιουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ιουδα ἥ ἐστιν ἐπὶ καταβάσεως αραδ καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ
117καὶ ἐπορεύθη ιουδας μετὰ συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔκοψεν τὸν χαναναῖον τὸν κατοικοῦντα σεφεκ καὶ ἐξωλέθρευσαν αὐτούς καὶ ἐκάλεσεν τὸ ὄνομα τῆς πόλεως ἀνάθεμα
118καὶ οὐκ ἐκληρονόμησεν ιουδας τὴν γάζαν οὐδὲ τὰ ὅρια αὐτῆς οὐδὲ τὴν ἀσκαλῶνα οὐδὲ τὰ ὅρια αὐτῆς οὐδὲ τὴν ακκαρων οὐδὲ τὰ ὅρια αὐτῆς οὐδὲ τὴν ἄζωτον οὐδὲ τὰ περισπόρια αὐτῆς
119καὶ ἦν κύριος μετὰ ιουδα καὶ ἐκληρονόμησεν τὸ ὄρος ὅτι οὐκ ἠδυνάσθησαν ἐξολεθρεῦσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα ὅτι ρηχαβ διεστείλατο αὐτοῖς
120καὶ ἔδωκαν τῷ χαλεβ τὴν χεβρων καθὼς ἐλάλησεν μωυσῆς καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν ενακ
121καὶ τὸν ιεβουσαῖον τὸν κατοικοῦντα ἐν ιερουσαλημ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ βενιαμιν καὶ κατῴκησεν ὁ ιεβουσαῖος μετὰ τῶν υἱῶν βενιαμιν ἐν ιερουσαλημ ἕως τῆς ἡμέρας ταύτης
122καὶ ἀνέβησαν οἱ υἱοὶ ιωσηφ καί γε αὐτοὶ εἰς βαιθηλ καὶ κύριος ἦν μετ' αὐτῶν
123καὶ παρενέβαλον καὶ κατεσκέψαντο βαιθηλ τὸ δὲ ὄνομα τῆς πόλεως αὐτῶν ἦν ἔμπροσθεν λουζα
124καὶ εἶδον οἱ φυλάσσοντες καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως καὶ ἔλαβον αὐτὸν καὶ εἶπον αὐτῷ δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος
125καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν
126καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν χεττιιν καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς λουζα τοῦτο τὸ ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης
127καὶ οὐκ ἐξῆρεν μανασση τὴν βαιθσαν ἥ ἐστιν σκυθῶν πόλις οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὴν θανακ οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας δωρ οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὸν κατοικοῦντα βαλακ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας μαγεδω οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας ιεβλααμ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς καὶ ἤρξατο ὁ χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ
128καὶ ἐγένετο ὅτε ἐνίσχυσεν ισραηλ καὶ ἐποίησεν τὸν χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν
129καὶ εφραιμ οὐκ ἐξῆρεν τὸν χαναναῖον τὸν κατοικοῦντα ἐν γαζερ καὶ κατῴκησεν ὁ χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν γαζερ καὶ ἐγένετο εἰς φόρον
130καὶ ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας κεδρων οὐδὲ τοὺς κατοικοῦντας δωμανα καὶ κατῴκησεν ὁ χαναναῖος ἐν μέσῳ αὐτῶν καὶ ἐγένετο αὐτῷ εἰς φόρον
131καὶ ασηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας ακχω καὶ ἐγένετο αὐτῷ εἰς φόρον καὶ τοὺς κατοικοῦντας δωρ καὶ τοὺς κατοικοῦντας σιδῶνα καὶ τοὺς κατοικοῦντας ααλαφ καὶ τὸν ασχαζι καὶ τὸν χελβα καὶ τὸν ναϊ καὶ τὸν ερεω
132καὶ κατῴκησεν ὁ ασηρ ἐν μέσῳ τοῦ χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν ὅτι οὐκ ἠδυνήθη ἐξᾶραι αὐτόν
133καὶ νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας βαιθσαμυς καὶ τοὺς κατοικοῦντας βαιθαναθ καὶ κατῴκησεν νεφθαλι ἐν μέσῳ τοῦ χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν οἱ δὲ κατοικοῦντες βαιθσαμυς καὶ τὴν βαιθενεθ ἐγένοντο αὐτοῖς εἰς φόρον
134καὶ ἐξέθλιψεν ὁ αμορραῖος τοὺς υἱοὺς δαν εἰς τὸ ὄρος ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα
135καὶ ἤρξατο ὁ αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει ἐν ᾧ αἱ ἄρκοι καὶ ἐν ᾧ αἱ ἀλώπεκες ἐν τῷ μυρσινῶνι καὶ ἐν θαλαβιν καὶ ἐβαρύνθη χεὶρ οἴκου ιωσηφ ἐπὶ τὸν αμορραῖον καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον
136καὶ τὸ ὅριον τοῦ αμορραίου ἀπὸ τῆς ἀναβάσεως ακραβιν ἀπὸ τῆς πέτρας καὶ ἐπάνω
21καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ γαλγαλ ἐπὶ τὸν κλαυθμῶνα καὶ ἐπὶ βαιθηλ καὶ ἐπὶ τὸν οἶκον ισραηλ καὶ εἶπεν πρὸς αὐτούς τάδε λέγει κύριος ἀνεβίβασα ὑμᾶς ἐξ αἰγύπτου καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν καὶ εἶπα οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ' ὑμῶν εἰς τὸν αἰῶνα
22καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε καὶ τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου ὅτι ταῦτα ἐποιήσατε
23κἀγὼ εἶπον οὐ μὴ ἐξαρῶ αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔσονται ὑμῖν εἰς συνοχάς καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον
24καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς ισραηλ καὶ ἐπῆραν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν
25καὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου κλαυθμῶνες καὶ ἐθυσίασαν ἐκεῖ τῷ κυρίῳ
26καὶ ἐξαπέστειλεν ἰησοῦς τὸν λαόν καὶ ἦλθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν
27καὶ ἐδούλευσεν ὁ λαὸς τῷ κυρίῳ πάσας τὰς ἡμέρας ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐμακροημέρευσαν μετὰ ἰησοῦ ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον κυρίου τὸ μέγα ὃ ἐποίησεν ἐν τῷ ισραηλ
28καὶ ἐτελεύτησεν ἰησοῦς υἱὸς ναυη δοῦλος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτῶν
29καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν θαμναθαρες ἐν ὄρει εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους γαας
210καί γε πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν καὶ ἀνέστη γενεὰ ἑτέρα μετ' αὐτούς οἳ οὐκ ἔγνωσαν τὸν κύριον καί γε τὸ ἔργον ὃ ἐποίησεν ἐν τῷ ισραηλ
211καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐλάτρευσαν τοῖς βααλιμ
212καὶ ἐγκατέλιπον τὸν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον
213καὶ ἐγκατέλιπον αὐτὸν καὶ ἐλάτρευσαν τῷ βααλ καὶ ταῖς ἀστάρταις
214καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ ισραηλ καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων καὶ κατεπρονόμευσαν αὐτούς καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν
215ἐν πᾶσιν οἷς ἐξεπορεύοντο καὶ χεὶρ κυρίου ἦν ἐπ' αὐτοὺς εἰς κακά καθὼς ἐλάλησεν κύριος καὶ καθὼς ὤμοσεν κύριος αὐτοῖς καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα
216καὶ ἤγειρεν κύριος κριτάς καὶ ἔσωσεν αὐτοὺς κύριος ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς
217καί γε τῶν κριτῶν οὐχ ὑπήκουσαν ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων κυρίου οὐκ ἐποίησαν οὕτως
218καὶ ὅτι ἤγειρεν κύριος κριτὰς αὐτοῖς καὶ ἦν κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ ὅτι παρεκλήθη κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ ἐκθλιβόντων αὐτούς
219καὶ ἐγένετο ὡς ἀπέθνῃσκεν ὁ κριτής καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν καὶ τὰς ὁδοὺς αὐτῶν τὰς σκληράς
220καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ ισραηλ καὶ εἶπεν ἀνθ' ὧν ὅσα ἐγκατέλιπον τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου
221καί γε ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν ὧν κατέλιπεν ἰησοῦς υἱὸς ναυη ἐν τῇ γῇ καὶ ἀφῆκεν
222τοῦ πειράσαι ἐν αὐτοῖς τὸν ισραηλ εἰ φυλάσσονται τὴν ὁδὸν κυρίου πορεύεσθαι ἐν αὐτῇ ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν ἢ οὔ
223καὶ ἀφῆκεν κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ ἰησοῦ
31καὶ ταῦτα τὰ ἔθνη ἃ ἀφῆκεν κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν ισραηλ πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους χανααν
32πλὴν διὰ τὰς γενεὰς υἱῶν ισραηλ τοῦ διδάξαι αὐτοὺς πόλεμον πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά
33τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν χαναναῖον καὶ τὸν σιδώνιον καὶ τὸν ευαῖον τὸν κατοικοῦντα τὸν λίβανον ἀπὸ τοῦ ὄρους τοῦ αερμων ἕως λαβωεμαθ
34καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν ισραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ μωυσῆ
35καὶ οἱ υἱοὶ ισραηλ κατῴκησαν ἐν μέσῳ τοῦ χαναναίου καὶ τοῦ χετταίου καὶ τοῦ αμορραίου καὶ τοῦ φερεζαίου καὶ τοῦ ευαίου καὶ τοῦ ιεβουσαίου
36καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν
37καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς βααλιμ καὶ τοῖς ἄλσεσιν
38καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ χουσαρσαθαιμ βασιλέως συρίας ποταμῶν καὶ ἐδούλευσαν οἱ υἱοὶ ισραηλ τῷ χουσαρσαθαιμ ἔτη ὀκτώ
39καὶ ἐκέκραξαν οἱ υἱοὶ ισραηλ πρὸς κύριον καὶ ἤγειρεν κύριος σωτῆρα τῷ ισραηλ καὶ ἔσωσεν αὐτούς τὸν γοθονιηλ υἱὸν κενεζ ἀδελφοῦ χαλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν
310καὶ ἐγένετο ἐπ' αὐτὸν πνεῦμα κυρίου καὶ ἔκρινεν τὸν ισραηλ καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς χουσαρσαθαιμ καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν χουσαρσαθαιμ βασιλέα συρίας ποταμῶν καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν χουσαρσαθαιμ
311καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη καὶ ἀπέθανεν γοθονιηλ υἱὸς κενεζ
312καὶ προσέθεντο οἱ υἱοὶ ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐνίσχυσεν κύριος τὸν εγλωμ βασιλέα μωαβ ἐπὶ τὸν ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου
313καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς αμμων καὶ αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων
314καὶ ἐδούλευσαν οἱ υἱοὶ ισραηλ τῷ εγλωμ βασιλεῖ μωαβ ἔτη δέκα ὀκτώ
315καὶ ἐκέκραξαν οἱ υἱοὶ ισραηλ πρὸς κύριον καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν αωδ υἱὸν γηρα υἱὸν τοῦ ιεμενι ἄνδρα ἀμφοτεροδέξιον καὶ ἐξαπέστειλαν οἱ υἱοὶ ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ εγλωμ βασιλεῖ μωαβ
316καὶ ἐποίησεν ἑαυτῷ αωδ μάχαιραν δίστομον σπιθαμῆς τὸ μῆκος αὐτῆς καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ
317καὶ ἐπορεύθη καὶ προσήνεγκεν τὰ δῶρα τῷ εγλωμ βασιλεῖ μωαβ καὶ εγλωμ ἀνὴρ ἀστεῖος σφόδρα
318καὶ ἐγένετο ἡνίκα συνετέλεσεν αωδ προσφέρων τὰ δῶρα καὶ ἐξαπέστειλεν τοὺς φέροντας τὰ δῶρα
319καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς γαλγαλ καὶ εἶπεν αωδ λόγος μοι κρύφιος πρὸς σέ βασιλεῦ καὶ εἶπεν εγλωμ πρὸς αὐτόν σιώπα καὶ ἐξαπέστειλεν ἀφ' ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπ' αὐτόν
320καὶ αωδ εἰσῆλθεν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος καὶ εἶπεν αωδ λόγος θεοῦ μοι πρὸς σέ βασιλεῦ καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου εγλωμ ἐγγὺς αὐτοῦ
321καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν καὶ ἐξέτεινεν αωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ
322καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ καὶ ἐξῆλθεν αωδ τὴν προστάδα
323καὶ ἐξῆλθεν τοὺς διατεταγμένους καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου κατ' αὐτοῦ καὶ ἐσφήνωσεν
324καὶ αὐτὸς ἐξῆλθεν καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι καὶ εἶπαν μήποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμιείῳ τῷ θερινῷ
325καὶ ὑπέμειναν ἕως ᾐσχύνοντο καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς
326καὶ αωδ διεσώθη ἕως ἐθορυβοῦντο καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς σετιρωθα
327καὶ ἐγένετο ἡνίκα ἦλθεν αωδ εἰς γῆν ισραηλ καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει εφραιμ καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ ισραηλ ἀπὸ τοῦ ὄρους καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν
328καὶ εἶπεν πρὸς αὐτούς κατάβητε ὀπίσω μου ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν μωαβ ἐν χειρὶ ἡμῶν καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ ιορδάνου τῆς μωαβ καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι
329καὶ ἐπάταξαν τὴν μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως καὶ οὐ διεσώθη ἀνήρ
330καὶ ἐνετράπη μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα ισραηλ καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη καὶ ἔκρινεν αὐτοὺς αωδ ἕως οὗ ἀπέθανεν
331καὶ μετ' αὐτὸν ἀνέστη σαμεγαρ υἱὸς διναχ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν καὶ ἔσωσεν καί γε αὐτὸς τὸν ισραηλ
41καὶ προσέθεντο οἱ υἱοὶ ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ αωδ ἀπέθανεν
42καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ ιαβιν βασιλέως χανααν ὃς ἐβασίλευσεν ἐν ασωρ καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ σισαρα καὶ αὐτὸς κατῴκει ἐν αρισωθ τῶν ἐθνῶν
43καὶ ἐκέκραξαν οἱ υἱοὶ ισραηλ πρὸς κύριον ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ καὶ αὐτὸς ἔθλιψεν τὸν ισραηλ κατὰ κράτος εἴκοσι ἔτη
44καὶ δεββωρα γυνὴ προφῆτις γυνὴ λαφιδωθ αὐτὴ ἔκρινεν τὸν ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ
45καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα δεββωρα ἀνὰ μέσον τῆς ραμα καὶ ἀνὰ μέσον τῆς βαιθηλ ἐν τῷ ὄρει εφραιμ καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ ισραηλ εἰς κρίσιν
46καὶ ἀπέστειλεν δεββωρα καὶ ἐκάλεσεν τὸν βαρακ υἱὸν αβινεεμ ἐκ καδης νεφθαλι καὶ εἶπεν πρὸς αὐτόν οὐχὶ ἐνετείλατο κύριος ὁ θεὸς ισραηλ σοὶ καὶ ἀπελεύσῃ εἰς ὄρος θαβωρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν νεφθαλι καὶ ἐκ τῶν υἱῶν ζαβουλων
47καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν κισων τὸν σισαρα ἄρχοντα τῆς δυνάμεως ιαβιν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτὸν εἰς τὰς χεῖράς σου
48καὶ εἶπεν πρὸς αὐτὴν βαρακ ἐὰν πορευθῇς μετ' ἐμοῦ πορεύσομαι καὶ ἐὰν μὴ πορευθῇς οὐ πορεύσομαι ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν ᾗ εὐοδοῖ τὸν ἄγγελον κύριος μετ' ἐμοῦ
49καὶ εἶπεν πορευομένη πορεύσομαι μετὰ σοῦ πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν ἣν σὺ πορεύῃ ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν σισαρα καὶ ἀνέστη δεββωρα καὶ ἐπορεύθη μετὰ βαρακ ἐκ καδης
410καὶ ἐβόησεν βαρακ τὸν ζαβουλων καὶ τὸν νεφθαλι ἐκ καδης καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν καὶ ἀνέβη μετ' αὐτοῦ δεββωρα
411καὶ χαβερ ὁ κιναῖος ἐχωρίσθη ἀπὸ καινα ἀπὸ τῶν υἱῶν ιωβαβ γαμβροῦ μωυσῆ καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων ἥ ἐστιν ἐχόμενα κεδες
412καὶ ἀνηγγέλη σισαρα ὅτι ἀνέβη βαρακ υἱὸς αβινεεμ εἰς ὄρος θαβωρ
413καὶ ἐκάλεσεν σισαρα πάντα τὰ ἅρματα αὐτοῦ ἐννακόσια ἅρματα σιδηρᾶ καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτοῦ ἀπὸ αρισωθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν κισων
414καὶ εἶπεν δεββωρα πρὸς βαρακ ἀνάστηθι ὅτι αὕτη ἡ ἡμέρα ἐν ᾗ παρέδωκεν κύριος τὸν σισαρα ἐν τῇ χειρί σου ὅτι κύριος ἐξελεύσεται ἔμπροσθέν σου καὶ κατέβη βαρακ ἀπὸ τοῦ ὄρους θαβωρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ
415καὶ ἐξέστησεν κύριος τὸν σισαρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον βαρακ καὶ κατέβη σισαρα ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ
416καὶ βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως αρισωθ τῶν ἐθνῶν καὶ ἔπεσεν πᾶσα παρεμβολὴ σισαρα ἐν στόματι ῥομφαίας οὐ κατελείφθη ἕως ἑνός
417καὶ σισαρα ἔφυγεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν ιαηλ γυναικὸς χαβερ ἑταίρου τοῦ κιναίου ὅτι εἰρήνη ἦν ἀνὰ μέσον ιαβιν βασιλέως ασωρ καὶ ἀνὰ μέσον οἴκου χαβερ τοῦ κιναίου
418καὶ ἐξῆλθεν ιαηλ εἰς συνάντησιν σισαρα καὶ εἶπεν αὐτῷ ἔκκλινον κύριέ μου ἔκκλινον πρός με μὴ φοβοῦ καὶ ἐξέκλινεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ
419καὶ εἶπεν σισαρα πρὸς αὐτήν πότισόν με δὴ μικρὸν ὕδωρ ὅτι ἐδίψησα καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ περιέβαλεν αὐτόν
420καὶ εἶπεν πρὸς αὐτὴν σισαρα στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ εἰ ἔστιν ὧδε ἀνήρ καὶ ἐρεῖς οὐκ ἔστιν
421καὶ ἔλαβεν ιαηλ γυνὴ χαβερ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξεν τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ καὶ διεξῆλθεν ἐν τῇ γῇ καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανεν
422καὶ ἰδοὺ βαρακ διώκων τὸν σισαρα καὶ ἐξῆλθεν ιαηλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητεῖς καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἰδοὺ σισαρα ῥεριμμένος νεκρός καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ
423καὶ ἐτρόπωσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν ιαβιν βασιλέα χανααν ἔμπροσθεν τῶν υἱῶν ισραηλ
424καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ ιαβιν βασιλέα χανααν ἕως οὗ ἐξωλέθρευσαν τὸν ιαβιν βασιλέα χανααν
51καὶ ᾖσαν δεββωρα καὶ βαρακ υἱὸς αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες
52ἀπεκαλύφθη ἀποκάλυμμα ἐν ισραηλ ἐν τῷ ἑκουσιασθῆναι λαὸν εὐλογεῖτε κύριον
53ἀκούσατε βασιλεῖς καὶ ἐνωτίσασθε σατράπαι ἐγώ εἰμι τῷ κυρίῳ ἐγώ εἰμι ᾄσομαι ψαλῶ τῷ κυρίῳ τῷ θεῷ ισραηλ
54κύριε ἐν τῇ ἐξόδῳ σου ἐν σηιρ ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ εδωμ γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ
55ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου ελωι τοῦτο σινα ἀπὸ προσώπου κυρίου θεοῦ ισραηλ
56ἐν ἡμέραις σαμεγαρ υἱοῦ αναθ ἐν ἡμέραις ιαηλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς ἐπορεύθησαν ὁδοὺς διεστραμμένας
57ἐξέλιπον δυνατοὶ ἐν ισραηλ ἐξέλιπον ἕως οὗ ἀναστῇ δεββωρα ἕως οὗ ἀναστῇ μήτηρ ἐν ισραηλ
58ἐξελέξαντο θεοὺς καινούς τότε ἐπολέμησαν πόλεις ἀρχόντων θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν ισραηλ
59ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ ισραηλ οἱ ἑκουσιαζόμενοι ἐν λαῷ εὐλογεῖτε κύριον
510ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ' ὁδῷ
511διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων ἐκεῖ δώσουσιν δικαιοσύνας κυρίῳ δικαιοσύνας αὔξησον ἐν ισραηλ τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου
512ἐξεγείρου ἐξεγείρου δεββωρα ἐξεγείρου ἐξεγείρου λάλησον ᾠδήν ἀνάστα βαρακ καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου υἱὸς αβινεεμ
513τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς λαὸς κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς
514ἐξ ἐμοῦ εφραιμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ αμαληκ ὀπίσω σου βενιαμιν ἐν τοῖς λαοῖς σου ἐν ἐμοὶ μαχιρ κατέβησαν ἐξερευνῶντες καὶ ἀπὸ ζαβουλων ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως
515καὶ ἀρχηγοὶ ἐν ισσαχαρ μετὰ δεββωρας καὶ βαρακ οὕτως βαρακ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ εἰς τὰς μερίδας ρουβην μεγάλοι ἐξικνούμενοι καρδίαν
516εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων εἰς διαιρέσεις ρουβην μεγάλοι ἐξετασμοὶ καρδίας
517γαλααδ ἐν τῷ πέραν τοῦ ιορδάνου ἐσκήνωσεν καὶ δαν εἰς τί παροικεῖ πλοίοις ασηρ ἐκάθισεν παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει
518ζαβουλων λαὸς ὠνείδισεν ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ νεφθαλι ἐπὶ ὕψη ἀγροῦ
519ἦλθον αὐτῶν βασιλεῖς παρετάξαντο τότε ἐπολέμησαν βασιλεῖς χανααν ἐν θανααχ ἐπὶ ὕδατι μεγεδδω δῶρον ἀργυρίου οὐκ ἔλαβον
520ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ σισαρα
521χειμάρρους κισων ἐξέσυρεν αὐτούς χειμάρρους ἀρχαίων χειμάρρους κισων καταπατήσει αὐτὸν ψυχή μου δυνατή
522τότε ἐνεποδίσθησαν πτέρναι ἵππου σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ
523καταρᾶσθε μηρωζ εἶπεν ἄγγελος κυρίου καταρᾶσθε ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν κυρίου εἰς βοήθειαν ἐν δυνατοῖς
524εὐλογηθείη ἐν γυναιξὶν ιαηλ γυνὴ χαβερ τοῦ κιναίου ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη
525ὕδωρ ᾔτησεν γάλα ἔδωκεν ἐν λεκάνῃ ὑπερεχόντων προσήνεγκεν βούτυρον
526χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων καὶ ἐσφυροκόπησεν σισαρα διήλωσεν κεφαλὴν αὐτοῦ καὶ ἐπάταξεν διήλωσεν κρόταφον αὐτοῦ
527ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη ἔπεσεν καὶ ἐκοιμήθη ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατακλιθεὶς ἔπεσεν καθὼς κατεκλίθη ἐκεῖ ἔπεσεν ἐξοδευθείς
528διὰ τῆς θυρίδος παρέκυψεν μήτηρ σισαρα ἐκτὸς τοῦ τοξικοῦ διότι ᾐσχύνθη ἅρμα αὐτοῦ διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ
529αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτῆς ἑαυτῇ
530οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα οἰκτίρμων οἰκτιρήσει εἰς κεφαλὴν ἀνδρός σκῦλα βαμμάτων τῷ σισαρα σκῦλα βαμμάτων ποικιλίας βάμματα ποικιλτῶν αὐτά τῷ τραχήλῳ αὐτοῦ σκῦλα
531οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη
61καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρὶ μαδιαμ ἑπτὰ ἔτη
62καὶ ἴσχυσεν χεὶρ μαδιαμ ἐπὶ ισραηλ καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ ισραηλ ἀπὸ προσώπου μαδιαμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσιν καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά
63καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ ισραηλ καὶ ἀνέβαιναν μαδιαμ καὶ αμαληκ καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς
64καὶ παρενέβαλον εἰς αὐτοὺς καὶ κατέφθειραν τοὺς καρποὺς αὐτῶν ἕως ἐλθεῖν εἰς γάζαν καὶ οὐ κατέλιπον ὑπόστασιν ζωῆς ἐν τῇ γῇ ισραηλ οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον
65ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο καθὼς ἀκρὶς εἰς πλῆθος καὶ αὐτοῖς καὶ τοῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός καὶ ἤρχοντο εἰς τὴν γῆν ισραηλ καὶ διέφθειρον αὐτήν
66καὶ ἐπτώχευσεν ισραηλ σφόδρα ἀπὸ προσώπου μαδιαμ καὶ ἐβόησαν οἱ υἱοὶ ισραηλ πρὸς κύριον
67ἀπὸ προσώπου μαδιαμ
68καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς ισραηλ καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς ισραηλ ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν
69καὶ ἐρρυσάμην ὑμᾶς ἐκ χειρὸς αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν
610καὶ εἶπα ὑμῖν ἐγὼ κύριος ὁ θεὸς ὑμῶν οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ αμορραίου ἐν οἷς ὑμεῖς καθήσεσθε ἐν τῇ γῇ αὐτῶν καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου
611καὶ ἦλθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν εφραθα τὴν ιωας πατρὸς τοῦ εσδρι καὶ γεδεων υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ μαδιαμ
612καὶ ὤφθη αὐτῷ ὁ ἄγγελος κυρίου καὶ εἶπεν πρὸς αὐτόν κύριος μετὰ σοῦ ἰσχυρὸς τῶν δυνάμεων
613καὶ εἶπεν πρὸς αὐτὸν γεδεων ἐν ἐμοί κύριέ μου καὶ εἰ ἔστιν κύριος μεθ' ἡμῶν εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες μὴ οὐχὶ ἐξ αἰγύπτου ἀνήγαγεν ἡμᾶς κύριος καὶ νῦν ἐξέρριψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ μαδιαμ
614καὶ ἐπέστρεψεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου καὶ εἶπεν πορεύου ἐν ἰσχύι σου ταύτῃ καὶ σώσεις τὸν ισραηλ ἐκ χειρὸς μαδιαμ ἰδοὺ ἐξαπέστειλά σε
615καὶ εἶπεν πρὸς αὐτὸν γεδεων ἐν ἐμοί κύριέ μου ἐν τίνι σώσω τὸν ισραηλ ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν μανασση καὶ ἐγώ εἰμι ὁ μικρότερος ἐν οἴκῳ πατρός μου
616καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου κύριος ἔσται μετὰ σοῦ καὶ πατάξεις τὴν μαδιαμ ὡσεὶ ἄνδρα ἕνα
617καὶ εἶπεν πρὸς αὐτὸν γεδεων εἰ δὲ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σήμερον πᾶν ὅ τι ἐλάλησας μετ' ἐμοῦ
618μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ καὶ ἐξοίσω τὴν θυσίαν καὶ θήσω ἐνώπιόν σου καὶ εἶπεν ἐγώ εἰμι καθίομαι ἕως τοῦ ἐπιστρέψαι σε
619καὶ γεδεων εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οιφι ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον καὶ προσήγγισεν
620καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος τοῦ θεοῦ λαβὲ τὰ κρέα καὶ τὰ ἄζυμα καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε καὶ ἐποίησεν οὕτως
621καὶ ἐξέτεινεν ὁ ἄγγελος κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ ὁ ἄγγελος κυρίου ἐπορεύθη ἀπὸ ὀφθαλμῶν αὐτοῦ
622καὶ εἶδεν γεδεων ὅτι ἄγγελος κυρίου οὗτός ἐστιν καὶ εἶπεν γεδεων ἆ ἆ κύριέ μου κύριε ὅτι εἶδον ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον
623καὶ εἶπεν αὐτῷ κύριος εἰρήνη σοι μὴ φοβοῦ οὐ μὴ ἀποθάνῃς
624καὶ ᾠκοδόμησεν ἐκεῖ γεδεων θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκάλεσεν αὐτῷ εἰρήνη κυρίου ἕως τῆς ἡμέρας ταύτης ἔτι αὐτοῦ ὄντος ἐν εφραθα πατρὸς τοῦ εσδρι
625καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ κύριος λαβὲ τὸν μόσχον τὸν ταῦρον ὅς ἐστιν τῷ πατρί σου καὶ μόσχον δεύτερον ἑπταετῆ καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ βααλ ὅ ἐστιν τῷ πατρί σου καὶ τὸ ἄλσος τὸ ἐπ' αὐτὸ ὀλεθρεύσεις
626καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου ἐπὶ κορυφὴν τοῦ μαουεκ τούτου ἐν τῇ παρατάξει καὶ λήμψῃ τὸν μόσχον τὸν δεύτερον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους οὗ ἐξολεθρεύσεις
627καὶ ἔλαβεν γεδεων δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησεν πρὸς αὐτὸν κύριος καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως τοῦ ποιῆσαι ἡμέρας καὶ ἐποίησεν νυκτός
628καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωί καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ βααλ καὶ τὸ ἄλσος τὸ ἐπ' αὐτῷ ὠλέθρευτο καὶ εἶδαν τὸν μόσχον τὸν δεύτερον ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον
629καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν καὶ ἔγνωσαν ὅτι γεδεων υἱὸς ιωας ἐποίησεν τὸ ῥῆμα τοῦτο
630καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς ιωας ἐξένεγκε τὸν υἱόν σου καὶ ἀποθανέτω ὅτι καθεῖλεν τὸ θυσιαστήριον τοῦ βααλ καὶ ὅτι ὠλέθρευσεν τὸ ἄλσος τὸ ἐπ' αὐτῷ
631καὶ εἶπεν ιωας τοῖς ἀνδράσιν πᾶσιν οἳ ἐπανέστησαν αὐτῷ μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ βααλ ἢ ὑμεῖς σώσετε αὐτόν ὃς ἐὰν δικάσηται αὐτῷ θανατωθήτω ἕως πρωί εἰ θεός ἐστιν δικαζέσθω αὐτῷ ὅτι καθεῖλεν τὸ θυσιαστήριον αὐτοῦ
632καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ιαρβααλ λέγων δικασάσθω ἐν αὐτῷ ὁ βααλ ὅτι καθῃρέθη τὸ θυσιαστήριον αὐτοῦ
633καὶ πᾶσα μαδιαμ καὶ αμαληκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐν κοιλάδι εζερεελ
634καὶ πνεῦμα κυρίου ἐνεδυνάμωσεν τὸν γεδεων καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ ἐφοβήθη αβιεζερ ὀπίσω αὐτοῦ
635καὶ ἀγγέλους ἀπέστειλεν εἰς πάντα μανασση καὶ ἐν ασηρ καὶ ἐν ζαβουλων καὶ νεφθαλι καὶ ἀνέβη εἰς συνάντησιν αὐτῶν
636καὶ εἶπεν γεδεων πρὸς τὸν θεόν εἰ σὺ σῴζεις ἐν χειρί μου τὸν ισραηλ καθὼς ἐλάλησας
637ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἅλωνι ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν ισραηλ καθὼς ἐλάλησας
638καὶ ἐγένετο οὕτως καὶ ὤρθρισεν τῇ ἐπαύριον καὶ ἐξεπίασεν τὸν πόκον καὶ ἔσταξεν δρόσος ἀπὸ τοῦ πόκου πλήρης λεκάνη ὕδατος
639καὶ εἶπεν γεδεων πρὸς τὸν θεόν μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί καὶ λαλήσω ἔτι ἅπαξ πειράσω δὲ καί γε ἔτι ἅπαξ ἐν τῷ πόκῳ καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος
640καὶ ἐποίησεν οὕτως ὁ θεὸς ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐγενήθη δρόσος
71καὶ ὤρθρισεν ιαρβαλ αὐτός ἐστιν γεδεων καὶ πᾶς ὁ λαὸς μετ' αὐτοῦ καὶ παρενέβαλον ἐπὶ πηγὴν αραδ καὶ παρεμβολὴ μαδιαμ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ γαβααθ αμωρα ἐν κοιλάδι
72καὶ εἶπεν κύριος πρὸς γεδεων πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν μαδιαμ ἐν χειρὶ αὐτῶν μήποτε καυχήσηται ισραηλ ἐπ' ἐμὲ λέγων ἡ χείρ μου ἔσωσέν με
73καὶ νῦν λάλησον δὴ ἐν ὠσὶν τοῦ λαοῦ λέγων τίς ὁ φοβούμενος καὶ δειλός ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους γαλααδ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες καὶ δέκα χιλιάδες ὑπελείφθησαν
74καὶ εἶπεν κύριος πρὸς γεδεων ἔτι ὁ λαὸς πολύς κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος πορεύσεται σὺν σοί αὐτὸς πορεύσεται σὺν σοί καὶ πᾶν ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος οὐ πορεύσεται μετὰ σοῦ αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ
75καὶ κατήνεγκεν τὸν λαὸν πρὸς τὸ ὕδωρ καὶ εἶπεν κύριος πρὸς γεδεων πᾶς ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων στήσεις αὐτὸν κατὰ μόνας καὶ πᾶς ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν
76καὶ ἐγένετο ὁ ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν τριακόσιοι ἄνδρες καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ
77καὶ εἶπεν κύριος πρὸς γεδεων ἐν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ δώσω τὴν μαδιαμ ἐν χειρί σου καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ
78καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν καὶ τὸν πάντα ἄνδρα ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσεν καὶ ἡ παρεμβολὴ μαδιαμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι
79καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν πρὸς αὐτὸν κύριος ἀναστὰς κατάβηθι ἐν τῇ παρεμβολῇ ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου
710καὶ εἰ φοβῇ σὺ καταβῆναι κατάβηθι σὺ καὶ φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν
711καὶ ἀκούσῃ τί λαλήσουσιν καὶ μετὰ τοῦτο ἰσχύσουσιν αἱ χεῖρές σου καὶ καταβήσῃ ἐν τῇ παρεμβολῇ καὶ κατέβη αὐτὸς καὶ φαρα τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντήκοντα οἳ ἦσαν ἐν τῇ παρεμβολῇ
712καὶ μαδιαμ καὶ αμαληκ καὶ πάντες υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός ἀλλὰ ἦσαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος
713καὶ ἦλθεν γεδεων καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον καὶ εἶπεν ἐνύπνιον ἰδοὺ ἐνυπνιασάμην καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ μαδιαμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν καὶ ἔπεσεν καὶ ἀνέστρεψεν αὐτὴν ἄνω καὶ ἔπεσεν ἡ σκηνή
714καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία γεδεων υἱοῦ ιωας ἀνδρὸς ισραηλ παρέδωκεν ὁ θεὸς ἐν χειρὶ αὐτοῦ τὴν μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν
715καὶ ἐγένετο ὡς ἤκουσεν γεδεων τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ καὶ προσεκύνησεν κυρίῳ καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν ισραηλ καὶ εἶπεν ἀνάστητε ὅτι παρέδωκεν κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν μαδιαμ
716καὶ διεῖλεν τοὺς τριακοσίους ἄνδρας εἰς τρεῖς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν ταῖς ὑδρίαις
717καὶ εἶπεν πρὸς αὐτούς ἀπ' ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσετε καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχῇ τῆς παρεμβολῆς καὶ ἔσται καθὼς ἂν ποιήσω οὕτως ποιήσετε
718καὶ σαλπιῶ ἐν τῇ κερατίνῃ ἐγώ καὶ πάντες μετ' ἐμοῦ σαλπιεῖτε ἐν ταῖς κερατίναις κύκλῳ ὅλης τῆς παρεμβολῆς καὶ ἐρεῖτε τῷ κυρίῳ καὶ τῷ γεδεων
719καὶ εἰσῆλθεν γεδεων καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετ' αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν
720καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας καὶ ἐν χερσὶν δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν καὶ ἀνέκραξαν ῥομφαία τῷ κυρίῳ καὶ τῷ γεδεων
721καὶ ἔστησαν ἀνὴρ ἐφ' ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς καὶ ἔδραμεν πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγαν
722καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις καὶ ἔθηκεν κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως βηθσεεδτα γαραγαθα ἕως χείλους αβωμεουλα ἐπὶ ταβαθ
723καὶ ἐβόησαν ἀνὴρ ισραηλ ἀπὸ νεφθαλι καὶ ἀπὸ ασηρ καὶ ἀπὸ παντὸς μανασση καὶ ἐδίωξαν ὀπίσω μαδιαμ
724καὶ ἀγγέλους ἀπέστειλεν γεδεων ἐν παντὶ ὄρει εφραιμ λέγων κατάβητε εἰς συνάντησιν μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως βαιθηρα καὶ τὸν ιορδάνην καὶ ἐβόησεν πᾶς ἀνὴρ εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως βαιθηρα καὶ τὸν ιορδάνην
725καὶ συνέλαβον τοὺς ἄρχοντας μαδιαμ καὶ τὸν ωρηβ καὶ τὸν ζηβ καὶ ἀπέκτειναν τὸν ωρηβ ἐν σουρ καὶ τὸν ζηβ ἀπέκτειναν ἐν ιακεφζηφ καὶ κατεδίωξαν μαδιαμ καὶ τὴν κεφαλὴν ωρηβ καὶ ζηβ ἤνεγκαν πρὸς γεδεων ἀπὸ πέραν τοῦ ιορδάνου
81καὶ εἶπαν πρὸς γεδεων ἀνὴρ εφραιμ τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς ὅτε ἐπορεύθης παρατάξασθαι ἐν μαδιαμ καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρῶς
82καὶ εἶπεν πρὸς αὐτούς τί ἐποίησα νῦν καθὼς ὑμεῖς ἢ οὐχὶ κρεῖσσον ἐπιφυλλὶς εφραιμ ἢ τρυγητὸς αβιεζερ
83ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας μαδιαμ τὸν ωρηβ καὶ τὸν ζηβ καὶ τί ἠδυνήθην ποιῆσαι ὡς ὑμεῖς τότε ἀνέθη τὸ πνεῦμα αὐτῶν ἀπ' αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον
84καὶ ἦλθεν γεδεων ἐπὶ τὸν ιορδάνην καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ' αὐτοῦ πεινῶντες καὶ διώκοντες
85καὶ εἶπεν τοῖς ἀνδράσιν σοκχωθ δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσίν μου ὅτι ἐκλείπουσιν καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ ζεβεε καὶ σελμανα βασιλέων μαδιαμ
86καὶ εἶπον οἱ ἄρχοντες σοκχωθ μὴ χεὶρ ζεβεε καὶ σελμανα νῦν ἐν χειρί σου οὐ δώσομεν τῇ δυνάμει σου ἄρτους
87καὶ εἶπεν γεδεων διὰ τοῦτο ἐν τῷ δοῦναι κύριον τὸν ζεβεε καὶ σελμανα ἐν χειρί μου καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς αβαρκηνιν
88καὶ ἀνέβη ἐκεῖθεν εἰς φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὡσαύτως καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες φανουηλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες σοκχωθ
89καὶ εἶπεν γεδεων πρὸς ἄνδρας φανουηλ ἐν ἐπιστροφῇ μου μετ' εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω
810καὶ ζεβεε καὶ σελμανα ἐν καρκαρ καὶ ἡ παρεμβολὴ αὐτῶν μετ' αὐτῶν ὡσεὶ δέκα πέντε χιλιάδες πάντες οἱ καταλελειμμένοι ἀπὸ πάσης παρεμβολῆς ἀλλοφύλων καὶ οἱ πεπτωκότες ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν
811καὶ ἀνέβη γεδεων ὁδὸν τῶν σκηνούντων ἐν σκηναῖς ἀπὸ ἀνατολῶν τῆς ναβαι καὶ ιεγεβαλ καὶ ἐπάταξεν τὴν παρεμβολήν καὶ ἡ παρεμβολὴ ἦν πεποιθυῖα
812καὶ ἔφυγον ζεβεε καὶ σελμανα καὶ ἐδίωξεν ὀπίσω αὐτῶν καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς μαδιαμ τὸν ζεβεε καὶ τὸν σελμανα καὶ πᾶσαν τὴν παρεμβολὴν ἐξέστησεν
813καὶ ἐπέστρεψεν γεδεων υἱὸς ιωας ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως αρες
814καὶ συνέλαβεν παιδάριον ἀπὸ τῶν ἀνδρῶν σοκχωθ καὶ ἐπηρώτησεν αὐτόν καὶ ἔγραψεν πρὸς αὐτὸν τὰ ὀνόματα τῶν ἀρχόντων σοκχωθ καὶ τῶν πρεσβυτέρων αὐτῶν ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας
815καὶ παρεγένετο γεδεων πρὸς τοὺς ἄρχοντας σοκχωθ καὶ εἶπεν ἰδοὺ ζεβεε καὶ σελμανα ἐν οἷς ὠνειδίσατέ με λέγοντες μὴ χεὶρ ζεβεε καὶ σελμανα νῦν ἐν χειρί σου ὅτι δώσομεν τοῖς ἀνδράσιν τοῖς ἐκλείπουσιν ἄρτους
816καὶ ἔλαβεν τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνιμ καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως
817καὶ τὸν πύργον φανουηλ κατέστρεψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως
818καὶ εἶπεν πρὸς ζεβεε καὶ σελμανα ποῦ οἱ ἄνδρες οὓς ἀπεκτείνατε ἐν θαβωρ καὶ εἶπαν ὡς σύ ὡ\ς αὐτοὶ εἰς ὁμοίωμα υἱοῦ βασιλέως
819καὶ εἶπεν γεδεων ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν ζῇ κύριος εἰ ἐζωογονήκειτε αὐτούς οὐκ ἂν ἀπέκτεινα ὑμᾶς
820καὶ εἶπεν ιεθερ τῷ πρωτοτόκῳ αὐτοῦ ἀναστὰς ἀπόκτεινον αὐτούς καὶ οὐκ ἔσπασεν τὸ παιδάριον τὴν ῥομφαίαν αὐτοῦ ὅτι ἐφοβήθη ὅτι ἔτι νεώτερος ἦν
821καὶ εἶπεν ζεβεε καὶ σελμανα ἀνάστα σὺ καὶ συνάντησον ἡμῖν ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σου καὶ ἀνέστη γεδεων καὶ ἀπέκτεινεν τὸν ζεβεε καὶ τὸν σελμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν
822καὶ εἶπον ἀνὴρ ισραηλ πρὸς γεδεων κύριε ἄρξον ἡμῶν καὶ σὺ καὶ ὁ υἱός σου ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς μαδιαμ
823καὶ εἶπεν πρὸς αὐτοὺς γεδεων οὐκ ἄρξω ἐγώ καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν κύριος ἄρξει ὑμῶν
824καὶ εἶπεν γεδεων πρὸς αὐτούς αἰτήσομαι παρ' ὑμῶν αἴτημα καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτοῦ ὅτι ἐνώτια χρυσᾶ αὐτοῖς ὅτι ισμαηλῖται ἦσαν
825καὶ εἶπαν διδόντες δώσομεν καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ καὶ ἔβαλεν ἐκεῖ ἀνὴρ ἐνώτιον σκύλων αὐτοῦ
826καὶ ἐγένετο ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν ὧν ᾔτησεν χίλιοι καὶ πεντακόσιοι χρυσοῖ πάρεξ τῶν μηνίσκων καὶ τῶν στραγγαλίδων καὶ τῶν ἱματίων καὶ πορφυρίδων τῶν ἐπὶ βασιλεῦσι μαδιαμ καὶ ἐκτὸς τῶν περιθεμάτων ἃ ἦν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν
827καὶ ἐποίησεν αὐτὸ γεδεων εἰς εφωθ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ εφραθα καὶ ἐξεπόρνευσεν πᾶς ισραηλ ὀπίσω αὐτοῦ ἐκεῖ καὶ ἐγένετο τῷ γεδεων καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον
828καὶ συνεστάλη μαδιαμ ἐνώπιον υἱῶν ισραηλ καὶ οὐ προσέθηκαν ἆραι κεφαλὴν αὐτῶν καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη ἐν ἡμέραις γεδεων
829καὶ ἐπορεύθη ιεροβααλ υἱὸς ιωας καὶ ἐκάθισεν ἐν οἴκῳ αὐτοῦ
830καὶ τῷ γεδεων ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπεπορευμένοι ἐκ μηρῶν αὐτοῦ ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ
831καὶ παλλακὴ αὐτοῦ ἦν ἐν συχεμ καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν καὶ ἔθηκεν τὸ ὄνομα αὐτοῦ αβιμελεχ
832καὶ ἀπέθανεν γεδεων υἱὸς ιωας ἐν πόλει αὐτοῦ καὶ ἐτάφη ἐν τῷ τάφῳ ιωας τοῦ πατρὸς αὐτοῦ ἐν εφραθα αβιεσδρι
833καὶ ἐγένετο καθὼς ἀπέθανεν γεδεων καὶ ἐπέστρεψαν οἱ υἱοὶ ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν βααλιμ καὶ ἔθηκαν ἑαυτοῖς τῷ βααλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν
834καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ ισραηλ κυρίου τοῦ θεοῦ τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν
835καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου ιεροβααλ αὐτός ἐστιν γεδεων κατὰ πάντα τὰ ἀγαθά ἃ ἐποίησεν μετὰ ισραηλ
91καὶ ἐπορεύθη αβιμελεχ υἱὸς ιεροβααλ εἰς συχεμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτοῦ λέγων
92λαλήσατε δὴ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν συχεμ τί τὸ ἀγαθὸν ὑμῖν κυριεῦσαι ὑμῶν ἑβδομήκοντα ἄνδρας πάντας υἱοὺς ιεροβααλ ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα καὶ μνήσθητε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι
93καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν συχεμ πάντας τοὺς λόγους τούτους καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω αβιμελεχ ὅτι εἶπαν ἀδελφὸς ἡμῶν ἐστιν
94καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου βααλβεριθ καὶ ἐμισθώσατο ἑαυτῷ αβιμελεχ ἄνδρας κενοὺς καὶ δειλούς καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ
95καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς εφραθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς ιεροβααλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ κατελείφθη ιωαθαν υἱὸς ιεροβααλ ὁ νεώτερος ὅτι ἐκρύβη
96καὶ συνήχθησαν πάντες ἄνδρες σικιμων καὶ πᾶς οἶκος βηθμααλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν αβιμελεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν σικιμοις
97καὶ ἀνηγγέλη τῷ ιωαθαν καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους γαριζιν καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν αὐτοῖς ἀκούσατέ μου ἄνδρες σικιμων καὶ ἀκούσεται ὑμῶν ὁ θεός
98πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρῖσαι ἐφ' ἑαυτὰ βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ βασίλευσον ἐφ' ἡμῶν
99καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία μὴ ἀπολείψασα τὴν πιότητά μου ἐν ᾗ δοξάσουσι τὸν θεὸν ἄνδρες πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων
910καὶ εἶπον τὰ ξύλα τῇ συκῇ δεῦρο βασίλευσον ἐφ' ἡμῶν
911καὶ εἶπεν αὐτοῖς ἡ συκῆ μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γενήματά μου τὰ ἀγαθὰ πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων
912καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ἄμπελον δεῦρο σὺ βασίλευσον ἐφ' ἡμῶν
913καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα θεὸν καὶ ἀνθρώπους πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων
914καὶ εἶπαν πάντα τὰ ξύλα τῇ ῥάμνῳ δεῦρο σὺ βασίλευσον ἐφ' ἡμῶν
915καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφ' ὑμᾶς δεῦτε ὑπόστητε ἐν τῇ σκιᾷ μου καὶ εἰ μή ἐξέλθῃ πῦρ ἀπ' ἐμοῦ καὶ καταφάγῃ τὰς κέδρους τοῦ λιβάνου
916καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν αβιμελεχ καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ
917ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἐξέρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐρρύσατο ὑμᾶς ἐκ χειρὸς μαδιαμ
918καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν αβιμελεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας σικιμων ὅτι ἀδελφὸς ὑμῶν ἐστιν
919καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ εὐφρανθείητε ἐν αβιμελεχ καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ' ὑμῖν
920εἰ δὲ οὐ ἐξέλθοι πῦρ ἀπὸ αβιμελεχ καὶ φάγοι τοὺς ἄνδρας σικιμων καὶ τὸν οἶκον βηθμααλλων καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν σικιμων καὶ ἐκ τοῦ οἴκου βηθμααλλων καὶ καταφάγοι τὸν αβιμελεχ
921καὶ ἔφυγεν ιωαθαν καὶ ἀπέδρα καὶ ἐπορεύθη ἕως βαιηρ καὶ ὤ|κησεν ἐκεῖ ἀπὸ προσώπου αβιμελεχ ἀδελφοῦ αὐτοῦ
922καὶ ἦρξεν αβιμελεχ ἐπὶ ισραηλ τρία ἔτη
923καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον αβιμελεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν σικιμων καὶ ἠθέτησαν ἄνδρες σικιμων ἐν τῷ οἴκῳ αβιμελεχ
924τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν ιεροβααλ καὶ τὰ αἵματα αὐτῶν τοῦ θεῖναι ἐπὶ αβιμελεχ τὸν ἀδελφὸν αὐτῶν ὃς ἀπέκτεινεν αὐτούς καὶ ἐπὶ ἄνδρας σικιμων ὅτι ἐνίσχυσαν τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ
925καὶ ἔθηκαν αὐτῷ οἱ ἄνδρες σικιμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ διήρπαζον πάντα ὃς παρεπορεύετο ἐπ' αὐτοὺς ἐν τῇ ὁδῷ καὶ ἀπηγγέλη τῷ βασιλεῖ αβιμελεχ
926καὶ ἦλθεν γααλ υἱὸς ιωβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ παρῆλθον ἐν σικιμοις καὶ ἦλπισαν ἐν αὐτῷ οἱ ἄνδρες σικιμων
927καὶ ἐξῆλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν καὶ ἐποίησαν ελλουλιμ καὶ εἰσήνεγκαν εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηράσαντο τὸν αβιμελεχ
928καὶ εἶπεν γααλ υἱὸς ιωβηλ τίς ἐστιν αβιμελεχ καὶ τίς ἐστιν υἱὸς συχεμ ὅτι δουλεύσομεν αὐτῷ οὐχ υἱὸς ιεροβααλ καὶ ζεβουλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν εμμωρ πατρὸς συχεμ καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς
929καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου καὶ μεταστήσω τὸν αβιμελεχ καὶ ἐρῶ πρὸς αὐτόν πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε
930καὶ ἤκουσεν ζεβουλ ἄρχων τῆς πόλεως τοὺς λόγους γααλ υἱοῦ ιωβηλ καὶ ὠργίσθη θυμῷ αὐτός
931καὶ ἀπέστειλεν ἀγγέλους πρὸς αβιμελεχ ἐν κρυφῇ λέγων ἰδοὺ γααλ υἱὸς ιωβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται εἰς συχεμ καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπὶ σέ
932καὶ νῦν ἀναστὰς νυκτὸς σὺ καὶ ὁ λαὸς ὁ μετὰ σοῦ καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ
933καὶ ἔσται τὸ πρωὶ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον ὀρθριεῖς καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ' αὐτοῦ ἐκπορεύονται πρὸς σέ καὶ ποιήσεις αὐτῷ ὅσα ἂν εὕρῃ ἡ χείρ σου
934καὶ ἀνέστη αβιμελεχ καὶ πᾶς ὁ λαὸς μετ' αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ συχεμ τέτρασιν ἀρχαῖς
935καὶ ἐξῆλθεν γααλ υἱὸς ιωβηλ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως καὶ ἀνέστη αβιμελεχ καὶ ὁ λαὸς ὁ μετ' αὐτοῦ ἀπὸ τοῦ ἐνέδρου
936καὶ εἶδεν γααλ υἱὸς ιωβηλ τὸν λαὸν καὶ εἶπεν πρὸς ζεβουλ ἰδοὺ λαὸς καταβαίνει ἀπὸ κεφαλῶν τῶν ὀρέων καὶ εἶπεν πρὸς αὐτὸν ζεβουλ τὴν σκιὰν τῶν ὀρέων σὺ βλέπεις ὡς ἄνδρας
937καὶ προσέθετο ἔτι γααλ τοῦ λαλῆσαι καὶ εἶπεν ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα ὀμφαλοῦ τῆς γῆς καὶ ἀρχὴ ἑτέρα ἔρχεται διὰ ὁδοῦ ηλωνμαωνενιμ
938καὶ εἶπεν πρὸς αὐτὸν ζεβουλ καὶ ποῦ ἐστιν τὸ στόμα σου ὡς ἐλάλησας τίς ἐστιν αβιμελεχ ὅτι δουλεύσομεν αὐτῷ μὴ οὐχὶ οὗτος ὁ λαός ὃν ἐξουδένωσας ἔξελθε δὴ νῦν καὶ παράταξαι αὐτῷ
939καὶ ἐξῆλθεν γααλ ἐνώπιον ἀνδρῶν συχεμ καὶ παρετάξατο πρὸς αβιμελεχ
940καὶ ἐδίωξεν αὐτὸν αβιμελεχ καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ καὶ ἔπεσαν τραυματίαι πολλοὶ ἕως τῆς θύρας τῆς πύλης
941καὶ εἰσῆλθεν αβιμελεχ ἐν αρημα καὶ ἐξέβαλεν ζεβουλ τὸν γααλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μὴ οἰκεῖν ἐν συχεμ
942καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς τὸν ἀγρόν καὶ ἀνήγγειλεν τῷ αβιμελεχ
943καὶ ἔλαβεν τὸν λαὸν καὶ διεῖλεν αὐτοὺς εἰς τρεῖς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν ἀγρῷ καὶ εἶδεν καὶ ἰδοὺ ὁ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως καὶ ἀνέστη ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς
944καὶ αβιμελεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετ' αὐτοῦ ἐξέτειναν καὶ ἔστησαν παρὰ τὴν θύραν τῆς πύλης τῆς πόλεως καὶ αἱ δύο ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ καὶ ἐπάταξαν αὐτούς
945καὶ αβιμελεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην καὶ κατελάβετο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτεινεν καὶ καθεῖλεν τὴν πόλιν καὶ ἔσπειρεν εἰς ἅλας
946καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργων συχεμ καὶ ἦλθον εἰς συνέλευσιν βαιθηλβεριθ
947καὶ ἀνηγγέλη τῷ αβιμελεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργων συχεμ
948καὶ ἀνέβη αβιμελεχ εἰς ὄρος ερμων καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ καὶ ἔλαβεν αβιμελεχ τὰς ἀξίνας ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψεν κλάδον ξύλου καὶ ἦρεν καὶ ἔθηκεν ἐπ' ὤμων αὐτοῦ καὶ εἶπεν τῷ λαῷ τῷ μετ' αὐτοῦ ὃ εἴδετέ με ποιοῦντα ταχέως ποιήσατε ὡς ἐγώ
949καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πᾶς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω αβιμελεχ καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν καὶ ἐνεπύρισαν ἐπ' αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου σικιμων ὡς χίλιοι ἄνδρες καὶ γυναῖκες
950καὶ ἐπορεύθη αβιμελεχ ἐκ βαιθηλβεριθ καὶ παρενέβαλεν ἐν θηβης καὶ κατέλαβεν αὐτήν
951καὶ πύργος ἰσχυρὸς ἦν ἐν μέσῳ τῆς πόλεως καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες τῆς πόλεως καὶ ἔκλεισαν ἔξωθεν αὐτῶν καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου
952καὶ ἦλθεν αβιμελεχ ἕως τοῦ πύργου καὶ παρετάξαντο αὐτῷ καὶ ἤγγισεν αβιμελεχ ἕως τῆς θύρας τοῦ πύργου τοῦ ἐμπρῆσαι αὐτὸν ἐν πυρί
953καὶ ἔρριψεν γυνὴ μία κλάσμα ἐπιμυλίου ἐπὶ κεφαλὴν αβιμελεχ καὶ ἔκλασεν τὸ κρανίον αὐτοῦ
954καὶ ἐβόησεν ταχὺ πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ σπάσον τὴν ῥομφαίαν μου καὶ θανάτωσόν με μήποτε εἴπωσιν γυνὴ ἀπέκτεινεν αὐτόν καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ καὶ ἀπέθανεν
955καὶ εἶδεν ἀνὴρ ισραηλ ὅτι ἀπέθανεν αβιμελεχ καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ
956καὶ ἐπέστρεψεν ὁ θεὸς τὴν πονηρίαν αβιμελεχ ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ
957καὶ τὴν πᾶσαν πονηρίαν ἀνδρῶν συχεμ ἐπέστρεψεν ὁ θεὸς εἰς κεφαλὴν αὐτῶν καὶ ἐπῆλθεν ἐπ' αὐτοὺς ἡ κατάρα ιωαθαν υἱοῦ ιεροβααλ
101καὶ ἀνέστη μετὰ αβιμελεχ τοῦ σῶσαι τὸν ισραηλ θωλα υἱὸς φουα υἱὸς πατραδέλφου αὐτοῦ ἀνὴρ ισσαχαρ καὶ αὐτὸς ὤ|κει ἐν σαμιρ ἐν ὄρει εφραιμ
102καὶ ἔκρινεν τὸν ισραηλ εἴκοσι τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν σαμιρ
103καὶ ἀνέστη μετ' αὐτὸν ιαϊρ ὁ γαλααδ καὶ ἔκρινεν τὸν ισραηλ εἴκοσι δύο ἔτη
104καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους καὶ τριάκοντα δύο πόλεις αὐτοῖς καὶ ἐκάλουν αὐτὰς ἐπαύλεις ιαϊρ ἕως τῆς ἡμέρας ταύτης ἐν γῇ γαλααδ
105καὶ ἀπέθανεν ιαϊρ καὶ ἐτάφη ἐν ραμνων
106καὶ προσέθεντο οἱ υἱοὶ ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐδούλευσαν τοῖς βααλιμ καὶ ταῖς ασταρωθ καὶ τοῖς θεοῖς αραδ καὶ τοῖς θεοῖς σιδῶνος καὶ τοῖς θεοῖς μωαβ καὶ τοῖς θεοῖς υἱῶν αμμων καὶ τοῖς θεοῖς φυλιστιιμ καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ
107καὶ ὠργίσθη θυμῷ κύριος ἐν ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ φυλιστιιμ καὶ ἐν χειρὶ υἱῶν αμμων
108καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ δέκα ὀκτὼ ἔτη τοὺς πάντας υἱοὺς ισραηλ τοὺς ἐν τῷ πέραν τοῦ ιορδάνου ἐν γῇ τοῦ αμορρι τοῦ ἐν γαλααδ
109καὶ διέβησαν οἱ υἱοὶ αμμων τὸν ιορδάνην παρατάξασθαι πρὸς ιουδαν καὶ βενιαμιν καὶ πρὸς εφραιμ καὶ ἐθλίβη ισραηλ σφόδρα
1010καὶ ἐβόησαν οἱ υἱοὶ ισραηλ πρὸς κύριον λέγοντες ἡμάρτομέν σοι ὅτι ἐγκατελίπομεν τὸν θεὸν καὶ ἐδουλεύσαμεν τῷ βααλιμ
1011καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς ισραηλ μὴ οὐχὶ ἐξ αἰγύπτου καὶ ἀπὸ τοῦ αμορραίου καὶ ἀπὸ υἱῶν αμμων καὶ ἀπὸ φυλιστιιμ
1012καὶ σιδωνίων καὶ αμαληκ καὶ μαδιαμ οἳ ἔθλιψαν ὑμᾶς καὶ ἐβοήσατε πρός με καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν
1013καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς
1014πορεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεούς οὓς ἐξελέξασθε ἑαυτοῖς καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν
1015καὶ εἶπαν οἱ υἱοὶ ισραηλ πρὸς κύριον ἡμάρτομεν ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ
1016καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐδούλευσαν τῷ κυρίῳ μόνῳ καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ ισραηλ
1017καὶ ἀνέβησαν οἱ υἱοὶ αμμων καὶ παρενέβαλον ἐν γαλααδ καὶ συνήχθησαν οἱ υἱοὶ ισραηλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ
1018καὶ εἶπον ὁ λαὸς οἱ ἄρχοντες γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ὁ ἀνήρ ὅστις ἂν ἄρξηται παρατάξασθαι πρὸς υἱοὺς αμμων καὶ ἔσται εἰς ἄρχοντα πᾶσιν τοῖς κατοικοῦσιν γαλααδ
111καὶ ιεφθαε ὁ γαλααδίτης ἐπηρμένος δυνάμει καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης ἣ ἐγέννησεν τῷ γαλααδ τὸν ιεφθαε
112καὶ ἔτεκεν ἡ γυνὴ γαλααδ αὐτῷ υἱούς καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν ιεφθαε καὶ εἶπαν αὐτῷ οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν ὅτι υἱὸς γυναικὸς ἑταίρας σύ
113καὶ ἔφυγεν ιεφθαε ἀπὸ προσώπου ἀδελφῶν αὐτοῦ καὶ ὤ|κησεν ἐν γῇ τωβ καὶ συνεστράφησαν πρὸς ιεφθαε ἄνδρες κενοὶ καὶ ἐξῆλθον μετ' αὐτοῦ
115καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ αμμων μετὰ ισραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι γαλααδ λαβεῖν τὸν ιεφθαε ἀπὸ τῆς γῆς τωβ
116καὶ εἶπαν τῷ ιεφθαε δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἀρχηγόν καὶ παραταξώμεθα πρὸς υἱοὺς αμμων
117καὶ εἶπεν ιεφθαε τοῖς πρεσβυτέροις γαλααδ οὐχὶ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ' ὑμῶν καὶ διὰ τί ἤλθατε πρός με νῦν ἡνίκα χρῄζετε
118καὶ εἶπαν οἱ πρεσβύτεροι γαλααδ πρὸς ιεφθαε διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρὸς σέ καὶ πορεύσῃ μεθ' ἡμῶν καὶ παρατάξῃ πρὸς υἱοὺς αμμων καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα πᾶσιν τοῖς οἰκοῦσιν γαλααδ
119καὶ εἶπεν ιεφθαε πρὸς τοὺς πρεσβυτέρους γαλααδ εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς ἄρχοντα
1110καὶ εἶπαν οἱ πρεσβύτεροι γαλααδ πρὸς ιεφθαε κύριος ἔστω ἀκούων ἀνὰ μέσον ἡμῶν εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν
1111καὶ ἐπορεύθη ιεφθαε μετὰ τῶν πρεσβυτέρων γαλααδ καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπ' αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν καὶ ἐλάλησεν ιεφθαε τοὺς λόγους αὐτοῦ πάντας ἐνώπιον κυρίου ἐν μασσηφα
1112καὶ ἀπέστειλεν ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν αμμων λέγων τί ἐμοὶ καὶ σοί ὅτι ἦλθες πρός με τοῦ παρατάξασθαι ἐν τῇ γῇ μου
1113καὶ εἶπεν βασιλεὺς υἱῶν αμμων πρὸς τοὺς ἀγγέλους ιεφθαε ὅτι ἔλαβεν ισραηλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ αἰγύπτου ἀπὸ αρνων καὶ ἕως ιαβοκ καὶ ἕως τοῦ ιορδάνου καὶ νῦν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνῃ καὶ πορεύσομαι
1114καὶ προσέθηκεν ἔτι ιεφθαε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱῶν αμμων
1115καὶ εἶπεν αὐτῷ οὕτω λέγει ιεφθαε οὐκ ἔλαβεν ισραηλ τὴν γῆν μωαβ καὶ τὴν γῆν υἱῶν αμμων
1116ὅτι ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ αἰγύπτου ἐπορεύθη ισραηλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης σιφ καὶ ἦλθεν εἰς καδης
1117καὶ ἀπέστειλεν ισραηλ ἀγγέλους πρὸς βασιλέα εδωμ λέγων παρελεύσομαι δὴ ἐν τῇ γῇ σου καὶ οὐκ ἤκουσεν βασιλεὺς εδωμ καὶ πρὸς βασιλέα μωαβ ἀπέστειλεν καὶ οὐκ εὐδόκησεν καὶ ἐκάθισεν ισραηλ ἐν καδης
1118καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν εδωμ καὶ τὴν γῆν μωαβ καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ μωαβ καὶ παρενέβαλον ἐν πέραν αρνων καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις μωαβ ὅτι αρνων ὅριον μωαβ
1119καὶ ἀπέστειλεν ισραηλ ἀγγέλους πρὸς σηων βασιλέα τοῦ αμορραίου βασιλέα εσεβων καὶ εἶπεν αὐτῷ ισραηλ παρέλθωμεν δὴ ἐν τῇ γῇ σου ἕως τοῦ τόπου ἡμῶν
1120καὶ οὐκ ἐνεπίστευσεν σηων τῷ ισραηλ παρελθεῖν ἐν ὁρίῳ αὐτοῦ καὶ συνῆξεν σηων τὸν πάντα λαὸν αὐτοῦ καὶ παρενέβαλον εἰς ιασα καὶ παρετάξατο πρὸς ισραηλ
1121καὶ παρέδωκεν κύριος ὁ θεὸς ισραηλ τὸν σηων καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ ισραηλ καὶ ἐπάταξεν αὐτόν καὶ ἐκληρονόμησεν ισραηλ τὴν πᾶσαν γῆν τοῦ αμορραίου τοῦ κατοικοῦντος τὴν γῆν ἐκείνην
1122ἀπὸ αρνων καὶ ἕως τοῦ ιαβοκ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ ιορδάνου
1123καὶ νῦν κύριος ὁ θεὸς ισραηλ ἐξῆρεν τὸν αμορραῖον ἀπὸ προσώπου λαοῦ αὐτοῦ ισραηλ καὶ σὺ κληρονομήσεις αὐτόν
1124οὐχὶ ἃ ἐὰν κληρονομήσει σε χαμως ὁ θεός σου αὐτὰ κληρονομήσεις καὶ τοὺς πάντας οὓς ἐξῆρεν κύριος ὁ θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν αὐτοὺς κληρονομήσομεν
1125καὶ νῦν μὴ ἐν ἀγαθῷ ἀγαθώτερος σὺ ὑπὲρ βαλακ υἱὸν σεπφωρ βασιλέα μωαβ μὴ μαχόμενος ἐμαχέσατο μετὰ ισραηλ ἢ πολεμῶν ἐπολέμησεν αὐτόν
1126ἐν τῷ οἰκῆσαι ἐν εσεβων καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν γῇ αροηρ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν ιορδάνην τριακόσια ἔτη καὶ διὰ τί οὐκ ἐρρύσω αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ
1127καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι καὶ σὺ ποιεῖς μετ' ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱῶν ισραηλ καὶ ἀνὰ μέσον υἱῶν αμμων
1128καὶ οὐκ ἤκουσεν βασιλεὺς υἱῶν αμμων τῶν λόγων ιεφθαε ὧν ἀπέστειλεν πρὸς αὐτόν
1129καὶ ἐγένετο ἐπὶ ιεφθαε πνεῦμα κυρίου καὶ παρῆλθεν τὸν γαλααδ καὶ τὸν μανασση καὶ παρῆλθεν τὴν σκοπιὰν γαλααδ εἰς τὸ πέραν υἱῶν αμμων
1130καὶ ηὔξατο ιεφθαε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν ἐὰν διδοὺς δῷς τοὺς υἱοὺς αμμων ἐν τῇ χειρί μου
1131καὶ ἔσται ὁ ἐκπορευόμενος ὃς ἐὰν ἐξέλθῃ ἀπὸ τῆς θύρας τοῦ οἴκου μου εἰς συνάντησίν μου ἐν τῷ ἐπιστρέφειν με ἐν εἰρήνῃ ἀπὸ υἱῶν αμμων καὶ ἔσται τῷ κυρίῳ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα
1132καὶ παρῆλθεν ιεφθαε πρὸς υἱοὺς αμμων παρατάξασθαι πρὸς αὐτούς καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ
1133καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ αροηρ ἕως ἐλθεῖν ἄχρις αρνων ἐν ἀριθμῷ εἴκοσι πόλεις καὶ ἕως εβελχαρμιν πληγὴν μεγάλην σφόδρα καὶ συνεστάλησαν οἱ υἱοὶ αμμων ἀπὸ προσώπου υἱῶν ισραηλ
1134καὶ ἦλθεν ιεφθαε εἰς μασσηφα εἰς τὸν οἶκον αὐτοῦ καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς καὶ ἦν αὕτη μονογενής οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ
1135καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν ἆ ἆ θυγάτηρ μου ταραχῇ ἐτάραξάς με καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σοῦ τὸ στόμα μου πρὸς κύριον καὶ οὐ δυνήσομαι ἐπιστρέψαι
1136ἡ δὲ εἶπεν πρὸς αὐτόν πάτερ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον ποίησόν μοι ὃν τρόπον ἐξῆλθεν ἐκ στόματός σου ἐν τῷ ποιῆσαί σοι κύριον ἐκδίκησιν ἀπὸ τῶν ἐχθρῶν σου ἀπὸ υἱῶν αμμων
1137καὶ ἥδε εἶπεν πρὸς τὸν πατέρα αὐτῆς ποιησάτω δὴ ὁ πατήρ μου τὸν λόγον τοῦτον ἔασόν με δύο μῆνας καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου
1138καὶ εἶπεν πορεύου καὶ ἀπέστειλεν αὐτὴν δύο μῆνας καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη
1139καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν καὶ ἐπέστρεψεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ἐποίησεν ἐν αὐτῇ τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα καὶ ἐγένετο εἰς πρόσταγμα ἐν ισραηλ
1140ἀπὸ ἡμερῶν εἰς ἡμέρας ἐπορεύοντο θυγατέρες ισραηλ θρηνεῖν τὴν θυγατέρα ιεφθαε γαλααδ ἐπὶ τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ
121καὶ ἐβόησεν ἀνὴρ εφραιμ καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς ιεφθαε διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί
122καὶ εἶπεν ιεφθαε πρὸς αὐτούς ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ αμμων σφόδρα καὶ ἐβόησα ὑμᾶς καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν
123καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς αμμων καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ εἰς τί ἀνέβητε ἐπ' ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί
124καὶ συνέστρεψεν ιεφθαε τοὺς πάντας ἄνδρας γαλααδ καὶ παρετάξατο τῷ εφραιμ καὶ ἐπάταξαν ἄνδρες γαλααδ τὸν εφραιμ ὅτι εἶπαν οἱ διασῳζόμενοι τοῦ εφραιμ ὑμεῖς γαλααδ ἐν μέσῳ τοῦ εφραιμ καὶ ἐν μέσῳ τοῦ μανασση
125καὶ προκατελάβετο γαλααδ τὰς διαβάσεις τοῦ ιορδάνου τοῦ εφραιμ καὶ εἶπαν αὐτοῖς οἱ διασῳζόμενοι εφραιμ διαβῶμεν καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες γαλααδ μὴ εφραθίτης εἶ καὶ εἶπεν οὔ
126καὶ εἶπαν αὐτῷ εἰπὸν δὴ στάχυς καὶ οὐ κατεύθυνεν τοῦ λαλῆσαι οὕτως καὶ ἐπελάβοντο αὐτοῦ καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ ιορδάνου καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ εφραιμ τεσσαράκοντα δύο χιλιάδες
127καὶ ἔκρινεν ιεφθαε τὸν ισραηλ ἑξήκοντα ἔτη καὶ ἀπέθανεν ιεφθαε ὁ γαλααδίτης καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν γαλααδ
128καὶ ἔκρινεν μετ' αὐτὸν τὸν ισραηλ αβαισαν ἀπὸ βαιθλεεμ
129καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἃς ἐξαπέστειλεν ἔξω καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν καὶ ἔκρινεν τὸν ισραηλ ἑπτὰ ἔτη
1210καὶ ἀπέθανεν αβαισαν καὶ ἐτάφη ἐν βαιθλεεμ
1211καὶ ἔκρινεν μετ' αὐτὸν τὸν ισραηλ αιλωμ ὁ ζαβουλωνίτης δέκα ἔτη
1212καὶ ἀπέθανεν αιλωμ ὁ ζαβουλωνίτης καὶ ἐτάφη ἐν αιλωμ ἐν γῇ ζαβουλων
1213καὶ ἔκρινεν μετ' αὐτὸν τὸν ισραηλ αβδων υἱὸς ελληλ ὁ φαραθωνίτης
1214καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους καὶ ἔκρινεν τὸν ισραηλ ὀκτὼ ἔτη
1215καὶ ἀπέθανεν αβδων υἱὸς ελληλ ὁ φαραθωνίτης καὶ ἐτάφη ἐν φαραθωμ ἐν γῇ εφραιμ ἐν ὄρει τοῦ αμαληκ
131καὶ προσέθηκαν οἱ υἱοὶ ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ φυλιστιιμ τεσσαράκοντα ἔτη
132καὶ ἦν ἀνὴρ εἷς ἀπὸ σαραα ἀπὸ δήμου συγγενείας τοῦ δανι καὶ ὄνομα αὐτῷ μανωε καὶ γυνὴ αὐτῷ στεῖρα καὶ οὐκ ἔτεκεν
133καὶ ὤφθη ἄγγελος κυρίου πρὸς τὴν γυναῖκα καὶ εἶπεν πρὸς αὐτήν ἰδοὺ σὺ στεῖρα καὶ οὐ τέτοκας καὶ συλλήμψῃ υἱόν
134καὶ νῦν φύλαξαι δὴ καὶ μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον
135ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὅτι ναζιρ θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς κοιλίας καὶ αὐτὸς ἄρξεται τοῦ σῶσαι τὸν ισραηλ ἐκ χειρὸς φυλιστιιμ
136καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ αὐτῆς λέγουσα ἄνθρωπος θεοῦ ἦλθεν πρός με καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου θεοῦ φοβερὸν σφόδρα καὶ οὐκ ἠρώτησα αὐτόν πόθεν ἐστίν καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι
137καὶ εἶπέν μοι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν καὶ νῦν μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον ὅτι ἅγιον θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ
138καὶ προσηύξατο μανωε πρὸς κύριον καὶ εἶπεν ἐν ἐμοί κύριε αδωναιε τὸν ἄνθρωπον τοῦ θεοῦ ὃν ἀπέστειλας ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς καὶ συμβιβασάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδίῳ τῷ τικτομένῳ
139καὶ εἰσήκουσεν ὁ θεὸς τῆς φωνῆς μανωε καὶ ἦλθεν ὁ ἄγγελος τοῦ θεοῦ ἔτι πρὸς τὴν γυναῖκα καὶ αὕτη ἐκάθητο ἐν ἀγρῷ καὶ μανωε ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετ' αὐτῆς
1310καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἔδραμεν καὶ ἀνήγγειλεν τῷ ἀνδρὶ αὐτῆς καὶ εἶπεν πρὸς αὐτόν ἰδοὺ ὦπται πρός με ὁ ἀνήρ ὃς ἦλθεν ἐν ἡμέρᾳ πρός με
1311καὶ ἀνέστη καὶ ἐπορεύθη μανωε ὀπίσω τῆς γυναικὸς αὐτοῦ καὶ ἦλθεν πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ εἰ σὺ εἶ ὁ ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναῖκα καὶ εἶπεν ὁ ἄγγελος ἐγώ
1312καὶ εἶπεν μανωε νῦν ἐλεύσεται ὁ λόγος σου τίς ἔσται κρίσις τοῦ παιδίου καὶ τὰ ποιήματα αὐτοῦ
1313καὶ εἶπεν ὁ ἄγγελος κυρίου πρὸς μανωε ἀπὸ πάντων ὧν εἴρηκα πρὸς τὴν γυναῖκα φυλάξεται
1314ἀπὸ παντός ὃ ἐκπορεύεται ἐξ ἀμπέλου τοῦ οἴνου οὐ φάγεται καὶ οἶνον καὶ σικερα μέθυσμα μὴ πιέτω καὶ πᾶν ἀκάθαρτον μὴ φαγέτω πάντα ὅσα ἐνετειλάμην αὐτῇ φυλάξεται
1315καὶ εἶπεν μανωε πρὸς τὸν ἄγγελον κυρίου κατάσχωμεν ὧδέ σε καὶ ποιήσωμεν ἐνώπιόν σου ἔριφον αἰγῶν
1316καὶ εἶπεν ὁ ἄγγελος κυρίου πρὸς μανωε ἐὰν κατάσχῃς με οὐ φάγομαι ἀπὸ τῶν ἄρτων σου καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα τῷ κυρίῳ ἀνοίσεις αὐτό ὅτι οὐκ ἔγνω μανωε ὅτι ἄγγελος κυρίου αὐτός
1317καὶ εἶπεν μανωε πρὸς τὸν ἄγγελον κυρίου τί τὸ ὄνομά σοι ὅτι ἔλθοι τὸ ῥῆμά σου καὶ δοξάσομέν σε
1318καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος κυρίου εἰς τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου καὶ αὐτό ἐστιν θαυμαστόν
1319καὶ ἔλαβεν μανωε τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ κυρίῳ καὶ διεχώρισεν ποιῆσαι καὶ μανωε καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες
1320καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάνω τοῦ θυσιαστηρίου ἕως τοῦ οὐρανοῦ καὶ ἀνέβη ὁ ἄγγελος κυρίου ἐν τῇ φλογὶ τοῦ θυσιαστηρίου καὶ μανωε καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν
1321καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος κυρίου ὀφθῆναι πρὸς μανωε καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ τότε ἔγνω μανωε ὅτι ἄγγελος κυρίου οὗτος
1322καὶ εἶπεν μανωε πρὸς τὴν γυναῖκα αὐτοῦ θανάτῳ ἀποθανούμεθα ὅτι θεὸν εἴδομεν
1323καὶ εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ εἰ ἤθελεν ὁ κύριος θανατῶσαι ἡμᾶς οὐκ ἂν ἔλαβεν ἐκ χειρὸς ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν καὶ οὐκ ἂν ἔδειξεν ἡμῖν ταῦτα πάντα καὶ καθὼς καιρὸς οὐκ ἂν ἠκούτισεν ἡμᾶς ταῦτα
1324καὶ ἔτεκεν ἡ γυνὴ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ σαμψων καὶ ἡδρύνθη τὸ παιδάριον καὶ εὐλόγησεν αὐτὸ κύριος
1325καὶ ἤρξατο πνεῦμα κυρίου συνεκπορεύεσθαι αὐτῷ ἐν παρεμβολῇ δαν καὶ ἀνὰ μέσον σαραα καὶ ἀνὰ μέσον εσθαολ
141καὶ κατέβη σαμψων εἰς θαμναθα καὶ εἶδεν γυναῖκα εἰς θαμναθα ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων
142καὶ ἀνέβη καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν γυναῖκα ἑόρακα ἐν θαμναθα ἀπὸ τῶν θυγατέρων φυλιστιιμ καὶ νῦν λάβετε αὐτὴν ἐμοὶ εἰς γυναῖκα
143καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ μὴ οὔκ εἰσιν θυγατέρες τῶν ἀδελφῶν σου καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνή ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων καὶ εἶπεν σαμψων πρὸς τὸν πατέρα αὐτοῦ ταύτην λαβέ μοι ὅτι αὕτη εὐθεῖα ἐν ὀφθαλμοῖς μου
144καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ κυρίου ἐστίν ὅτι ἐκδίκησιν αὐτὸς ζητεῖ ἐκ τῶν ἀλλοφύλων καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν ισραηλ
145καὶ κατέβη σαμψων καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς θαμναθα καὶ ἦλθεν ἕως τοῦ ἀμπελῶνος θαμναθα καὶ ἰδοὺ σκύμνος λέοντος ὠρυόμενος εἰς συνάντησιν αὐτοῦ
146καὶ ἥλατο ἐπ' αὐτὸν πνεῦμα κυρίου καὶ συνέτριψεν αὐτόν ὡσεὶ συντρίψει ἔριφον καὶ οὐδὲν ἦν ἐν ταῖς χερσὶν αὐτοῦ καὶ οὐκ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ ὃ ἐποίησεν
147καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς σαμψων
148καὶ ὑπέστρεψεν μεθ' ἡμέρας λαβεῖν αὐτὴν καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος καὶ ἰδοὺ συναγωγὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι
149καὶ ἐξεῖλεν αὐτὸ εἰς χεῖρας αὐτοῦ καὶ ἐπορεύετο πορευόμενος καὶ ἐσθίων καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς καὶ ἔφαγον καὶ οὐκ ἀπήγγειλεν αὐτοῖς ὅτι ἀπὸ τοῦ στόματος τοῦ λέοντος ἐξεῖλεν τὸ μέλι
1410καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα καὶ ἐποίησεν ἐκεῖ σαμψων πότον ἑπτὰ ἡμέρας ὅτι οὕτως ποιοῦσιν οἱ νεανίσκοι
1411καὶ ἐγένετο ὅτε εἶδον αὐτόν καὶ ἔλαβον τριάκοντα κλητούς καὶ ἦσαν μετ' αὐτοῦ
1412καὶ εἶπεν αὐτοῖς σαμψων πρόβλημα ὑμῖν προβάλλομαι ἐὰν ἀπαγγέλλοντες ἀπαγγείλητε αὐτὸ ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου καὶ εὕρητε δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων
1413καὶ ἐὰν μὴ δύνησθε ἀπαγγεῖλαί μοι δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα ὀθόνια καὶ τριάκοντα ἀλλασσομένας στολὰς ἱματίων καὶ εἶπαν αὐτῷ προβαλοῦ τὸ πρόβλημα καὶ ἀκουσόμεθα αὐτό
1414καὶ εἶπεν αὐτοῖς τί βρωτὸν ἐξῆλθεν ἐκ βιβρώσκοντος καὶ ἀπὸ ἰσχυροῦ γλυκύ καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας
1415καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ σαμψων ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα μήποτε κατακαύσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί ἦ ἐκβιάσαι ἡμᾶς κεκλήκατε
1416καὶ ἔκλαυσεν ἡ γυνὴ σαμψων πρὸς αὐτὸν καὶ εἶπεν πλὴν μεμίσηκάς με καὶ οὐκ ἠγάπησάς με ὅτι τὸ πρόβλημα ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου οὐκ ἀπήγγειλάς μοι καὶ εἶπεν αὐτῇ σαμψων εἰ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγελκα σοὶ ἀπαγγείλω
1417καὶ ἔκλαυσεν πρὸς αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας ἃς ἦν αὐτοῖς ὁ πότος καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ ὅτι παρενώχλησεν αὐτῷ καὶ αὐτὴ ἀπήγγειλεν τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς
1418καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον τί γλυκύτερον μέλιτος καὶ τί ἰσχυρότερον λέοντος καὶ εἶπεν αὐτοῖς σαμψων εἰ μὴ ἠροτριάσατε ἐν τῇ δαμάλει μου οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου
1419καὶ ἥλατο ἐπ' αὐτὸν πνεῦμα κυρίου καὶ κατέβη εἰς ἀσκαλῶνα καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰ ἱμάτια αὐτῶν καὶ ἔδωκεν τὰς στολὰς τοῖς ἀπαγγείλασιν τὸ πρόβλημα καὶ ὠργίσθη θυμῷ σαμψων καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ
1420καὶ ἐγένετο ἡ γυνὴ σαμψων ἑνὶ τῶν φίλων αὐτοῦ ὧν ἐφιλίασεν
151καὶ ἐγένετο μεθ' ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐπεσκέψατο σαμψων τὴν γυναῖκα αὐτοῦ ἐν ἐρίφῳ αἰγῶν καὶ εἶπεν εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου εἰς τὸ ταμιεῖον καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν
152καὶ εἶπεν ὁ πατὴρ αὐτῆς λέγων εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν καὶ ἔδωκα αὐτὴν ἑνὶ τῶν ἐκ τῶν φίλων σου μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα αὐτῆς ἀγαθωτέρα ὑπὲρ αὐτήν ἔστω δή σοι ἀντὶ αὐτῆς
153καὶ εἶπεν αὐτοῖς σαμψων ἠθῴωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων ὅτι ποιῶ ἐγὼ μετ' αὐτῶν πονηρίαν
154καὶ ἐπορεύθη σαμψων καὶ συνέλαβεν τριακοσίας ἀλώπεκας καὶ ἔλαβεν λαμπάδας καὶ ἐπέστρεψεν κέρκον πρὸς κέρκον καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τῶν δύο κέρκων καὶ ἔδησεν
155καὶ ἐξέκαυσεν πῦρ ἐν ταῖς λαμπάσιν καὶ ἐξαπέστειλεν ἐν τοῖς στάχυσιν τῶν ἀλλοφύλων καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας
156καὶ εἶπαν οἱ ἀλλόφυλοι τίς ἐποίησεν ταῦτα καὶ εἶπαν σαμψων ὁ νυμφίος τοῦ θαμνι ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν φίλων αὐτοῦ καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί
157καὶ εἶπεν αὐτοῖς σαμψων ἐὰν ποιήσητε οὕτως ταύτην ὅτι εἰ μὴν ἐκδικήσω ἐν ὑμῖν καὶ ἔσχατον κοπάσω
158καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρὸν πληγὴν μεγάλην καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλιᾷ τῆς πέτρας ηταμ
159καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενέβαλον ἐν ιουδα καὶ ἐξερρίφησαν ἐν λευι
1510καὶ εἶπαν ἀνὴρ ιουδα εἰς τί ἀνέβητε ἐφ' ἡμᾶς καὶ εἶπον οἱ ἀλλόφυλοι δῆσαι τὸν σαμψων ἀνέβημεν καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν
1511καὶ κατέβησαν τρισχίλιοι ἄνδρες ἀπὸ ιουδα εἰς τρυμαλιὰν πέτρας ηταμ καὶ εἶπαν τῷ σαμψων οὐκ οἶδας ὅτι κυριεύουσιν οἱ ἀλλόφυλοι ἡμῶν καὶ τί τοῦτο ἐποίησας ἡμῖν καὶ εἶπεν αὐτοῖς σαμψων ὃν τρόπον ἐποίησάν μοι οὕτως ἐποίησα αὐτοῖς
1512καὶ εἶπαν αὐτῷ δῆσαί σε κατέβημεν τοῦ δοῦναί σε ἐν χειρὶ ἀλλοφύλων καὶ εἶπεν αὐτοῖς σαμψων ὀμόσατέ μοι μήποτε συναντήσητε ἐν ἐμοὶ ὑμεῖς
1513καὶ εἶπον αὐτῷ λέγοντες οὐχί ὅτι ἀλλ' ἢ δεσμῷ δήσομέν σε καὶ παραδώσομέν σε ἐν χειρὶ αὐτῶν καὶ θανάτῳ οὐ θανατώσομέν σε καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις καινοῖς καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τῆς πέτρας ἐκείνης
1514καὶ ἦλθον ἕως σιαγόνος καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ καὶ ἥλατο ἐπ' αὐτὸν πνεῦμα κυρίου καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον ὃ ἐξεκαύθη ἐν πυρί καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ
1515καὶ εὗρεν σιαγόνα ὄνου ἐκρεριμμένην καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας
1516καὶ εἶπεν σαμψων ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς ὅτι ἐν τῇ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας
1517καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν καὶ ἔρριψεν τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον ἀναίρεσις σιαγόνος
1518καὶ ἐδίψησεν σφόδρα καὶ ἔκλαυσεν πρὸς κύριον καὶ εἶπεν σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην καὶ νῦν ἀποθανοῦμαι τῷ δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων
1519καὶ ἔρρηξεν ὁ θεὸς τὸν λάκκον τὸν ἐν τῇ σιαγόνι καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδωρ καὶ ἔπιεν καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτοῦ καὶ ἔζησεν διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς πηγὴ τοῦ ἐπικαλουμένου ἥ ἐστιν ἐν σιαγόνι ἕως τῆς ἡμέρας ταύτης
1520καὶ ἔκρινεν τὸν ισραηλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσι ἔτη
161καὶ ἐπορεύθη σαμψων εἰς γάζαν καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλθεν πρὸς αὐτήν
162καὶ ἀνηγγέλη τοῖς γαζαίοις λέγοντες ἥκει σαμψων ὧδε καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν ἐπ' αὐτὸν ὅλην τὴν νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες ἕως διαφαύσῃ ὁ ὄρθρος καὶ φονεύσωμεν αὐτόν
163καὶ ἐκοιμήθη σαμψων ἕως μεσονυκτίου καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτὸς καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἔθηκεν ἐπ' ὤμων αὐτοῦ καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους τοῦ ἐπὶ προσώπου χεβρων καὶ ἔθηκεν αὐτὰ ἐκεῖ
164καὶ ἐγένετο μετὰ τοῦτο καὶ ἠγάπησεν γυναῖκα ἐν αλσωρηχ καὶ ὄνομα αὐτῇ δαλιδα
165καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ ἀπάτησον αὐτὸν καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα αὐτῷ καὶ δήσομεν αὐτὸν τοῦ ταπεινῶσαι αὐτόν καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου
166καὶ εἶπεν δαλιδα πρὸς σαμψων ἀπάγγειλον δή μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε
167καὶ εἶπεν πρὸς αὐτὴν σαμψων ἐὰν δήσωσίν με ἐν ἑπτὰ νευρέαις ὑγραῖς μὴ διεφθαρμέναις καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων
168καὶ ἀνήνεγκαν αὐτῇ οἱ ἄρχοντες τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ διεφθαρμένας καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς
169καὶ τὸ ἔνεδρον αὐτῇ ἐκάθητο ἐν τῷ ταμιείῳ καὶ εἶπεν αὐτῷ ἀλλόφυλοι ἐπὶ σέ σαμψων καὶ διέσπασεν τὰς νευρέας ὡς εἴ τις ἀποσπάσοι στρέμμα στιππύου ἐν τῷ ὀσφρανθῆναι αὐτὸ πυρός καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ
1610καὶ εἶπεν δαλιδα πρὸς σαμψων ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρός με ψευδῆ νῦν οὖν ἀνάγγειλόν μοι ἐν τίνι δεθήσῃ
1611καὶ εἶπεν πρὸς αὐτήν ἐὰν δεσμεύοντες δήσωσίν με ἐν καλωδίοις καινοῖς οἷς οὐκ ἐγένετο ἐν αὐτοῖς ἔργον καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων
1612καὶ ἔλαβεν δαλιδα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς καὶ τὰ ἔνεδρα ἐξῆλθεν ἐκ τοῦ ταμιείου καὶ εἶπεν ἀλλόφυλοι ἐπὶ σέ σαμψων καὶ διέσπασεν αὐτὰ ἀπὸ βραχιόνων αὐτοῦ ὡς σπαρτίον
1613καὶ εἶπεν δαλιδα πρὸς σαμψων ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρὸς ἐμὲ ψευδῆ ἀπάγγειλον δή μοι ἐν τίνι δεθήσῃ καὶ εἶπεν πρὸς αὐτήν ἐὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου σὺν τῷ διάσματι καὶ ἐγκρούσῃς τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενής
1614καὶ ἐγένετο ἐν τῷ κοιμᾶσθαι αὐτὸν καὶ ἔλαβεν δαλιδα τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ὕφανεν ἐν τῷ διάσματι καὶ ἔπηξεν τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ εἶπεν ἀλλόφυλοι ἐπὶ σέ σαμψων καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξῆρεν τὸν πάσσαλον τοῦ ὑφάσματος ἐκ τοῦ τοίχου
1615καὶ εἶπεν δαλιδα πρὸς σαμψων πῶς λέγεις ἠγάπηκά σε καὶ οὐκ ἔστιν ἡ καρδία σου μετ' ἐμοῦ τοῦτο τρίτον ἐπλάνησάς με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη
1616καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτῆς πάσας τὰς ἡμέρας καὶ ἐστενοχώρησεν αὐτόν καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν
1617καὶ ἀνήγγειλεν αὐτῇ τὴν πᾶσαν καρδίαν αὐτοῦ καὶ εἶπεν αὐτῇ σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου ὅτι ἅγιος θεοῦ ἐγώ εἰμι ἀπὸ κοιλίας μητρός μου ἐὰν οὖν ξυρήσωμαι ἀποστήσεται ἀπ' ἐμοῦ ἡ ἰσχύς μου καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι
1618καὶ εἶδεν δαλιδα ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν τοὺς ἄρχοντας τῶν ἀλλοφύλων λέγουσα ἀνάβητε ἔτι τὸ ἅπαξ τοῦτο ὅτι ἀπήγγειλέν μοι τὴν πᾶσαν καρδίαν αὐτοῦ καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτῶν
1619καὶ ἐκοίμισεν δαλιδα τὸν σαμψων ἐπὶ τὰ γόνατα αὐτῆς καὶ ἐκάλεσεν ἄνδρα καὶ ἐξύρησεν τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ἤρξατο ταπεινῶσαι αὐτόν καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ' αὐτοῦ
1620καὶ εἶπεν δαλιδα ἀλλόφυλοι ἐπὶ σέ σαμψων καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἐκτιναχθήσομαι καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ἀπέστη ὁ κύριος ἀπάνωθεν αὐτοῦ
1621καὶ ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι καὶ ἐξέκοψαν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ κατήνεγκαν αὐτὸν εἰς γάζαν καὶ ἐπέδησαν αὐτὸν ἐν πέδαις χαλκείαις καὶ ἦν ἀλήθων ἐν οἴκῳ τοῦ δεσμωτηρίου
1622καὶ ἤρξατο θρὶξ τῆς κεφαλῆς αὐτοῦ βλαστάνειν καθὼς ἐξυρήσατο
1623καὶ οἱ ἄρχοντες τῶν ἀλλοφύλων συνήχθησαν θῦσαι θυσίασμα μέγα τῷ δαγων θεῷ αὐτῶν καὶ εὐφρανθῆναι καὶ εἶπαν ἔδωκεν ὁ θεὸς ἐν χειρὶ ἡμῶν τὸν σαμψων τὸν ἐχθρὸν ἡμῶν
1624καὶ εἶδαν αὐτὸν ὁ λαὸς καὶ ὕμνησαν τὸν θεὸν αὐτῶν ὅτι παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν τὸν ἐρημοῦντα τὴν γῆν ἡμῶν καὶ ὃς ἐπλήθυνεν τοὺς τραυματίας ἡμῶν
1625καὶ ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν καὶ εἶπαν καλέσατε τὸν σαμψων ἐξ οἴκου φυλακῆς καὶ παιξάτω ἐνώπιον ἡμῶν καὶ ἐκάλεσαν τὸν σαμψων ἀπὸ οἴκου δεσμωτηρίου καὶ ἔπαιζεν ἐνώπιον αὐτῶν καὶ ἐρράπιζον αὐτὸν καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν κιόνων
1626καὶ εἶπεν σαμψων πρὸς τὸν νεανίαν τὸν κρατοῦντα τὴν χεῖρα αὐτοῦ ἄφες με καὶ ψηλαφήσω τοὺς κίονας ἐφ' οἷς ὁ οἶκος στήκει ἐπ' αὐτούς καὶ ἐπιστηριχθήσομαι ἐπ' αὐτούς
1627καὶ ὁ οἶκος πλήρης τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν καὶ ἐκεῖ πάντες οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ ἐπὶ τὸ δῶμα ὡς ἑπτακόσιοι ἄνδρες καὶ γυναῖκες οἱ θεωροῦντες ἐν παιγνίαις σαμψων
1628καὶ ἔκλαυσεν σαμψων πρὸς κύριον καὶ εἶπεν αδωναιε κύριε μνήσθητι δή μου νῦν καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο θεέ καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις
1629καὶ περιέλαβεν σαμψων τοὺς δύο κίονας τοῦ οἴκου ἐφ' οὓς ὁ οἶκος εἱστήκει καὶ ἐπεστηρίχθη ἐπ' αὐτοὺς καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα τῇ ἀριστερᾷ αὐτοῦ
1630καὶ εἶπεν σαμψων ἀποθανέτω ψυχή μου μετὰ ἀλλοφύλων καὶ ἐβάσταξεν ἐν ἰσχύι καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ καὶ ἦσαν οἱ τεθνηκότες οὓς ἐθανάτωσεν σαμψων ἐν τῷ θανάτῳ αὐτοῦ πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ
1631καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον σαραα καὶ ἀνὰ μέσον εσθαολ ἐν τῷ τάφῳ μανωε τοῦ πατρὸς αὐτοῦ καὶ αὐτὸς ἔκρινεν τὸν ισραηλ εἴκοσι ἔτη
171καὶ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους εφραιμ καὶ ὄνομα αὐτῷ μιχαιας
172καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ οἱ χίλιοι καὶ ἑκατόν οὓς ἔλαβες ἀργυρίου σεαυτῇ καί με ἠράσω καὶ προσεῖπας ἐν ὠσί μου ἰδοὺ τὸ ἀργύριον παρ' ἐμοί ἐγὼ ἔλαβον αὐτό καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ εὐλογητὸς ὁ υἱός μου τῷ κυρίῳ
173καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ ἁγιάζουσα ἡγίακα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν καὶ νῦν ἀποδώσω σοι αὐτό
174καὶ ἀπέδωκεν τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν καὶ ἐγενήθη ἐν οἴκῳ μιχαια
175καὶ ὁ οἶκος μιχαια αὐτῷ οἶκος θεοῦ καὶ ἐποίησεν εφωδ καὶ θαραφιν καὶ ἐπλήρωσεν τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα
176ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ισραηλ ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει
177καὶ ἐγενήθη νεανίας ἐκ βηθλεεμ δήμου ιουδα καὶ αὐτὸς λευίτης καὶ οὗτος παρῴκει ἐκεῖ
178καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ βηθλεεμ τῆς πόλεως ιουδα παροικῆσαι ἐν ᾧ ἐὰν εὕρῃ τόπῳ καὶ ἦλθεν ἕως ὄρους εφραιμ καὶ ἕως οἴκου μιχαια τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ
179καὶ εἶπεν αὐτῷ μιχαιας πόθεν ἔρχῃ καὶ εἶπεν πρὸς αὐτόν λευίτης εἰμὶ ἀπὸ βαιθλεεμ ιουδα καὶ ἐγὼ πορεύομαι παροικῆσαι ἐν ᾧ ἐὰν εὕρω τόπῳ
1710καὶ εἶπεν αὐτῷ μιχαιας κάθου μετ' ἐμοῦ καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου καὶ ἐπορεύθη ὁ λευίτης
1711καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί καὶ ἐγενήθη ὁ νεανίας παρ' αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν αὐτοῦ
1712καὶ ἐπλήρωσεν μιχαιας τὴν χεῖρα τοῦ λευίτου καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα καὶ ἐγένετο ἐν οἴκῳ μιχαια
1713καὶ εἶπεν μιχαιας νῦν ἔγνων ὅτι ἀγαθυνεῖ κύριος ἐμοί ὅτι ἐγένετό μοι ὁ λευίτης εἰς ἱερέα
181ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ισραηλ καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ δαν ἐζήτει αὑτῇ κληρονομίαν κατοικῆσαι ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν ισραηλ κληρονομία
182καὶ ἀπέστειλαν οἱ υἱοὶ δαν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ σαραα καὶ ἀπὸ εσθαολ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν καὶ ἦλθον ἕως ὄρους εφραιμ ἕως οἴκου μιχαια καὶ ηὐλίσθησαν ἐκεῖ
183αὐτοὶ ἐν οἴκῳ μιχαια καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ νεανίσκου τοῦ λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ τίς ἤνεγκέν σε ὧδε καὶ τί σὺ ποιεῖς ἐν τῷ τόπῳ τούτῳ καὶ τί σοι ὧδε
184καὶ εἶπεν πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐποίησέν μοι μιχαιας καὶ ἐμισθώσατό με καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα
185καὶ εἶπαν αὐτῷ ἐρώτησον δὴ ἐν τῷ θεῷ καὶ γνωσόμεθα εἰ εὐοδωθήσεται ἡ ὁδὸς ἡμῶν ἐν ᾗ ἡμεῖς πορευόμεθα ἐν αὐτῇ
186καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς πορεύεσθε ἐν εἰρήνῃ ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμῶν ἐν ᾗ πορεύεσθε ἐν αὐτῇ
187καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς λαισα καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ' ἐλπίδι ὡς κρίσις σιδωνίων ἡσυχάζουσα καὶ οὐκ ἔστιν διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ κληρονόμος ἐκπιέζων θησαυροῦ καὶ μακράν εἰσιν σιδωνίων καὶ λόγον οὐκ ἔχουσιν πρὸς ἄνθρωπον
188καὶ ἦλθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς σαραα καὶ εσθαολ καὶ εἶπον τοῖς ἀδελφοῖς αὐτῶν τί ὑμεῖς κάθησθε
189καὶ εἶπαν ἀνάστητε καὶ ἀναβῶμεν ἐπ' αὐτούς ὅτι εἴδομεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα καὶ ὑμεῖς ἡσυχάζετε μὴ ὀκνήσητε τοῦ πορευθῆναι καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν
1810καὶ ἡνίκα ἂν ἔλθητε εἰσελεύσεσθε πρὸς λαὸν ἐπ' ἐλπίδι καὶ ἡ γῆ πλατεῖα ὅτι ἔδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν τόπος ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος τῶν ἐν τῇ γῇ
1811καὶ ἀπῆραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ δαν ἀπὸ σαραα καὶ ἀπὸ εσθαολ ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως
1812καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν καριαθιαριμ ἐν ιουδα διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ παρεμβολὴ δαν ἕως τῆς ἡμέρας ταύτης ἰδοὺ ὀπίσω καριαθιαριμ
1813καὶ παρῆλθον ἐκεῖθεν ὄρος εφραιμ καὶ ἦλθον ἕως οἴκου μιχαια
1814καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πεπορευμένοι κατασκέψασθαι τὴν γῆν λαισα καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν ἔγνωτε ὅτι ἔστιν ἐν τῷ οἴκῳ τούτῳ εφωδ καὶ θεραφιν καὶ γλυπτὸν καὶ χωνευτόν καὶ νῦν γνῶτε ὅ τι ποιήσετε
1815καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ νεανίσκου τοῦ λευίτου οἶκον μιχαια καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην
1816καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τῆς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης οἱ ἐκ τῶν υἱῶν δαν
1817καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν
1818καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον μιχαια καὶ ὁ ἱερεὺς ἑστώς καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφωδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱερεύς τί ὑμεῖς ποιεῖτε
1819καὶ εἶπαν αὐτῷ κώφευσον ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ δεῦρο μεθ' ἡμῶν καὶ γενοῦ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα μὴ ἀγαθὸν εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γενέσθαι σε ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον ισραηλ
1820καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως καὶ ἔλαβεν τὸ εφωδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ
1821καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπροσθεν αὐτῶν
1822αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου μιχαια καὶ ἰδοὺ μιχαιας καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου μιχαια ἐβόησαν καὶ κατελάβοντο τοὺς υἱοὺς δαν
1823καὶ ἐπέστρεψαν τὸ πρόσωπον αὐτῶν υἱοὶ δαν καὶ εἶπαν τῷ μιχαια τί ἐστίν σοι ὅτι ἐβόησας
1824καὶ εἶπεν μιχαιας ὅτι τὸ γλυπτόν μου ὃ ἐποίησα ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἐπορεύθητε καὶ τί ἐμοὶ ἔτι καὶ τί τοῦτο λέγετε πρός με τί κράζεις
1825καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ δαν μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ' ἡμῶν μήποτε συναντήσωσιν ἐν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ καὶ προσθήσουσιν ψυχὴν καὶ τὴν ψυχὴν τοῦ οἴκου σου
1826καὶ ἐπορεύθησαν οἱ υἱοὶ δαν εἰς ὁδὸν αὐτῶν καὶ εἶδεν μιχαιας ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν καὶ ἐπόστρεψεν εἰς τὸν οἶκον αὐτοῦ
1827καὶ οἱ υἱοὶ δαν ἔλαβον ὃ ἐποίησεν μιχαιας καὶ τὸν ἱερέα ὃς ἦν αὐτῷ καὶ ἦλθον ἐπὶ λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπ' ἐλπίδι καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί
1828καὶ οὐκ ἦν ὁ ῥυόμενος ὅτι μακράν ἐστιν ἀπὸ σιδωνίων καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου ρααβ καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτῇ
1829καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως δαν ἐν ὀνόματι δαν πατρὸς αὐτῶν ὃς ἐτέχθη τῷ ισραηλ καὶ ουλαμαις τὸ ὄνομα τῆς πόλεως τὸ πρότερον
1830καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ δαν τὸ γλυπτόν καὶ ιωναθαμ υἱὸς γηρσομ υἱὸς μανασση αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ δαν ἕως ἡμέρας ἀποικίας τῆς γῆς
1831καὶ ἔθηκαν αὐτοῖς τὸ γλυπτόν ὃ ἐποίησεν μιχαιας πάσας τὰς ἡμέρας ἃς ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν σηλωμ
191καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις καὶ οὐκ ἦν βασιλεὺς ἐν ισραηλ καὶ ἐγένετο ἀνὴρ λευίτης παροικῶν ἐν μηροῖς ὄρους εφραιμ καὶ ἔλαβεν αὐτῷ γυναῖκα παλλακὴν ἀπὸ βηθλεεμ ιουδα
192καὶ ἐπορεύθη ἀπ' αὐτοῦ ἡ παλλακὴ αὐτοῦ καὶ ἀπῆλθεν παρ' αὐτοῦ εἰς οἶκον πατρὸς αὐτῆς εἰς βηθλεεμ ιουδα καὶ ἦν ἐκεῖ ἡμέρας τεσσάρων μηνῶν
193καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη ὀπίσω αὐτῆς τοῦ λαλῆσαι ἐπὶ καρδίαν αὐτῆς τοῦ ἐπιστρέψαι αὐτὴν αὐτῷ καὶ νεανίας αὐτοῦ μετ' αὐτοῦ καὶ ζεῦγος ὄνων καὶ ἥδε εἰσήνεγκεν αὐτὸν εἰς οἶκον πατρὸς αὐτῆς καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος καὶ ηὐφράνθη εἰς συνάντησιν αὐτοῦ
194καὶ κατέσχεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος καὶ ἐκάθισεν μετ' αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας καὶ ἔφαγον καὶ ἔπιον καὶ ηὐλίσθησαν ἐκεῖ
195καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωί καὶ ἀνέστη τοῦ πορευθῆναι καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν νυμφίον αὐτοῦ στήρισόν σου τὴν καρδίαν ψωμῷ ἄρτου καὶ μετὰ τοῦτο πορεύσεσθε
196καὶ ἐκάθισεν καὶ ἔφαγον οἱ δύο ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα ἄγε δὴ αὐλίσθητι καὶ ἀγαθυνθήσεται ἡ καρδία σου
197καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορεύεσθαι καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ καὶ ἐκάθισεν καὶ ηὐλίσθη ἐκεῖ
198καὶ ὤρθρισεν τὸ πρωὶ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ πορευθῆναι καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος στήρισον δὴ τὴν καρδίαν σου καὶ στράτευσον ἕως κλῖναι τὴν ἡμέραν καὶ ἔφαγον οἱ δύο
199καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορευθῆναι αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ ὁ νεανίας αὐτοῦ καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος ἰδοὺ δὴ ἠσθένησεν ἡ ἡμέρα εἰς τὴν ἑσπέραν αὐλίσθητι ὧδε καὶ ἀγαθυνθήσεται ἡ καρδία σου καὶ ὀρθριεῖτε αὔριον εἰς ὁδὸν ὑμῶν καὶ πορεύσῃ εἰς τὸ σκήνωμά σου
1910καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἦλθεν ἕως ἀπέναντι ιεβους αὕτη ἐστὶν ιερουσαλημ καὶ μετ' αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων καὶ ἡ παλλακὴ αὐτοῦ μετ' αὐτοῦ
1911καὶ ἤλθοσαν ἕως ιεβους καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα καὶ εἶπεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτοῦ δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν τοῦ ιεβουσι ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ
1912καὶ εἶπεν πρὸς αὐτὸν ὁ κύριος αὐτοῦ οὐκ ἐκκλινοῦμεν εἰς πόλιν ἀλλοτρίαν ἐν ᾗ οὐκ ἔστιν ἀπὸ υἱῶν ισραηλ ὧδε καὶ παρελευσόμεθα ἕως γαβαα
1913καὶ εἶπεν τῷ νεανίᾳ αὐτοῦ δεῦρο καὶ ἐγγίσωμεν ἑνὶ τῶν τόπων καὶ αὐλισθησόμεθα ἐν γαβαα ἢ ἐν ραμα
1914καὶ παρῆλθον καὶ ἐπορεύθησαν καὶ ἔδυ ὁ ἥλιος αὐτοῖς ἐχόμενα τῆς γαβαα ἥ ἐστιν τῷ βενιαμιν
1915καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεῖν αὐλισθῆναι ἐν γαβαα καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως καὶ οὐκ ἦν ἀνὴρ συνάγων αὐτοὺς εἰς οἰκίαν αὐλισθῆναι
1916καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης ἤρχετο ἐξ ἔργων αὐτοῦ ἐξ ἀγροῦ ἐν ἑσπέρᾳ καὶ ὁ ἀνὴρ ἦν ἐξ ὄρους εφραιμ καὶ αὐτὸς παρῴκει ἐν γαβαα καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ βενιαμιν
1917καὶ ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ὁδοιπόρον ἄνδρα ἐν τῇ πλατείᾳ τῆς πόλεως καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης ποῦ πορεύῃ καὶ πόθεν ἔρχῃ
1918καὶ εἶπεν πρὸς αὐτόν παραπορευόμεθα ἡμεῖς ἀπὸ βηθλεεμ ιουδα ἕως μηρῶν ὄρους εφραιμ ἐκεῖθεν ἐγώ εἰμι καὶ ἐπορεύθην ἕως βηθλεεμ ιουδα καὶ εἰς τὸν οἶκόν μου ἐγὼ πορεύομαι καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν
1919καί γε ἄχυρα καὶ χορτάσματά ἐστιν τοῖς ὄνοις ἡμῶν καὶ ἄρτοι καὶ οἶνός ἐστιν ἐμοὶ καὶ τῇ παιδίσκῃ καὶ τῷ νεανίσκῳ μετὰ τῶν παιδίων σου οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος
1920καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης εἰρήνη σοι πλὴν πᾶν ὑστέρημά σου ἐπ' ἐμέ πλὴν ἐν τῇ πλατείᾳ οὐ μὴ αὐλισθήσῃ
1921καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ καὶ τόπον ἐποίησεν τοῖς ὄνοις καὶ αὐτοὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον
1922αὐτοὶ δ' ἀγαθύνοντες καρδίαν αὐτῶν καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην λέγοντες ἐξένεγκε τὸν ἄνδρα ὃς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου ἵνα γνῶμεν αὐτόν
1923καὶ ἐξῆλθεν πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τοῦ οἴκου καὶ εἶπεν μή ἀδελφοί μὴ κακοποιήσητε δή μετὰ τὸ εἰσελθεῖν τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν μου μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην
1924ἰδὲ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ αὐτοῦ ἐξάξω αὐτάς καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν καὶ τῷ ἀνδρὶ τούτῳ οὐ ποιήσετε τὸ ῥῆμα τῆς ἀφροσύνης ταύτης
1925καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες τοῦ εἰσακοῦσαι αὐτοῦ καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιζον ἐν αὐτῇ ὅλην τὴν νύκτα ἕως πρωί καὶ ἐξαπέστειλαν αὐτήν ὡς ἀνέβη τὸ πρωί
1926καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον καὶ ἔπεσεν παρὰ τὴν θύραν τοῦ οἴκου οὗ ἦν αὐτῆς ἐκεῖ ὁ ἀνήρ ἕως τοῦ διαφῶσαι
1927καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας τοῦ οἴκου καὶ ἐξῆλθεν τοῦ πορευθῆναι τὴν ὁδὸν αὐτοῦ καὶ ἰδοὺ ἡ γυνὴ ἡ παλλακὴ αὐτοῦ πεπτωκυῖα παρὰ τὰς θύρας τοῦ οἴκου καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον
1928καὶ εἶπεν πρὸς αὐτήν ἀνάστα καὶ ἀπέλθωμεν καὶ οὐκ ἀπεκρίθη ὅτι ἦν νεκρά καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὸν ὄνον καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ
1929καὶ ἔλαβεν τὴν ῥομφαίαν καὶ ἐκράτησεν τὴν παλλακὴν αὐτοῦ καὶ ἐμέλισεν αὐτὴν εἰς δώδεκα μέλη καὶ ἀπέστειλεν αὐτὰ ἐν παντὶ ὁρίῳ ισραηλ
1930καὶ ἐγένετο πᾶς ὁ βλέπων ἔλεγεν οὐκ ἐγένετο καὶ οὐχ ἑόραται ὡς αὕτη ἀπὸ ἡμέρας ἀναβάσεως υἱῶν ισραηλ ἐκ γῆς αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης θέσθε ὑμῖν αὐτοὶ ἐπ' αὐτὴν βουλὴν καὶ λαλήσατε
201καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ ισραηλ καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ δαν καὶ ἕως βηρσαβεε καὶ γῆ τοῦ γαλααδ πρὸς κύριον εἰς μασσηφα
202καὶ ἐστάθησαν κατὰ πρόσωπον κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ ισραηλ ἐν ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ θεοῦ τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν ἕλκοντες ῥομφαίαν
203καὶ ἤκουσαν οἱ υἱοὶ βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ ισραηλ εἰς μασσηφα καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ ισραηλ λαλήσατε ποῦ ἐγένετο ἡ πονηρία αὕτη
204καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ λευίτης ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης καὶ εἶπεν εἰς γαβαα τῆς βενιαμιν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι
205καὶ ἀνέστησαν ἐπ' ἐμὲ οἱ ἄνδρες τῆς γαβαα καὶ ἐκύκλωσαν ἐπ' ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός ἐμὲ ἠθέλησαν φονεῦσαι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἀπέθανεν
206καὶ ἐκράτησα τὴν παλλακήν μου καὶ ἐμέλισα αὐτὴν καὶ ἀπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν ισραηλ ὅτι ἐποίησαν ζεμα καὶ ἀπόπτωμα ἐν ισραηλ
207ἰδοὺ πάντες ὑμεῖς υἱοὶ ισραηλ δότε ἑαυτοῖς λόγον καὶ βουλὴν ἐκεῖ
208καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς λέγοντες οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς οἶκον αὐτοῦ
209καὶ νῦν τοῦτο τὸ ῥῆμα ὃ ποιηθήσεται τῇ γαβαα ἀναβησόμεθα ἐπ' αὐτὴν ἐν κλήρῳ
2010πλὴν λημψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς ισραηλ καὶ ἑκατὸν τοῖς χιλίοις καὶ χιλίους τοῖς μυρίοις λαβεῖν ἐπισιτισμὸν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς γαβαα βενιαμιν ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα ὃ ἐποίησεν ἐν ισραηλ
2011καὶ συνήχθη πᾶς ἀνὴρ ισραηλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς
2012καὶ ἀπέστειλαν αἱ φυλαὶ ισραηλ ἄνδρας ἐν πάσῃ φυλῇ βενιαμιν λέγοντες τίς ἡ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν
2013καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν γαβαα καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ ισραηλ καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ βενιαμιν ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν ισραηλ
2014καὶ συνήχθησαν οἱ υἱοὶ βενιαμιν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς γαβαα ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς ισραηλ
2015καὶ ἐπεσκέπησαν οἱ υἱοὶ βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἴκοσι τρεῖς χιλιάδες ἀνὴρ ἕλκων ῥομφαίαν ἐκτὸς τῶν οἰκούντων τὴν γαβαα οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες ἐκλεκτοὶ
2016ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα καὶ οὐκ ἐξαμαρτάνοντες
2017καὶ ἀνὴρ ισραηλ ἐπεσκέπησαν ἐκτὸς τοῦ βενιαμιν τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν πάντες οὗτοι ἄνδρες παρατάξεως
2018καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς βαιθηλ καὶ ἠρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ ισραηλ τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς βενιαμιν καὶ εἶπεν κύριος ιουδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος
2019καὶ ἀνέστησαν οἱ υἱοὶ ισραηλ τὸ πρωὶ καὶ παρενέβαλον ἐπὶ γαβαα
2020καὶ ἐξῆλθον πᾶς ἀνὴρ ισραηλ εἰς παράταξιν πρὸς βενιαμιν καὶ συνῆψαν αὐτοῖς ἐπὶ γαβαα
2021καὶ ἐξῆλθον οἱ υἱοὶ βενιαμιν ἀπὸ τῆς γαβαα καὶ διέφθειραν ἐν ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν
2022καὶ ἐνίσχυσαν ἀνὴρ ισραηλ καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τῷ τόπῳ ὅπου συνῆψαν ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ
2023καὶ ἀνέβησαν οἱ υἱοὶ ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἠρώτησαν ἐν κυρίῳ λέγοντες εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς βενιαμιν ἀδελφοὺς ἡμῶν καὶ εἶπεν κύριος ἀνάβητε πρὸς αὐτούς
2024καὶ προσῆλθον οἱ υἱοὶ ισραηλ πρὸς υἱοὺς βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ
2025καὶ ἐξῆλθον οἱ υἱοὶ βενιαμιν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς γαβαα ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειραν ἀπὸ υἱῶν ισραηλ ἔτι ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν πάντες οὗτοι ἕλκοντες ῥομφαίαν
2026καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ ισραηλ καὶ πᾶς ὁ λαὸς καὶ ἦλθον εἰς βαιθηλ καὶ ἔκλαυσαν καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον κυρίου
2027ὅτι ἐκεῖ κιβωτὸς διαθήκης κυρίου τοῦ θεοῦ
2028καὶ φινεες υἱὸς ελεαζαρ υἱοῦ ααρων παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐπηρώτησαν οἱ υἱοὶ ισραηλ ἐν κυρίῳ λέγοντες εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς βενιαμιν ἀδελφοὺς ἡμῶν ἢ ἐπίσχωμεν καὶ εἶπεν κύριος ἀνάβητε ὅτι αὔριον δώσω αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν
2029καὶ ἔθηκαν οἱ υἱοὶ ισραηλ ἔνεδρα τῇ γαβαα κύκλῳ
2030καὶ ἀνέβησαν οἱ υἱοὶ ισραηλ πρὸς υἱοὺς βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ συνῆψαν πρὸς τὴν γαβαα ὡς ἅπαξ καὶ ἅπαξ
2031καὶ ἐξῆλθον οἱ υἱοὶ βενιαμιν εἰς συνάντησιν τοῦ λαοῦ καὶ ἐξεκενώθησαν τῆς πόλεως καὶ ἤρξαντο πατάσσειν ἀπὸ τοῦ λαοῦ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς ἥ ἐστιν μία ἀναβαίνουσα εἰς βαιθηλ καὶ μία εἰς γαβαα ἐν ἀγρῷ ὡς τριάκοντα ἄνδρας ἐν ισραηλ
2032καὶ εἶπαν οἱ υἱοὶ βενιαμιν πίπτουσιν ἐνώπιον ἡμῶν ὡς τὸ πρῶτον καὶ οἱ υἱοὶ ισραηλ εἶπον φύγωμεν καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τῆς πόλεως εἰς τὰς ὁδούς καὶ ἐποίησαν οὕτως
2033καὶ πᾶς ἀνὴρ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ καὶ συνῆψαν ἐν βααλθαμαρ καὶ τὸ ἔνεδρον ισραηλ ἐπήρχετο ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ μααραγαβε
2034καὶ ἦλθον ἐξ ἐναντίας γαβαα δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς ισραηλ καὶ παράταξις βαρεῖα καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι φθάνει ἐπ' αὐτοὺς ἡ κακία
2035καὶ ἐπάταξεν κύριος τὸν βενιαμιν ἐνώπιον υἱῶν ισραηλ καὶ διέφθειραν οἱ υἱοὶ ισραηλ ἐκ τοῦ βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας πάντες οὗτοι εἷλκον ῥομφαίαν
2036καὶ εἶδον οἱ υἱοὶ βενιαμιν ὅτι ἐπλήγησαν καὶ ἔδωκεν ἀνὴρ ισραηλ τόπον τῷ βενιαμιν ὅτι ἤλπισαν πρὸς τὸ ἔνεδρον ὃ ἔθηκαν ἐπὶ τὴν γαβαα
2037καὶ ἐν τῷ αὐτοὺς ὑποχωρῆσαι καὶ τὸ ἔνεδρον ἐκινήθη καὶ ἐξέτειναν ἐπὶ τὴν γαβαα καὶ ἐξεχύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας
2038καὶ σημεῖον ἦν τοῖς υἱοῖς ισραηλ μετὰ τοῦ ἐνέδρου τῆς μάχης ἀνενέγκαι αὐτοὺς σύσσημον καπνοῦ ἀπὸ τῆς πόλεως
2039καὶ εἶδον οἱ υἱοὶ ισραηλ ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν γαβαα καὶ ἔστησαν ἐν τῇ παρατάξει καὶ βενιαμιν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν ισραηλ ὡς τριάκοντα ἄνδρας ὅτι εἶπαν πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμῶν ὡς ἡ παράταξις ἡ πρώτη
2040καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλεῖον ἐπὶ τῆς πόλεως ὡς στῦλος καπνοῦ καὶ ἐπέβλεψεν βενιαμιν ὀπίσω αὐτοῦ καὶ ἰδοὺ ἀνέβη ἡ συντέλεια τῆς πόλεως ἕως οὐρανοῦ
2041καὶ ἀνὴρ ισραηλ ἐπέστρεψεν καὶ ἔσπευσαν ἄνδρες βενιαμιν ὅτι εἶδον ὅτι συνήντησεν ἐπ' αὐτοὺς ἡ πονηρία
2042καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν ισραηλ εἰς ὁδὸν τῆς ἐρήμου καὶ ἔφυγον καὶ ἡ παράταξις ἔφθασεν ἐπ' αὐτούς καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν
2043καὶ κατέκοπτον τὸν βενιαμιν καὶ ἐδίωξαν αὐτὸν ἀπὸ νουα κατὰ πόδα αὐτοῦ ἕως ἀπέναντι γαβαα πρὸς ἀνατολὰς ἡλίου
2044καὶ ἔπεσαν ἀπὸ βενιαμιν δέκα ὀκτὼ χιλιάδες ἀνδρῶν οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως
2045καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ ρεμμων καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ ισραηλ πεντακισχιλίους ἄνδρας καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ ισραηλ ἕως γεδαν καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας
2046καὶ ἐγένοντο πάντες οἱ πίπτοντες ἀπὸ βενιαμιν εἴκοσι πέντε χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως
2047καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ ρεμμων ἑξακόσιοι ἄνδρες καὶ ἐκάθισαν ἐν πέτρᾳ ρεμμων τέσσαρας μῆνας
2048καὶ οἱ υἱοὶ ισραηλ ἐπέστρεψαν πρὸς υἱοὺς βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως μεθλα καὶ ἕως κτήνους καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐνέπρησαν ἐν πυρί
211καὶ οἱ υἱοὶ ισραηλ ὤμοσαν ἐν μασσηφα λέγοντες ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ βενιαμιν εἰς γυναῖκα
212καὶ ἦλθεν ὁ λαὸς εἰς βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἦραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν
213καὶ εἶπαν εἰς τί κύριε θεὲ ισραηλ ἐγενήθη αὕτη τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ ισραηλ φυλὴν μίαν
214καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας
215καὶ εἶπον οἱ υἱοὶ ισραηλ τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν ισραηλ πρὸς κύριον ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσιν πρὸς κύριον εἰς μασσηφα λέγοντες θανάτῳ θανατωθήσεται
216καὶ παρεκλήθησαν οἱ υἱοὶ ισραηλ πρὸς βενιαμιν ἀδελφὸν αὐτῶν καὶ εἶπαν ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ ισραηλ
217τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας
218καὶ εἶπαν τίς εἷς ἀπὸ φυλῶν ισραηλ ὃς οὐκ ἀνέβη πρὸς κύριον εἰς μασσηφα καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ ιαβις γαλααδ εἰς τὴν ἐκκλησίαν
219καὶ ἐπεσκέπη ὁ λαός καὶ οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων ιαβις γαλααδ
2110καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας ιαβις γαλααδ ἐν στόματι ῥομφαίας
2111καὶ τοῦτο ποιήσετε πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εἰδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε τὰς δὲ παρθένους περιποιήσεσθε καὶ ἐποίησαν οὕτως
2112καὶ εὗρον ἀπὸ οἰκούντων ιαβις γαλααδ τετρακοσίας νεάνιδας παρθένους αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς σηλων τὴν ἐν γῇ χανααν
2113καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς βενιαμιν ἐν τῇ πέτρᾳ ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην
2114καὶ ἐπέστρεψεν βενιαμιν πρὸς τοὺς υἱοὺς ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ ισραηλ τὰς γυναῖκας ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων ιαβις γαλααδ καὶ ἤρεσεν αὐτοῖς οὕτως
2115καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ βενιαμιν ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς φυλαῖς ισραηλ
2116καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας ὅτι ἠφανίσθη ἀπὸ βενιαμιν γυνή
2117καὶ εἶπαν κληρονομία διασῳζομένων τῷ βενιαμιν καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ ισραηλ
2118ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν ὅτι ὠμόσαμεν ἐν υἱοῖς ισραηλ λέγοντες ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ βενιαμιν
2119καὶ εἶπαν ἰδοὺ δὴ ἑορτὴ κυρίου ἐν σηλων ἀφ' ἡμερῶν εἰς ἡμέρας ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς βαιθηλ κατ' ἀνατολὰς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπὸ βαιθηλ εἰς συχεμ καὶ ἀπὸ νότου τῆς λεβωνα
2120καὶ ἐνετείλαντο τοῖς υἱοῖς βενιαμιν λέγοντες πορεύεσθε ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν
2121καὶ ὄψεσθε καὶ ἰδοὺ ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων σηλων χορεύειν ἐν τοῖς χοροῖς καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα ἀπὸ τῶν θυγατέρων σηλων καὶ πορεύεσθε εἰς γῆν βενιαμιν
2122καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς καὶ ἐροῦμεν αὐτοῖς ἔλεος ποιήσατε ἡμῖν αὐτάς ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς ὡς καιρὸς πλημμελήσατε
2123καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ βενιαμιν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν ὧν ἥρπασαν καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς
2124καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς κληρονομίαν αὐτοῦ
2125ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ισραηλ ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει