Share this page:  
 

Multilingual Scriptures

(Compare books in 2 different language versions of your choice)

Comparison Search:

Select Language version and font:
You can only select max. of two versions.
Book:
Chapter:
Verse:
---------
From: To:

Free Search:

Select Language version and font:
Enter search text:

Multilingual Scriptures Home » Greek Septuagint Old Testament » Joshua

Greek Septuagint Old Testament
Chapter # Verse # Verse Detail
11καὶ ἐγένετο μετὰ τὴν τελευτὴν μωυσῆ εἶπεν κύριος τῷ ἰησοῖ υἱῷ ναυη τῷ ὑπουργῷ μωυσῆ λέγων
12μωυσῆς ὁ θεράπων μου τετελεύτηκεν νῦν οὖν ἀναστὰς διάβηθι τὸν ιορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι αὐτοῖς
13πᾶς ὁ τόπος ἐφ' ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν ὑμῖν δώσω αὐτόν ὃν τρόπον εἴρηκα τῷ μωυσῇ
14τὴν ἔρημον καὶ τὸν ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ εὐφράτου καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης ἀφ' ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν
15οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ὥσπερ ἤμην μετὰ μωυσῆ οὕτως ἔσομαι καὶ μετὰ σοῦ καὶ οὐκ ἐγκαταλείψω σε οὐδὲ ὑπερόψομαί σε
16ἴσχυε καὶ ἀνδρίζου σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς
17ἴσχυε οὖν καὶ ἀνδρίζου φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι μωυσῆς ὁ παῖς μου καὶ οὐκ ἐκκλινεῖς ἀπ' αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς
18καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου καὶ μελετήσεις ἐν αὐτῷ ἡμέρας καὶ νυκτός ἵνα συνῇς ποιεῖν πάντα τὰ γεγραμμένα τότε εὐοδωθήσῃ καὶ εὐοδώσεις τὰς ὁδούς σου καὶ τότε συνήσεις
19ἰδοὺ ἐντέταλμαί σοι ἴσχυε καὶ ἀνδρίζου μὴ δειλιάσῃς μηδὲ φοβηθῇς ὅτι μετὰ σοῦ κύριος ὁ θεός σου εἰς πάντα οὗ ἐὰν πορεύῃ
110καὶ ἐνετείλατο ἰησοῦς τοῖς γραμματεῦσιν τοῦ λαοῦ λέγων
111εἰσέλθατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ καὶ ἐντείλασθε τῷ λαῷ λέγοντες ἑτοιμάζεσθε ἐπισιτισμόν ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν ιορδάνην τοῦτον εἰσελθόντες κατασχεῖν τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν
112καὶ τῷ ρουβην καὶ τῷ γαδ καὶ τῷ ἡμίσει φυλῆς μανασση εἶπεν ἰησοῦς
113μνήσθητε τὸ ῥῆμα κυρίου ὃ ἐνετείλατο ὑμῖν μωυσῆς ὁ παῖς κυρίου λέγων κύριος ὁ θεὸς ὑμῶν κατέπαυσεν ὑμᾶς καὶ ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην
114αἱ γυναῖκες ὑμῶν καὶ τὰ παιδία ὑμῶν καὶ τὰ κτήνη ὑμῶν κατοικείτωσαν ἐν τῇ γῇ ᾗ ἔδωκεν ὑμῖν ὑμεῖς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τῶν ἀδελφῶν ὑμῶν πᾶς ὁ ἰσχύων καὶ συμμαχήσετε αὐτοῖς
115ἕως ἂν καταπαύσῃ κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς καὶ κληρονομήσωσιν καὶ οὗτοι τὴν γῆν ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ ἣν δέδωκεν ὑμῖν μωυσῆς εἰς τὸ πέραν τοῦ ιορδάνου ἀπ' ἀνατολῶν ἡλίου
116καὶ ἀποκριθέντες τῷ ἰησοῖ εἶπαν πάντα ὅσα ἂν ἐντείλῃ ἡμῖν ποιήσομεν καὶ εἰς πάντα τόπον οὗ ἐὰν ἀποστείλῃς ἡμᾶς πορευσόμεθα
117κατὰ πάντα ὅσα ἠκούσαμεν μωυσῆ ἀκουσόμεθα σοῦ πλὴν ἔστω κύριος ὁ θεὸς ἡμῶν μετὰ σοῦ ὃν τρόπον ἦν μετὰ μωυσῆ
118ὁ δὲ ἄνθρωπος ὃς ἐὰν ἀπειθήσῃ σοι καὶ ὅστις μὴ ἀκούσῃ τῶν ῥημάτων σου καθότι ἂν αὐτῷ ἐντείλῃ ἀποθανέτω ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου
21καὶ ἀπέστειλεν ἰησοῦς υἱὸς ναυη ἐκ σαττιν δύο νεανίσκους κατασκοπεῦσαι λέγων ἀνάβητε καὶ ἴδετε τὴν γῆν καὶ τὴν ιεριχω καὶ πορευθέντες εἰσήλθοσαν οἱ δύο νεανίσκοι εἰς ιεριχω καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης ᾗ ὄνομα ρααβ καὶ κατέλυσαν ἐκεῖ
22καὶ ἀπηγγέλη τῷ βασιλεῖ ιεριχω λέγοντες εἰσπεπόρευνται ὧδε ἄνδρες τῶν υἱῶν ισραηλ κατασκοπεῦσαι τὴν γῆν
23καὶ ἀπέστειλεν ὁ βασιλεὺς ιεριχω καὶ εἶπεν πρὸς ρααβ λέγων ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασιν
24καὶ λαβοῦσα ἡ γυνὴ τοὺς ἄνδρας ἔκρυψεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς λέγουσα εἰσεληλύθασιν πρός με οἱ ἄνδρες
25ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τῷ σκότει καὶ οἱ ἄνδρες ἐξῆλθον οὐκ ἐπίσταμαι ποῦ πεπόρευνται καταδιώξατε ὀπίσω αὐτῶν εἰ καταλήμψεσθε αὐτούς
26αὐτὴ δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δῶμα καὶ ἔκρυψεν αὐτοὺς ἐν τῇ λινοκαλάμῃ τῇ ἐστοιβασμένῃ αὐτῇ ἐπὶ τοῦ δώματος
27καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτῶν ὁδὸν τὴν ἐπὶ τοῦ ιορδάνου ἐπὶ τὰς διαβάσεις καὶ ἡ πύλη ἐκλείσθη καὶ ἐγένετο ὡς ἐξήλθοσαν οἱ διώκοντες ὀπίσω αὐτῶν
28καὶ αὐτοὶ δὲ πρὶν ἢ κοιμηθῆναι αὐτούς καὶ αὐτὴ ἀνέβη ἐπὶ τὸ δῶμα πρὸς αὐτοὺς
29καὶ εἶπεν πρὸς αὐτούς ἐπίσταμαι ὅτι δέδωκεν ὑμῖν κύριος τὴν γῆν ἐπιπέπτωκεν γὰρ ὁ φόβος ὑμῶν ἐφ' ἡμᾶς
210ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανεν κύριος ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν ὅτε ἐξεπορεύεσθε ἐκ γῆς αἰγύπτου καὶ ὅσα ἐποίησεν τοῖς δυσὶ βασιλεῦσιν τῶν αμορραίων οἳ ἦσαν πέραν τοῦ ιορδάνου τῷ σηων καὶ ωγ οὓς ἐξωλεθρεύσατε αὐτούς
211καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν καὶ οὐκ ἔστη ἔτι πνεῦμα ἐν οὐδενὶ ἡμῶν ἀπὸ προσώπου ὑμῶν ὅτι κύριος ὁ θεὸς ὑμῶν θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω
212καὶ νῦν ὀμόσατέ μοι κύριον τὸν θεόν ὅτι ποιῶ ὑμῖν ἔλεος καὶ ποιήσετε καὶ ὑμεῖς ἔλεος ἐν τῷ οἴκῳ τοῦ πατρός μου
213καὶ ζωγρήσετε τὸν οἶκον τοῦ πατρός μου καὶ τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ πάντα τὸν οἶκόν μου καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς καὶ ἐξελεῖσθε τὴν ψυχήν μου ἐκ θανάτου
214καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες ἡ ψυχὴ ἡμῶν ἀνθ' ὑμῶν εἰς θάνατον καὶ αὐτὴ εἶπεν ὡς ἂν παραδῷ κύριος ὑμῖν τὴν πόλιν ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν
215καὶ κατεχάλασεν αὐτοὺς διὰ τῆς θυρίδος
216καὶ εἶπεν αὐτοῖς εἰς τὴν ὀρεινὴν ἀπέλθετε μὴ συναντήσωσιν ὑμῖν οἱ καταδιώκοντες καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέρας ἕως ἂν ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμῶν καὶ μετὰ ταῦτα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν
217καὶ εἶπαν οἱ ἄνδρες πρὸς αὐτήν ἀθῷοί ἐσμεν τῷ ὅρκῳ σου τούτῳ
218ἰδοὺ ἡμεῖς εἰσπορευόμεθα εἰς μέρος τῆς πόλεως καὶ θήσεις τὸ σημεῖον τὸ σπαρτίον τὸ κόκκινον τοῦτο ἐκδήσεις εἰς τὴν θυρίδα δι' ἧς κατεβίβασας ἡμᾶς δι' αὐτῆς τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἶκον τοῦ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου
219καὶ ἔσται πᾶς ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω ἔνοχος ἑαυτῷ ἔσται ἡμεῖς δὲ ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ καὶ ὅσοι ἐὰν γένωνται μετὰ σοῦ ἐν τῇ οἰκίᾳ σου ἡμεῖς ἔνοχοι ἐσόμεθα
220ἐὰν δέ τις ἡμᾶς ἀδικήσῃ ἢ καὶ ἀποκαλύψῃ τοὺς λόγους ἡμῶν τούτους ἐσόμεθα ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ
221καὶ εἶπεν αὐτοῖς κατὰ τὸ ῥῆμα ὑμῶν οὕτως ἔστω καὶ ἐξαπέστειλεν αὐτούς
222καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινὴν καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρας καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδοὺς καὶ οὐχ εὕροσαν
223καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι καὶ κατέβησαν ἐκ τοῦ ὄρους καὶ διέβησαν πρὸς ἰησοῦν υἱὸν ναυη καὶ διηγήσαντο αὐτῷ πάντα τὰ συμβεβηκότα αὐτοῖς
224καὶ εἶπαν πρὸς ἰησοῦν ὅτι παρέδωκεν κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ἡμῶν καὶ κατέπτηκεν πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφ' ἡμῶν
31καὶ ὤρθρισεν ἰησοῦς τὸ πρωί καὶ ἀπῆραν ἐκ σαττιν καὶ ἤλθοσαν ἕως τοῦ ιορδάνου καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι
32καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς
33καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου τοῦ θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς λευίτας αἴροντας αὐτήν ἀπαρεῖτε ἀπὸ τῶν τόπων ὑμῶν καὶ πορεύεσθε ὀπίσω αὐτῆς
34ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις στήσεσθε μὴ προσεγγίσητε αὐτῇ ἵν' ἐπίστησθε τὴν ὁδόν ἣν πορεύεσθε αὐτήν οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ' ἐχθὲς καὶ τρίτης ἡμέρας
35καὶ εἶπεν ἰησοῦς τῷ λαῷ ἁγνίσασθε εἰς αὔριον ὅτι αὔριον ποιήσει ἐν ὑμῖν κύριος θαυμαστά
36καὶ εἶπεν ἰησοῦς τοῖς ἱερεῦσιν ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ
37καὶ εἶπεν κύριος πρὸς ἰησοῦν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν ισραηλ ἵνα γνῶσιν καθότι ἤμην μετὰ μωυσῆ οὕτως ἔσομαι καὶ μετὰ σοῦ
38καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης λέγων ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ ιορδάνου καὶ ἐν τῷ ιορδάνῃ στήσεσθε
39καὶ εἶπεν ἰησοῦς τοῖς υἱοῖς ισραηλ προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ἡμῶν
310ἐν τούτῳ γνώσεσθε ὅτι θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλεθρεύων ὀλεθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν χαναναῖον καὶ τὸν χετταῖον καὶ τὸν φερεζαῖον καὶ τὸν ευαῖον καὶ τὸν αμορραῖον καὶ τὸν γεργεσαῖον καὶ τὸν ιεβουσαῖον
311ἰδοὺ ἡ κιβωτὸς διαθήκης κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν ιορδάνην
312προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν ισραηλ ἕνα ἀφ' ἑκάστης φυλῆς
313καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ ιορδάνου τὸ ὕδωρ τοῦ ιορδάνου ἐκλείψει τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται
314καὶ ἀπῆρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν ιορδάνην οἱ δὲ ἱερεῖς ἤροσαν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πρότεροι τοῦ λαοῦ
315ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν ιορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ ιορδάνου ὁ δὲ ιορδάνης ἐπλήρου καθ' ὅλην τὴν κρηπῖδα αὐτοῦ ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν
316καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους καριαθιαριμ τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν αραβα θάλασσαν ἁλός ἕως εἰς τὸ τέλος ἐξέλιπεν καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι ιεριχω
317καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ ιορδάνου καὶ πάντες οἱ υἱοὶ ισραηλ διέβαινον διὰ ξηρᾶς ἕως συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν ιορδάνην
41καὶ ἐπεὶ συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν ιορδάνην καὶ εἶπεν κύριος τῷ ἰησοῖ λέγων
42παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ ἕνα ἀφ' ἑκάστης φυλῆς
43σύνταξον αὐτοῖς λέγων ἀνέλεσθε ἐκ μέσου τοῦ ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα
44καὶ ἀνακαλεσάμενος ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν ισραηλ ἕνα ἀφ' ἑκάστης φυλῆς
45εἶπεν αὐτοῖς προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον τοῦ ιορδάνου καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ ισραηλ
46ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων τί εἰσιν οἱ λίθοι οὗτοι ὑμῖν
47καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων ὅτι ἐξέλιπεν ὁ ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης κυρίου πάσης τῆς γῆς ὡς διέβαινεν αὐτόν καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς ισραηλ ἕως τοῦ αἰῶνος
48καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ ισραηλ καθότι ἐνετείλατο κύριος τῷ ἰησοῖ καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ ιορδάνου καθάπερ συνέταξεν κύριος τῷ ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν ισραηλ καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ
49ἔστησεν δὲ ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας
410εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ ιορδάνῃ ἕως οὗ συνετέλεσεν ἰησοῦς πάντα ἃ ἐνετείλατο κύριος ἀναγγεῖλαι τῷ λαῷ καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν
411καὶ ἐγένετο ὡς συνετέλεσεν πᾶς ὁ λαὸς διαβῆναι καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης κυρίου καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν
412καὶ διέβησαν οἱ υἱοὶ ρουβην καὶ οἱ υἱοὶ γαδ καὶ οἱ ἡμίσεις φυλῆς μανασση διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν ισραηλ καθάπερ ἐνετείλατο αὐτοῖς μωυσῆς
413τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν ιεριχω πόλιν
414ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησεν κύριος τὸν ἰησοῦν ἐναντίον παντὸς τοῦ γένους ισραηλ καὶ ἐφοβοῦντο αὐτὸν ὥσπερ μωυσῆν ὅσον χρόνον ἔζη
415καὶ εἶπεν κύριος τῷ ἰησοῖ λέγων
416ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου κυρίου ἐκβῆναι ἐκ τοῦ ιορδάνου
417καὶ ἐνετείλατο ἰησοῦς τοῖς ἱερεῦσιν λέγων ἔκβητε ἐκ τοῦ ιορδάνου
418καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐκ τοῦ ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς ὥρμησεν τὸ ὕδωρ τοῦ ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι' ὅλης τῆς κρηπῖδος
419καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ ισραηλ ἐν γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς ιεριχω
420καὶ τοὺς δώδεκα λίθους τούτους οὓς ἔλαβεν ἐκ τοῦ ιορδάνου ἔστησεν ἰησοῦς ἐν γαλγαλοις
421λέγων ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες τί εἰσιν οἱ λίθοι οὗτοι
422ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν ὅτι ἐπὶ ξηρᾶς διέβη ισραηλ τὸν ιορδάνην
423ἀποξηράναντος κυρίου τοῦ θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ ιορδάνου ἐκ τοῦ ἔμπροσθεν αὐτῶν μέχρι οὗ διέβησαν καθάπερ ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν ἣν ἀπεξήρανεν κύριος ὁ θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν ἕως παρήλθομεν
424ὅπως γνῶσιν πάντα τὰ ἔθνη τῆς γῆς ὅτι ἡ δύναμις τοῦ κυρίου ἰσχυρά ἐστιν καὶ ἵνα ὑμεῖς σέβησθε κύριον τὸν θεὸν ὑμῶν ἐν παντὶ χρόνῳ
51καὶ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν αμορραίων οἳ ἦσαν πέραν τοῦ ιορδάνου καὶ οἱ βασιλεῖς τῆς φοινίκης οἱ παρὰ τὴν θάλασσαν ὅτι ἀπεξήρανεν κύριος ὁ θεὸς τὸν ιορδάνην ποταμὸν ἐκ τῶν ἔμπροσθεν τῶν υἱῶν ισραηλ ἐν τῷ διαβαίνειν αὐτούς καὶ ἐτάκησαν αὐτῶν αἱ διάνοιαι καὶ κατεπλάγησαν καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν ισραηλ
52ὑπὸ δὲ τοῦτον τὸν καιρὸν εἶπεν κύριος τῷ ἰησοῖ ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς ισραηλ
53καὶ ἐποίησεν ἰησοῦς μαχαίρας πετρίνας ἀκροτόμους καὶ περιέτεμεν τοὺς υἱοὺς ισραηλ ἐπὶ τοῦ καλουμένου τόπου βουνὸς τῶν ἀκροβυστιῶν
54ὃν δὲ τρόπον περιεκάθαρεν ἰησοῦς τοὺς υἱοὺς ισραηλ ὅσοι ποτὲ ἐγένοντο ἐν τῇ ὁδῷ καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ αἰγύπτου
55πάντας τούτους περιέτεμεν ἰησοῦς
56τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται ισραηλ ἐν τῇ ἐρήμῳ τῇ μαδβαρίτιδι διὸ ἀπερίτμητοι ἦσαν οἱ πλεῖστοι αὐτῶν τῶν μαχίμων τῶν ἐξεληλυθότων ἐκ γῆς αἰγύπτου οἱ ἀπειθήσαντες τῶν ἐντολῶν τοῦ θεοῦ οἷς καὶ διώρισεν μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν ἣν ὤμοσεν κύριος τοῖς πατράσιν αὐτῶν δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι
57ἀντὶ δὲ τούτων ἀντικατέστησεν τοὺς υἱοὺς αὐτῶν οὓς ἰησοῦς περιέτεμεν διὰ τὸ αὐτοὺς γεγενῆσθαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους
58περιτμηθέντες δὲ ἡσυχίαν εἶχον αὐτόθι καθήμενοι ἐν τῇ παρεμβολῇ ἕως ὑγιάσθησαν
59καὶ εἶπεν κύριος τῷ ἰησοῖ υἱῷ ναυη ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν αἰγύπτου ἀφ' ὑμῶν καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου γαλγαλα
510καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἐπὶ δυσμῶν ιεριχω ἐν τῷ πέραν τοῦ ιορδάνου ἐν τῷ πεδίῳ
511καὶ ἐφάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα ἐν ταύτῃ τῇ ἡμέρᾳ
512ἐξέλιπεν τὸ μαννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς καὶ οὐκέτι ὑπῆρχεν τοῖς υἱοῖς ισραηλ μαννα ἐκαρπίσαντο δὲ τὴν χώραν τῶν φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ
513καὶ ἐγένετο ὡς ἦν ἰησοῦς ἐν ιεριχω καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ καὶ προσελθὼν ἰησοῦς εἶπεν αὐτῷ ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων
514ὁ δὲ εἶπεν αὐτῷ ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα καὶ ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ δέσποτα τί προστάσσεις τῷ σῷ οἰκέτῃ
515καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου πρὸς ἰησοῦν λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου ὁ γὰρ τόπος ἐφ' ᾧ σὺ ἕστηκας ἅγιός ἐστιν
61καὶ ιεριχω συγκεκλεισμένη καὶ ὠχυρωμένη καὶ οὐθεὶς ἐξεπορεύετο ἐξ αὐτῆς οὐδὲ εἰσεπορεύετο
62καὶ εἶπεν κύριος πρὸς ἰησοῦν ἰδοὺ ἐγὼ παραδίδωμι ὑποχείριόν σου τὴν ιεριχω καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ δυνατοὺς ὄντας ἐν ἰσχύι
63σὺ δὲ περίστησον αὐτῇ τοὺς μαχίμους κύκλῳ
65καὶ ἔσται ὡς ἂν σαλπίσητε τῇ σάλπιγγι ἀνακραγέτω πᾶς ὁ λαὸς ἅμα καὶ ἀνακραγόντων αὐτῶν πεσεῖται αὐτόματα τὰ τείχη τῆς πόλεως καὶ εἰσελεύσεται πᾶς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν
66καὶ εἰσῆλθεν ἰησοῦς ὁ τοῦ ναυη πρὸς τοὺς ἱερεῖς
67καὶ εἶπεν αὐτοῖς λέγων παραγγείλατε τῷ λαῷ περιελθεῖν καὶ κυκλῶσαι τὴν πόλιν καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον κυρίου
68καὶ ἑπτὰ ἱερεῖς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον τοῦ κυρίου καὶ σημαινέτωσαν εὐτόνως καὶ ἡ κιβωτὸς τῆς διαθήκης κυρίου ἐπακολουθείτω
69οἱ δὲ μάχιμοι ἔμπροσθεν παραπορευέσθωσαν καὶ οἱ ἱερεῖς οἱ οὐραγοῦντες ὀπίσω τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου πορευόμενοι καὶ σαλπίζοντες
610τῷ δὲ λαῷ ἐνετείλατο ἰησοῦς λέγων μὴ βοᾶτε μηδὲ ἀκουσάτω μηθεὶς ὑμῶν τὴν φωνήν ἕως ἂν ἡμέραν αὐτὸς διαγγείλῃ ἀναβοῆσαι καὶ τότε ἀναβοήσετε
611καὶ περιελθοῦσα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ θεοῦ τὴν πόλιν εὐθέως ἀπῆλθεν εἰς τὴν παρεμβολὴν καὶ ἐκοιμήθη ἐκεῖ
612καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ἀνέστη ἰησοῦς τὸ πρωί καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου
613καὶ οἱ ἑπτὰ ἱερεῖς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον κυρίου καὶ μετὰ ταῦτα εἰσεπορεύοντο οἱ μάχιμοι καὶ ὁ λοιπὸς ὄχλος ὄπισθε τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἐγγύθεν
614καὶ ἀπῆλθεν πάλιν εἰς τὴν παρεμβολήν οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας
615καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνέστησαν ὄρθρου καὶ περιήλθοσαν τὴν πόλιν ἑξάκις
616καὶ τῇ περιόδῳ τῇ ἑβδόμῃ ἐσάλπισαν οἱ ἱερεῖς καὶ εἶπεν ἰησοῦς τοῖς υἱοῖς ισραηλ κεκράξατε παρέδωκεν γὰρ κύριος ὑμῖν τὴν πόλιν
617καὶ ἔσται ἡ πόλις ἀνάθεμα αὐτὴ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ κυρίῳ σαβαωθ πλὴν ρααβ τὴν πόρνην περιποιήσασθε αὐτὴν καὶ ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς
618ἀλλὰ ὑμεῖς φυλάξασθε σφόδρα ἀπὸ τοῦ ἀναθέματος μήποτε ἐνθυμηθέντες ὑμεῖς αὐτοὶ λάβητε ἀπὸ τοῦ ἀναθέματος καὶ ποιήσητε τὴν παρεμβολὴν τῶν υἱῶν ισραηλ ἀνάθεμα καὶ ἐκτρίψητε ἡμᾶς
619καὶ πᾶν ἀργύριον ἢ χρυσίον ἢ χαλκὸς ἢ σίδηρος ἅγιον ἔσται τῷ κυρίῳ εἰς θησαυρὸν κυρίου εἰσενεχθήσεται
620καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν οἱ ἱερεῖς ὡς δὲ ἤκουσεν ὁ λαὸς τὴν φωνὴν τῶν σαλπίγγων ἠλάλαξεν πᾶς ὁ λαὸς ἅμα ἀλαλαγμῷ μεγάλῳ καὶ ἰσχυρῷ καὶ ἔπεσεν ἅπαν τὸ τεῖχος κύκλῳ καὶ ἀνέβη πᾶς ὁ λαὸς εἰς τὴν πόλιν
621καὶ ἀνεθεμάτισεν αὐτὴν ἰησοῦς καὶ ὅσα ἦν ἐν τῇ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου καὶ ἕως μόσχου καὶ ὑποζυγίου ἐν στόματι ῥομφαίας
622καὶ τοῖς δυσὶν νεανίσκοις τοῖς κατασκοπεύσασιν εἶπεν ἰησοῦς εἰσέλθατε εἰς τὴν οἰκίαν τῆς γυναικὸς καὶ ἐξαγάγετε αὐτὴν ἐκεῖθεν καὶ ὅσα ἐστὶν αὐτῇ
623καὶ εἰσῆλθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν εἰς τὴν οἰκίαν τῆς γυναικὸς καὶ ἐξηγάγοσαν ρααβ τὴν πόρνην καὶ τὸν πατέρα αὐτῆς καὶ τὴν μητέρα αὐτῆς καὶ τοὺς ἀδελφοὺς αὐτῆς καὶ πάντα ὅσα ἦν αὐτῇ καὶ πᾶσαν τὴν συγγένειαν αὐτῆς καὶ κατέστησαν αὐτὴν ἔξω τῆς παρεμβολῆς ισραηλ
624καὶ ἡ πόλις ἐνεπρήσθη ἐμπυρισμῷ σὺν πᾶσιν τοῖς ἐν αὐτῇ πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου ἔδωκαν εἰς θησαυρὸν κυρίου εἰσενεχθῆναι
625καὶ ρααβ τὴν πόρνην καὶ πάντα τὸν οἶκον τὸν πατρικὸν αὐτῆς ἐζώγρησεν ἰησοῦς καὶ κατῴκησεν ἐν τῷ ισραηλ ἕως τῆς σήμερον ἡμέρας διότι ἔκρυψεν τοὺς κατασκοπεύσαντας οὓς ἀπέστειλεν ἰησοῦς κατασκοπεῦσαι τὴν ιεριχω
626καὶ ὥρκισεν ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐναντίον κυρίου λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς καὶ οὕτως ἐποίησεν οζαν ὁ ἐκ βαιθηλ ἐν τῷ αβιρων τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησεν τὰς πύλας αὐτῆς
627καὶ ἦν κύριος μετὰ ἰησοῦ καὶ ἦν τὸ ὄνομα αὐτοῦ κατὰ πᾶσαν τὴν γῆν
71καὶ ἐπλημμέλησαν οἱ υἱοὶ ισραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος καὶ ἔλαβεν αχαρ υἱὸς χαρμι υἱοῦ ζαμβρι υἱοῦ ζαρα ἐκ τῆς φυλῆς ιουδα ἀπὸ τοῦ ἀναθέματος καὶ ἐθυμώθη ὀργῇ κύριος τοῖς υἱοῖς ισραηλ
72καὶ ἀπέστειλεν ἰησοῦς ἄνδρας εἰς γαι ἥ ἐστιν κατὰ βαιθηλ λέγων κατασκέψασθε τὴν γαι καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν γαι
73καὶ ἀνέστρεψαν πρὸς ἰησοῦν καὶ εἶπαν πρὸς αὐτόν μὴ ἀναβήτω πᾶς ὁ λαός ἀλλ' ὡς δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν πάντα ὀλίγοι γάρ εἰσιν
74καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν γαι
75καὶ ἀπέκτειναν ἀπ' αὐτῶν ἄνδρες γαι εἰς τριάκοντα καὶ ἓξ ἄνδρας καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης καὶ συνέτριψαν αὐτοὺς ἐπὶ τοῦ καταφεροῦς καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ
76καὶ διέρρηξεν ἰησοῦς τὰ ἱμάτια αὐτοῦ καὶ ἔπεσεν ἰησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον κυρίου ἕως ἑσπέρας αὐτὸς καὶ οἱ πρεσβύτεροι ισραηλ καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν
77καὶ εἶπεν ἰησοῦς δέομαι κύριε ἵνα τί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν ιορδάνην παραδοῦναι αὐτὸν τῷ αμορραίῳ ἀπολέσαι ἡμᾶς καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν ιορδάνην
78καὶ τί ἐρῶ ἐπεὶ μετέβαλεν ισραηλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ
79καὶ ἀκούσας ὁ χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα
710καὶ εἶπεν κύριος πρὸς ἰησοῦν ἀνάστηθι ἵνα τί τοῦτο σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου
711ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην ἣν διεθέμην πρὸς αὐτούς καὶ κλέψαντες ἀπὸ τοῦ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν
712οὐ μὴ δύνωνται οἱ υἱοὶ ισραηλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν αὐχένα ἐπιστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν ὅτι ἐγενήθησαν ἀνάθεμα οὐ προσθήσω ἔτι εἶναι μεθ' ὑμῶν ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν
713ἀναστὰς ἁγίασον τὸν λαὸν καὶ εἰπὸν ἁγιασθῆναι εἰς αὔριον τάδε λέγει κύριος ὁ θεὸς ισραηλ τὸ ἀνάθεμα ἐν ὑμῖν ἐστιν οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν
714καὶ συναχθήσεσθε πάντες τὸ πρωὶ κατὰ φυλάς καὶ ἔσται ἡ φυλή ἣν ἂν δείξῃ κύριος προσάξετε κατὰ δήμους καὶ τὸν δῆμον ὃν ἐὰν δείξῃ κύριος προσάξετε κατ' οἶκον καὶ τὸν οἶκον ὃν ἐὰν δείξῃ κύριος προσάξετε κατ' ἄνδρα
715καὶ ὃς ἂν ἐνδειχθῇ κατακαυθήσεται ἐν πυρὶ καὶ πάντα ὅσα ἐστὶν αὐτῷ ὅτι παρέβη τὴν διαθήκην κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν ισραηλ
716καὶ ὤρθρισεν ἰησοῦς καὶ προσήγαγεν τὸν λαὸν κατὰ φυλάς καὶ ἐνεδείχθη ἡ φυλὴ ιουδα
717καὶ προσήχθη κατὰ δήμους καὶ ἐνεδείχθη δῆμος ὁ ζαραϊ καὶ προσήχθη κατὰ ἄνδρα
718καὶ ἐνεδείχθη αχαρ υἱὸς ζαμβρι υἱοῦ ζαρα
719καὶ εἶπεν ἰησοῦς τῷ αχαρ δὸς δόξαν σήμερον τῷ κυρίῳ θεῷ ισραηλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας καὶ μὴ κρύψῃς ἀπ' ἐμοῦ
720καὶ ἀπεκρίθη αχαρ τῷ ἰησοῖ καὶ εἶπεν ἀληθῶς ἥμαρτον ἐναντίον κυρίου θεοῦ ισραηλ οὕτως καὶ οὕτως ἐποίησα
721εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ γῇ ἐν τῇ σκηνῇ μου καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν
722καὶ ἀπέστειλεν ἰησοῦς ἀγγέλους καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν καὶ ταῦτα ἦν ἐγκεκρυμμένα εἰς τὴν σκηνήν καὶ τὸ ἀργύριον ὑποκάτω αὐτῶν
723καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τῆς σκηνῆς καὶ ἤνεγκαν πρὸς ἰησοῦν καὶ τοὺς πρεσβυτέρους ισραηλ καὶ ἔθηκαν αὐτὰ ἔναντι κυρίου
724καὶ ἔλαβεν ἰησοῦς τὸν αχαρ υἱὸν ζαρα καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα αχωρ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πᾶς ὁ λαὸς μετ' αὐτοῦ καὶ ἀνήγαγεν αὐτοὺς εἰς εμεκαχωρ
725καὶ εἶπεν ἰησοῦς τῷ αχαρ τί ὠλέθρευσας ἡμᾶς ἐξολεθρεύσαι σε κύριος καθὰ καὶ σήμερον καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς ισραηλ
726καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων μέγαν καὶ ἐπαύσατο κύριος τοῦ θυμοῦ τῆς ὀργῆς διὰ τοῦτο ἐπωνόμασεν αὐτὸ εμεκαχωρ ἕως τῆς ἡμέρας ταύτης
81καὶ εἶπεν κύριος πρὸς ἰησοῦν μὴ φοβηθῇς μηδὲ δειλιάσῃς λαβὲ μετὰ σοῦ τοὺς ἄνδρας πάντας τοὺς πολεμιστὰς καὶ ἀναστὰς ἀνάβηθι εἰς γαι ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα γαι καὶ τὴν γῆν αὐτοῦ
82καὶ ποιήσεις τὴν γαι ὃν τρόπον ἐποίησας τὴν ιεριχω καὶ τὸν βασιλέα αὐτῆς καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεις σεαυτῷ κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῇ πόλει εἰς τὰ ὀπίσω
83καὶ ἀνέστη ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβῆναι εἰς γαι ἐπέλεξεν δὲ ἰησοῦς τριάκοντα χιλιάδας ἀνδρῶν δυνατοὺς ἐν ἰσχύι καὶ ἀπέστειλεν αὐτοὺς νυκτός
84καὶ ἐνετείλατο αὐτοῖς λέγων ὑμεῖς ἐνεδρεύσατε ὀπίσω τῆς πόλεως μὴ μακρὰν γίνεσθε ἀπὸ τῆς πόλεως καὶ ἔσεσθε πάντες ἕτοιμοι
85καὶ ἐγὼ καὶ πάντες οἱ μετ' ἐμοῦ προσάξομεν πρὸς τὴν πόλιν καὶ ἔσται ὡς ἂν ἐξέλθωσιν οἱ κατοικοῦντες γαι εἰς συνάντησιν ἡμῖν καθάπερ καὶ πρῴην καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτῶν
86καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμῶν ἀποσπάσομεν αὐτοὺς ἀπὸ τῆς πόλεως καὶ ἐροῦσιν φεύγουσιν οὗτοι ἀπὸ προσώπου ἡμῶν ὃν τρόπον καὶ ἔμπροσθεν
87ὑμεῖς δὲ ἐξαναστήσεσθε ἐκ τῆς ἐνέδρας καὶ πορεύσεσθε εἰς τὴν πόλιν
88κατὰ τὸ ῥῆμα τοῦτο ποιήσετε ἰδοὺ ἐντέταλμαι ὑμῖν
89καὶ ἀπέστειλεν αὐτοὺς ἰησοῦς καὶ ἐπορεύθησαν εἰς τὴν ἐνέδραν καὶ ἐνεκάθισαν ἀνὰ μέσον βαιθηλ καὶ ἀνὰ μέσον γαι ἀπὸ θαλάσσης τῆς γαι
810καὶ ὀρθρίσας ἰησοῦς τὸ πρωὶ ἐπεσκέψατο τὸν λαόν καὶ ἀνέβησαν αὐτὸς καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον τοῦ λαοῦ ἐπὶ γαι
811καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτοῦ ἀνέβησαν καὶ πορευόμενοι ἦλθον ἐξ ἐναντίας τῆς πόλεως ἀπ' ἀνατολῶν
812καὶ τὰ ἔνεδρα τῆς πόλεως ἀπὸ θαλάσσης
814καὶ ἐγένετο ὡς εἶδεν βασιλεὺς γαι ἔσπευσεν καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτοῖς ἐπ' εὐθείας εἰς τὸν πόλεμον αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ καὶ αὐτὸς οὐκ ᾔδει ὅτι ἔνεδρα αὐτῷ ἐστιν ὀπίσω τῆς πόλεως
815καὶ εἶδεν καὶ ἀνεχώρησεν ἰησοῦς καὶ ισραηλ ἀπὸ προσώπου αὐτῶν
816καὶ κατεδίωξαν ὀπίσω τῶν υἱῶν ισραηλ καὶ αὐτοὶ ἀπέστησαν ἀπὸ τῆς πόλεως
817οὐ κατελείφθη οὐθεὶς ἐν τῇ γαι ὃς οὐ κατεδίωξεν ὀπίσω ισραηλ καὶ κατέλιπον τὴν πόλιν ἀνεῳγμένην καὶ κατεδίωξαν ὀπίσω ισραηλ
818καὶ εἶπεν κύριος πρὸς ἰησοῦν ἔκτεινον τὴν χεῖρά σου ἐν τῷ γαίσῳ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξέτεινεν ἰησοῦς τὴν χεῖρα αὐτοῦ τὸν γαῖσον ἐπὶ τὴν πόλιν
819καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξήλθοσαν ὅτε ἐξέτεινεν τὴν χεῖρα καὶ ἤλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτὴν καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί
820καὶ περιβλέψαντες οἱ κάτοικοι γαι εἰς τὰ ὀπίσω αὐτῶν καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τῆς πόλεως εἰς τὸν οὐρανόν καὶ οὐκέτι εἶχον ποῦ φύγωσιν ὧδε ἢ ὧδε
821καὶ ἰησοῦς καὶ πᾶς ισραηλ εἶδον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν καὶ ὅτι ἀνέβη ὁ καπνὸς τῆς πόλεως εἰς τὸν οὐρανόν καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τῆς γαι
822καὶ οὗτοι ἐξήλθοσαν ἐκ τῆς πόλεως εἰς συνάντησιν καὶ ἐγενήθησαν ἀνὰ μέσον τῆς παρεμβολῆς οὗτοι ἐντεῦθεν καὶ οὗτοι ἐντεῦθεν καὶ ἐπάταξαν ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα
823καὶ τὸν βασιλέα τῆς γαι συνέλαβον ζῶντα καὶ προσήγαγον αὐτὸν πρὸς ἰησοῦν
824καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ ισραηλ ἀποκτέννοντες πάντας τοὺς ἐν τῇ γαι τοὺς ἐν τοῖς πεδίοις καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως οὗ κατεδίωξαν αὐτοὺς ἀπ' αὐτῆς εἰς τέλος καὶ ἀπέστρεψεν ἰησοῦς εἰς γαι καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας
825καὶ ἐγενήθησαν οἱ πεσόντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς δώδεκα χιλιάδες πάντας τοὺς κατοικοῦντας γαι
827πλὴν τῶν κτηνῶν καὶ τῶν σκύλων τῶν ἐν τῇ πόλει πάντα ἃ ἐπρονόμευσαν οἱ υἱοὶ ισραηλ κατὰ πρόσταγμα κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ ἰησοῖ
828καὶ ἐνεπύρισεν ἰησοῦς τὴν πόλιν ἐν πυρί χῶμα ἀοίκητον εἰς τὸν αἰῶνα ἔθηκεν αὐτὴν ἕως τῆς ἡμέρας ταύτης
829καὶ τὸν βασιλέα τῆς γαι ἐκρέμασεν ἐπὶ ξύλου διδύμου καὶ ἦν ἐπὶ τοῦ ξύλου ἕως ἑσπέρας καὶ ἐπιδύνοντος τοῦ ἡλίου συνέταξεν ἰησοῦς καὶ καθείλοσαν αὐτοῦ τὸ σῶμα ἀπὸ τοῦ ξύλου καὶ ἔρριψαν αὐτὸν εἰς τὸν βόθρον καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων ἕως τῆς ἡμέρας ταύτης
91ὡς δ' ἤκουσαν οἱ βασιλεῖς τῶν αμορραίων οἱ ἐν τῷ πέραν τοῦ ιορδάνου οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ ἀντιλιβάνῳ καὶ οἱ χετταῖοι καὶ οἱ χαναναῖοι καὶ οἱ φερεζαῖοι καὶ οἱ ευαῖοι καὶ οἱ αμορραῖοι καὶ οἱ γεργεσαῖοι καὶ οἱ ιεβουσαῖοι
92συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι ἰησοῦν καὶ ισραηλ ἅμα πάντες
92a
92b
92c
92d
92e
92f
93καὶ οἱ κατοικοῦντες γαβαων ἤκουσαν πάντα ὅσα ἐποίησεν κύριος τῇ ιεριχω καὶ τῇ γαι
94καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους
95καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος
96καὶ ἤλθοσαν πρὸς ἰησοῦν εἰς τὴν παρεμβολὴν ισραηλ εἰς γαλγαλα καὶ εἶπαν πρὸς ἰησοῦν καὶ ισραηλ ἐκ γῆς μακρόθεν ἥκαμεν καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην
97καὶ εἶπαν οἱ υἱοὶ ισραηλ πρὸς τὸν χορραῖον ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς καὶ πῶς σοι διαθῶμαι διαθήκην
98καὶ εἶπαν πρὸς ἰησοῦν οἰκέται σού ἐσμεν καὶ εἶπεν πρὸς αὐτοὺς ἰησοῦς πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε
99καὶ εἶπαν ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι κυρίου τοῦ θεοῦ σου ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν αἰγύπτῳ
910καὶ ὅσα ἐποίησεν τοῖς βασιλεῦσιν τῶν αμορραίων οἳ ἦσαν πέραν τοῦ ιορδάνου τῷ σηων βασιλεῖ εσεβων καὶ τῷ ωγ βασιλεῖ τῆς βασαν ὃς κατῴκει ἐν ασταρωθ καὶ ἐν εδραϊν
911καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν καὶ ἐρεῖτε πρὸς αὐτούς οἰκέται σού ἐσμεν καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην
912οὗτοι οἱ ἄρτοι θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασιν βεβρωμένοι
913καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου οὓς ἐπλήσαμεν καινούς καὶ οὗτοι ἐρρώγασιν καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα
914καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν καὶ κύριον οὐκ ἐπηρώτησαν
915καὶ ἐποίησεν ἰησοῦς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθετο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς
916καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσιν καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσιν
917καὶ ἀπῆραν οἱ υἱοὶ ισραηλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν αἱ δὲ πόλεις αὐτῶν γαβαων καὶ κεφιρα καὶ βηρωθ καὶ πόλις ιαριν
918καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ ισραηλ ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες κύριον τὸν θεὸν ισραηλ καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσιν
919καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ ἡμεῖς ὠμόσαμεν αὐτοῖς κύριον τὸν θεὸν ισραηλ καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν
920τοῦτο ποιήσομεν ζωγρῆσαι αὐτούς καὶ περιποιησόμεθα αὐτούς καὶ οὐκ ἔσται καθ' ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον ὃν ὠμόσαμεν αὐτοῖς
921ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες
922καὶ συνεκάλεσεν αὐτοὺς ἰησοῦς καὶ εἶπεν αὐτοῖς διὰ τί παρελογίσασθέ με λέγοντες μακρὰν ἀπὸ σοῦ ἐσμεν σφόδρα ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν
923καὶ νῦν ἐπικατάρατοί ἐστε οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος ἐμοὶ καὶ τῷ θεῷ μου
924καὶ ἀπεκρίθησαν τῷ ἰησοῖ λέγοντες ἀνηγγέλη ἡμῖν ὅσα συνέταξεν κύριος ὁ θεός σου μωυσῇ τῷ παιδὶ αὐτοῦ δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολεθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ' αὐτῆς ἀπὸ προσώπου ὑμῶν καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο
925καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν ποιήσατε ἡμῖν
926καὶ ἐποίησαν αὐτοῖς οὕτως καὶ ἐξείλατο αὐτοὺς ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν ισραηλ καὶ οὐκ ἀνεῖλον αὐτούς
927καὶ κατέστησεν αὐτοὺς ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες γαβαων ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος
101ὡς δὲ ἤκουσεν αδωνιβεζεκ βασιλεὺς ιερουσαλημ ὅτι ἔλαβεν ἰησοῦς τὴν γαι καὶ ἐξωλέθρευσεν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν ιεριχω καὶ τὸν βασιλέα αὐτῆς οὕτως ἐποίησαν τὴν γαι καὶ τὸν βασιλέα αὐτῆς καὶ ὅτι αὐτομόλησαν οἱ κατοικοῦντες γαβαων πρὸς ἰησοῦν καὶ πρὸς ισραηλ
102καὶ ἐφοβήθησαν ἐν αὐτοῖς σφόδρα ᾔδει γὰρ ὅτι μεγάλη πόλις γαβαων ὡσεὶ μία τῶν μητροπόλεων καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί
103καὶ ἀπέστειλεν αδωνιβεζεκ βασιλεὺς ιερουσαλημ πρὸς αιλαμ βασιλέα χεβρων καὶ πρὸς φιδων βασιλέα ιεριμουθ καὶ πρὸς ιεφθα βασιλέα λαχις καὶ πρὸς δαβιρ βασιλέα οδολλαμ λέγων
104δεῦτε ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι καὶ ἐκπολεμήσωμεν γαβαων αὐτομόλησαν γὰρ πρὸς ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς ισραηλ
105καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν ιεβουσαίων βασιλεὺς ιερουσαλημ καὶ βασιλεὺς χεβρων καὶ βασιλεὺς ιεριμουθ καὶ βασιλεὺς λαχις καὶ βασιλεὺς οδολλαμ αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν καὶ περιεκάθισαν τὴν γαβαων καὶ ἐξεπολιόρκουν αὐτήν
106καὶ ἀπέστειλαν οἱ κατοικοῦντες γαβαων πρὸς ἰησοῦν εἰς τὴν παρεμβολὴν ισραηλ εἰς γαλγαλα λέγοντες μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου ἀνάβηθι πρὸς ἡμᾶς τὸ τάχος καὶ ἐξελοῦ ἡμᾶς καὶ βοήθησον ἡμῖν ὅτι συνηγμένοι εἰσὶν ἐφ' ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν αμορραίων οἱ κατοικοῦντες τὴν ὀρεινήν
107καὶ ἀνέβη ἰησοῦς ἐκ γαλγαλων αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτοῦ πᾶς δυνατὸς ἐν ἰσχύι
108καὶ εἶπεν κύριος πρὸς ἰησοῦν μὴ φοβηθῇς αὐτούς εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐθεὶς ἐνώπιον ὑμῶν
109καὶ ἐπιπαρεγένετο ἐπ' αὐτοὺς ἰησοῦς ἄφνω ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ γαλγαλων
1010καὶ ἐξέστησεν αὐτοὺς κύριος ἀπὸ προσώπου τῶν υἱῶν ισραηλ καὶ συνέτριψεν αὐτοὺς κύριος σύντριψιν μεγάλην ἐν γαβαων καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως ωρωνιν καὶ κατέκοπτον αὐτοὺς ἕως αζηκα καὶ ἕως μακηδα
1011ἐν τῷ δὲ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν ισραηλ ἐπὶ τῆς καταβάσεως ωρωνιν καὶ κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως αζηκα καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ ισραηλ μαχαίρᾳ ἐν τῷ πολέμῳ
1012τότε ἐλάλησεν ἰησοῦς πρὸς κύριον ᾗ ἡμέρᾳ παρέδωκεν ὁ θεὸς τὸν αμορραῖον ὑποχείριον ισραηλ ἡνίκα συνέτριψεν αὐτοὺς ἐν γαβαων καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν ισραηλ καὶ εἶπεν ἰησοῦς στήτω ὁ ἥλιος κατὰ γαβαων καὶ ἡ σελήνη κατὰ φάραγγα αιλων
1013καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει ἕως ἠμύνατο ὁ θεὸς τοὺς ἐχθροὺς αὐτῶν καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς
1014καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον ὥστε ἐπακοῦσαι θεὸν ἀνθρώπου ὅτι κύριος συνεπολέμησεν τῷ ισραηλ
1016καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν μακηδα
1017καὶ ἀπηγγέλη τῷ ἰησοῦ λέγοντες εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν μακηδα
1018καὶ εἶπεν ἰησοῦς κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ' αὐτούς
1019ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν παρέδωκεν γὰρ αὐτοὺς κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν
1020καὶ ἐγένετο ὡς κατέπαυσεν ἰησοῦς καὶ πᾶς υἱὸς ισραηλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος καὶ οἱ διασῳζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς
1021καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς ἰησοῦν εἰς μακηδα ὑγιεῖς καὶ οὐκ ἔγρυξεν οὐθεὶς τῶν υἱῶν ισραηλ τῇ γλώσσῃ αὐτοῦ
1022καὶ εἶπεν ἰησοῦς ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου
1023καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου τὸν βασιλέα ιερουσαλημ καὶ τὸν βασιλέα χεβρων καὶ τὸν βασιλέα ιεριμουθ καὶ τὸν βασιλέα λαχις καὶ τὸν βασιλέα οδολλαμ
1024καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς ἰησοῦν καὶ συνεκάλεσεν ἰησοῦς πάντα ισραηλ καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ λέγων αὐτοῖς προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν
1025καὶ εἶπεν πρὸς αὐτοὺς ἰησοῦς μὴ φοβηθῆτε αὐτοὺς μηδὲ δειλιάσητε ἀνδρίζεσθε καὶ ἰσχύετε ὅτι οὕτως ποιήσει κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς
1026καὶ ἀπέκτεινεν αὐτοὺς ἰησοῦς καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας
1027καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο ἰησοῦς καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον εἰς ὃ κατεφύγοσαν ἐκεῖ καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας
1028καὶ τὴν μακηδα ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδεὶς διασεσῳσμένος καὶ διαπεφευγώς καὶ ἐποίησαν τῷ βασιλεῖ μακηδα ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ ιεριχω
1029καὶ ἀπῆλθεν ἰησοῦς καὶ πᾶς ισραηλ μετ' αὐτοῦ ἐκ μακηδα εἰς λεβνα καὶ ἐπολιόρκει λεβνα
1030καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χεῖρας ισραηλ καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδὲ εἷς διασεσῳσμένος καὶ διαπεφευγώς καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ ιεριχω
1031καὶ ἀπῆλθεν ἰησοῦς καὶ πᾶς ισραηλ μετ' αὐτοῦ ἐκ λεβνα εἰς λαχις καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν
1032καὶ παρέδωκεν κύριος τὴν λαχις εἰς τὰς χεῖρας ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν λεβνα
1033τότε ἀνέβη αιλαμ βασιλεὺς γαζερ βοηθήσων τῇ λαχις καὶ ἐπάταξεν αὐτὸν ἰησοῦς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσῳσμένον καὶ διαπεφευγότα
1034καὶ ἀπῆλθεν ἰησοῦς καὶ πᾶς ισραηλ μετ' αὐτοῦ ἐκ λαχις εἰς οδολλαμ καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκησεν αὐτήν
1035καὶ παρέδωκεν αὐτὴν κύριος ἐν χειρὶ ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ ἐφόνευσαν ὃν τρόπον ἐποίησαν τῇ λαχις
1036καὶ ἀπῆλθεν ἰησοῦς καὶ πᾶς ισραηλ μετ' αὐτοῦ εἰς χεβρων καὶ περιεκάθισεν αὐτήν
1037καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ὅσα ἦν ἐν αὐτῇ οὐκ ἦν διασεσῳσμένος ὃν τρόπον ἐποίησαν τὴν οδολλαμ ἐξωλέθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ
1038καὶ ἀπέστρεψεν ἰησοῦς καὶ πᾶς ισραηλ εἰς δαβιρ καὶ περικαθίσαντες αὐτὴν
1039ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσῳσμένον ὃν τρόπον ἐποίησαν τὴν χεβρων καὶ τῷ βασιλεῖ αὐτῆς οὕτως ἐποίησαν τῇ δαβιρ καὶ τῷ βασιλεῖ αὐτῆς
1040καὶ ἐπάταξεν ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν ναγεβ καὶ τὴν πεδινὴν καὶ τὴν ασηδωθ καὶ τοὺς βασιλεῖς αὐτῆς οὐ κατέλιπον αὐτῶν σεσῳσμένον καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλέθρευσεν ὃν τρόπον ἐνετείλατο κύριος ὁ θεὸς ισραηλ
1041ἀπὸ καδης βαρνη ἕως γάζης πᾶσαν τὴν γοσομ ἕως τῆς γαβαων
1042καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν ἰησοῦς εἰς ἅπαξ ὅτι κύριος ὁ θεὸς ισραηλ συνεπολέμει τῷ ισραηλ
111ὡς δὲ ἤκουσεν ιαβιν βασιλεὺς ασωρ ἀπέστειλεν πρὸς ιωβαβ βασιλέα μαρρων καὶ πρὸς βασιλέα συμοων καὶ πρὸς βασιλέα αζιφ
112καὶ πρὸς τοὺς βασιλεῖς τοὺς κατὰ σιδῶνα τὴν μεγάλην εἰς τὴν ὀρεινὴν καὶ εἰς τὴν ραβα ἀπέναντι κενερωθ καὶ εἰς τὸ πεδίον καὶ εἰς ναφεδδωρ
113καὶ εἰς τοὺς παραλίους χαναναίους ἀπὸ ἀνατολῶν καὶ εἰς τοὺς παραλίους αμορραίους καὶ ευαίους καὶ ιεβουσαίους καὶ φερεζαίους τοὺς ἐν τῷ ὄρει καὶ τοὺς χετταίους τοὺς ὑπὸ τὴν αερμων εἰς γῆν μασσηφα
114καὶ ἐξῆλθον αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν μετ' αὐτῶν ὥσπερ ἡ ἄμμος τῆς θαλάσσης τῷ πλήθει καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα
115καὶ συνῆλθον πάντες οἱ βασιλεῖς οὗτοι καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐπὶ τοῦ ὕδατος μαρρων πολεμῆσαι τὸν ισραηλ
116καὶ εἶπεν κύριος πρὸς ἰησοῦν μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ ισραηλ τοὺς ἵππους αὐτῶν νευροκοπήσεις καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί
117καὶ ἦλθεν ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ἐπ' αὐτοὺς ἐπὶ τὸ ὕδωρ μαρρων ἐξάπινα καὶ ἐπέπεσαν ἐπ' αὐτοὺς ἐν τῇ ὀρεινῇ
118καὶ παρέδωκεν αὐτοὺς κύριος ὑποχειρίους ισραηλ καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως σιδῶνος τῆς μεγάλης καὶ ἕως μασερων καὶ ἕως τῶν πεδίων μασσωχ κατ' ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν διασεσῳσμένον
119καὶ ἐποίησεν αὐτοῖς ἰησοῦς ὃν τρόπον ἐνετείλατο αὐτῷ κύριος τοὺς ἵππους αὐτῶν ἐνευροκόπησεν καὶ τὰ ἅρματα αὐτῶν ἐνέπρησεν ἐν πυρί
1110καὶ ἀπεστράφη ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ κατελάβετο ασωρ καὶ τὸν βασιλέα αὐτῆς ἦν δὲ ασωρ τὸ πρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων
1111καὶ ἀπέκτειναν πᾶν ἐμπνέον ἐν αὐτῇ ἐν ξίφει καὶ ἐξωλέθρευσαν πάντας καὶ οὐ κατελείφθη ἐν αὐτῇ ἐμπνέον καὶ τὴν ασωρ ἐνέπρησαν ἐν πυρί
1112καὶ πάσας τὰς πόλεις τῶν βασιλέων καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν ἰησοῦς καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτούς ὃν τρόπον συνέταξεν μωυσῆς ὁ παῖς κυρίου
1113ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν ισραηλ πλὴν ασωρ μόνην ἐνέπρησεν ἰησοῦς
1114καὶ πάντα τὰ σκῦλα αὐτῆς ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ ισραηλ αὐτοὺς δὲ πάντας ἐξωλέθρευσαν ἐν στόματι ξίφους ἕως ἀπώλεσεν αὐτούς οὐ κατέλιπον ἐξ αὐτῶν οὐδὲ ἓν ἐμπνέον
1115ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ τῷ παιδὶ αὐτοῦ καὶ μωυσῆς ὡσαύτως ἐνετείλατο τῷ ἰησοῖ καὶ οὕτως ἐποίησεν ἰησοῦς οὐ παρέβη οὐδὲν ἀπὸ πάντων ὧν συνέταξεν αὐτῷ μωυσῆς
1116καὶ ἔλαβεν ἰησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν καὶ πᾶσαν τὴν ναγεβ καὶ πᾶσαν τὴν γῆν γοσομ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαῖς καὶ τὸ ὄρος ισραηλ καὶ τὰ ταπεινά
1117τὰ πρὸς τῷ ὄρει ἀπὸ ὄρους αχελ καὶ ὃ προσαναβαίνει εἰς σηιρ καὶ ἕως βααλγαδ καὶ τὰ πεδία τοῦ λιβάνου ὑπὸ τὸ ὄρος τὸ αερμων καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν καὶ ἀνεῖλεν αὐτοὺς καὶ ἀπέκτεινεν
1118καὶ πλείους ἡμέρας ἐποίησεν ἰησοῦς πρὸς τοὺς βασιλεῖς τούτους τὸν πόλεμον
1119καὶ οὐκ ἦν πόλις ἣν οὐκ ἔλαβεν ισραηλ πάντα ἐλάβοσαν ἐν πολέμῳ
1120ὅτι διὰ κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς ισραηλ ἵνα ἐξολεθρευθῶσιν ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος ἀλλ' ἵνα ἐξολεθρευθῶσιν ὃν τρόπον εἶπεν κύριος πρὸς μωυσῆν
1121καὶ ἦλθεν ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλέθρευσεν τοὺς ενακιμ ἐκ τῆς ὀρεινῆς ἐκ χεβρων καὶ ἐκ δαβιρ καὶ ἐξ αναβωθ καὶ ἐκ παντὸς γένους ισραηλ καὶ ἐκ παντὸς ὄρους ιουδα σὺν ταῖς πόλεσιν αὐτῶν καὶ ἐξωλέθρευσεν αὐτοὺς ἰησοῦς
1122οὐ κατελείφθη τῶν ενακιμ ἀπὸ τῶν υἱῶν ισραηλ ἀλλὰ πλὴν ἐν γάζῃ καὶ ἐν γεθ καὶ ἐν ασεδωθ κατελείφθη
1123καὶ ἔλαβεν ἰησοῦς πᾶσαν τὴν γῆν καθότι ἐνετείλατο κύριος τῷ μωυσῇ καὶ ἔδωκεν αὐτοὺς ἰησοῦς ἐν κληρονομίᾳ ισραηλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν καὶ ἡ γῆ κατέπαυσεν πολεμουμένη
121καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς οὓς ἀνεῖλον οἱ υἱοὶ ισραηλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ ιορδάνου ἀφ' ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος αρνων ἕως τοῦ ὄρους αερμων καὶ πᾶσαν τὴν γῆν αραβα ἀπ' ἀνατολῶν
122σηων τὸν βασιλέα τῶν αμορραίων ὃς κατῴκει ἐν εσεβων κυριεύων ἀπὸ αροηρ ἥ ἐστιν ἐν τῇ φάραγγι κατὰ μέρος τῆς φάραγγος καὶ τὸ ἥμισυ τῆς γαλααδ ἕως ιαβοκ ὅρια υἱῶν αμμων
123καὶ αραβα ἕως τῆς θαλάσσης χενερεθ κατ' ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης αραβα θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ ασιμωθ ἀπὸ θαιμαν τὴν ὑπὸ ασηδωθ φασγα
124καὶ ωγ βασιλεὺς βασαν ὑπελείφθη ἐκ τῶν γιγάντων ὁ κατοικῶν ἐν ασταρωθ καὶ ἐν εδραϊν
125ἄρχων ἀπὸ ὄρους αερμων καὶ ἀπὸ σελχα καὶ πᾶσαν τὴν βασαν ἕως ὁρίων γεσουρι καὶ τὴν μαχατι καὶ τὸ ἥμισυ γαλααδ ὁρίων σηων βασιλέως εσεβων
126μωυσῆς ὁ παῖς κυρίου καὶ οἱ υἱοὶ ισραηλ ἐπάταξαν αὐτούς καὶ ἔδωκεν αὐτὴν μωυσῆς ἐν κληρονομίᾳ ρουβην καὶ γαδ καὶ τῷ ἡμίσει φυλῆς μανασση
127καὶ οὗτοι οἱ βασιλεῖς τῶν αμορραίων οὓς ἀνεῖλεν ἰησοῦς καὶ οἱ υἱοὶ ισραηλ ἐν τῷ πέραν τοῦ ιορδάνου παρὰ θάλασσαν βααλγαδ ἐν τῷ πεδίῳ τοῦ λιβάνου καὶ ἕως τοῦ ὄρους χελχα ἀναβαινόντων εἰς σηιρ καὶ ἔδωκεν αὐτὴν ἰησοῦς ταῖς φυλαῖς ισραηλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν
128ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν αραβα καὶ ἐν ασηδωθ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν ναγεβ τὸν χετταῖον καὶ τὸν αμορραῖον καὶ τὸν χαναναῖον καὶ τὸν φερεζαῖον καὶ τὸν ευαῖον καὶ τὸν ιεβουσαῖον
129τὸν βασιλέα ιεριχω καὶ τὸν βασιλέα τῆς γαι ἥ ἐστιν πλησίον βαιθηλ
1210βασιλέα ιερουσαλημ βασιλέα χεβρων
1211βασιλέα ιεριμουθ βασιλέα λαχις
1212βασιλέα αιλαμ βασιλέα γαζερ
1213βασιλέα δαβιρ βασιλέα γαδερ
1214βασιλέα ερμαθ βασιλέα αραθ
1215βασιλέα λεβνα βασιλέα οδολλαμ
1216βασιλέα μακηδα
1217βασιλέα ταφουγ βασιλέα οφερ
1218βασιλέα αφεκ τῆς σαρων
1219βασιλέα ασωρ
1220βασιλέα συμοων βασιλέα μαρρων βασιλέα αζιφ
1221βασιλέα καδης βασιλέα ταναχ
1222βασιλέα μαγεδων βασιλέα ιεκοναμ τοῦ χερμελ
1223βασιλέα δωρ τοῦ ναφεδδωρ βασιλέα γωιμ τῆς γαλιλαίας
1224βασιλέα θαρσα πάντες οὗτοι βασιλεῖς εἴκοσι ἐννέα
131καὶ ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν καὶ εἶπεν κύριος πρὸς ἰησοῦν σὺ προβέβηκας τῶν ἡμερῶν καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν
132καὶ αὕτη ἡ γῆ ἡ καταλελειμμένη ὅρια φυλιστιιμ ὁ γεσιρι καὶ ὁ χαναναῖος
133ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον αἰγύπτου ἕως τῶν ὁρίων ακκαρων ἐξ εὐωνύμων τῶν χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν φυλιστιιμ τῷ γαζαίῳ καὶ τῷ ἀζωτίῳ καὶ τῷ ἀσκαλωνίτῃ καὶ τῷ γεθθαίῳ καὶ τῷ ακκαρωνίτῃ καὶ τῷ ευαίῳ
134ἐκ θαιμαν καὶ πάσῃ γῇ χανααν ἐναντίον γάζης καὶ οἱ σιδώνιοι ἕως αφεκ ἕως τῶν ὁρίων τῶν αμορραίων
135καὶ πᾶσαν τὴν γῆν γαβλι φυλιστιιμ καὶ πάντα τὸν λίβανον ἀπὸ ἀνατολῶν ἡλίου ἀπὸ γαλγαλ ὑπὸ τὸ ὄρος τὸ αερμων ἕως τῆς εἰσόδου εμαθ
136πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ λιβάνου ἕως τῆς μασερεφωθμαιμ πάντας τοὺς σιδωνίους ἐγὼ αὐτοὺς ἐξολεθρεύσω ἀπὸ προσώπου ισραηλ ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ ισραηλ ὃν τρόπον σοι ἐνετειλάμην
137καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς μανασση ἀπὸ τοῦ ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ
138ταῖς δὲ δύο φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς μανασση τῷ ρουβην καὶ τῷ γαδ ἔδωκεν μωυσῆς ἐν τῷ πέραν τοῦ ιορδάνου κατ' ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν μωυσῆς ὁ παῖς κυρίου
139ἀπὸ αροηρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου αρνων καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν μισωρ ἀπὸ μαιδαβα ἕως δαιβαν
1310πάσας τὰς πόλεις σηων βασιλέως αμορραίων ὃς ἐβασίλευσεν ἐν εσεβων ἕως τῶν ὁρίων υἱῶν αμμων
1311καὶ τὴν γαλααδίτιδα καὶ τὰ ὅρια γεσιρι καὶ τοῦ μαχατι πᾶν ὄρος αερμων καὶ πᾶσαν τὴν βασανῖτιν ἕως σελχα
1312πᾶσαν τὴν βασιλείαν ωγ ἐν τῇ βασανίτιδι ὃς ἐβασίλευσεν ἐν ασταρωθ καὶ ἐν εδραϊν οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων καὶ ἐπάταξεν αὐτὸν μωυσῆς καὶ ἐξωλέθρευσεν
1313καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ ισραηλ τὸν γεσιρι καὶ τὸν μαχατι καὶ τὸν χαναναῖον καὶ κατῴκει βασιλεὺς γεσιρι καὶ ὁ μαχατι ἐν τοῖς υἱοῖς ισραηλ ἕως τῆς σήμερον ἡμέρας
1314πλὴν τῆς φυλῆς λευι οὐκ ἐδόθη κληρονομία κύριος ὁ θεὸς ισραηλ οὗτος αὐτῶν κληρονομία καθὰ εἶπεν αὐτοῖς κύριος καὶ οὗτος ὁ καταμερισμός ὃν κατεμέρισεν μωυσῆς τοῖς υἱοῖς ισραηλ ἐν αραβωθ μωαβ ἐν τῷ πέραν τοῦ ιορδάνου κατὰ ιεριχω
1315καὶ ἔδωκεν μωυσῆς τῇ φυλῇ ρουβην κατὰ δήμους αὐτῶν
1316καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ αροηρ ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος αρνων καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι αρνων καὶ πᾶσαν τὴν μισωρ
1317ἕως εσεβων καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ μισωρ καὶ δαιβων καὶ βαμωθβααλ καὶ οἴκου βεελμων
1318καὶ ιασσα καὶ κεδημωθ καὶ μεφααθ
1319καὶ καριαθαιμ καὶ σεβαμα καὶ σεραδα καὶ σιωρ ἐν τῷ ὄρει εμακ
1320καὶ βαιθφογωρ καὶ ασηδωθ φασγα καὶ βαιθασιμωθ
1321καὶ πάσας τὰς πόλεις τοῦ μισωρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ σηων βασιλέως τῶν αμορραίων ὃν ἐπάταξεν μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους μαδιαμ καὶ τὸν ευι καὶ τὸν ροκομ καὶ τὸν σουρ καὶ τὸν ουρ καὶ τὸν ροβε ἄρχοντας παρὰ σηων καὶ τοὺς κατοικοῦντας τὴν γῆν
1322καὶ τὸν βαλααμ τὸν τοῦ βεωρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ
1323ἐγένετο δὲ τὰ ὅρια ρουβην ιορδάνης ὅριον αὕτη ἡ κληρονομία υἱῶν ρουβην κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν
1324ἔδωκεν δὲ μωυσῆς τοῖς υἱοῖς γαδ κατὰ δήμους αὐτῶν
1325καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ιαζηρ πᾶσαι αἱ πόλεις γαλααδ καὶ τὸ ἥμισυ γῆς υἱῶν αμμων ἕως αροηρ ἥ ἐστιν κατὰ πρόσωπον ραββα
1326καὶ ἀπὸ εσεβων ἕως ραμωθ κατὰ τὴν μασσηφα καὶ βοτανιν καὶ μααναιν ἕως τῶν ὁρίων δαβιρ
1327καὶ ἐν εμεκ βαιθαραμ καὶ βαιθαναβρα καὶ σοκχωθα καὶ σαφαν καὶ τὴν λοιπὴν βασιλείαν σηων βασιλέως εσεβων καὶ ὁ ιορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης χενερεθ πέραν τοῦ ιορδάνου ἀπ' ἀνατολῶν
1328αὕτη ἡ κληρονομία υἱῶν γαδ κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν
1329καὶ ἔδωκεν μωυσῆς τῷ ἡμίσει φυλῆς μανασση κατὰ δήμους αὐτῶν
1330καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ μααναιμ καὶ πᾶσα βασιλεία βασανι καὶ πᾶσα βασιλεία ωγ βασιλέως βασαν καὶ πάσας τὰς κώμας ιαϊρ αἵ εἰσιν ἐν τῇ βασανίτιδι ἑξήκοντα πόλεις
1331καὶ τὸ ἥμισυ τῆς γαλααδ καὶ ἐν ασταρωθ καὶ ἐν εδραϊν πόλεις βασιλείας ωγ ἐν βασανίτιδι καὶ ἐδόθησαν τοῖς υἱοῖς μαχιρ υἱοῦ μανασση καὶ τοῖς ἡμίσεσιν υἱοῖς μαχιρ υἱοῦ μανασση κατὰ δήμους αὐτῶν
1332οὗτοι οὓς κατεκληρονόμησεν μωυσῆς πέραν τοῦ ιορδάνου ἐν αραβωθ μωαβ ἐν τῷ πέραν τοῦ ιορδάνου κατὰ ιεριχω ἀπὸ ἀνατολῶν
141καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν ισραηλ ἐν τῇ γῇ χανααν οἷς κατεκληρονόμησεν αὐτοῖς ελεαζαρ ὁ ἱερεὺς καὶ ἰησοῦς ὁ τοῦ ναυη καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν ισραηλ
142κατὰ κλήρους ἐκληρονόμησαν ὃν τρόπον ἐνετείλατο κύριος ἐν χειρὶ ἰησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς
143ἀπὸ τοῦ πέραν τοῦ ιορδάνου καὶ τοῖς λευίταις οὐκ ἔδωκεν κλῆρον ἐν αὐτοῖς
144ὅτι ἦσαν οἱ υἱοὶ ιωσηφ δύο φυλαί μανασση καὶ εφραιμ καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς λευίταις ἀλλ' ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσιν καὶ τὰ κτήνη αὐτῶν
145ὃν τρόπον ἐνετείλατο κύριος τῷ μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ ισραηλ καὶ ἐμέρισαν τὴν γῆν
146καὶ προσήλθοσαν οἱ υἱοὶ ιουδα πρὸς ἰησοῦν ἐν γαλγαλ καὶ εἶπεν πρὸς αὐτὸν χαλεβ ὁ τοῦ ιεφοννη ὁ κενεζαῖος σὺ ἐπίστῃ τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος πρὸς μωυσῆν ἄνθρωπον τοῦ θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν καδης βαρνη
147τεσσαράκοντα γὰρ ἐτῶν ἤμην ὅτε ἀπέστειλέν με μωυσῆς ὁ παῖς τοῦ θεοῦ ἐκ καδης βαρνη κατασκοπεῦσαι τὴν γῆν καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ
148οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ' ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι κυρίῳ τῷ θεῷ μου
149καὶ ὤμοσεν μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων ἡ γῆ ἐφ' ἣν ἐπέβης σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω κυρίου τοῦ θεοῦ ἡμῶν
1410καὶ νῦν διέθρεψέν με κύριος ὃν τρόπον εἶπεν τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ' οὗ ἐλάλησεν κύριος τὸ ῥῆμα τοῦτο πρὸς μωυσῆν καὶ ἐπορεύθη ισραηλ ἐν τῇ ἐρήμῳ καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν
1411ἔτι εἰμὶ σήμερον ἰσχύων ὡσεὶ ὅτε ἀπέστειλέν με μωυσῆς ὡσαύτως ἰσχύω νῦν ἐξελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον
1412καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο καθὰ εἶπεν κύριος τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἡμέρᾳ ἐκείνῃ νυνὶ δὲ οἱ ενακιμ ἐκεῖ εἰσιν πόλεις ὀχυραὶ καὶ μεγάλαι ἐὰν οὖν κύριος μετ' ἐμοῦ ᾖ ἐξολεθρεύσω αὐτούς ὃν τρόπον εἶπέν μοι κύριος
1413καὶ εὐλόγησεν αὐτὸν ἰησοῦς καὶ ἔδωκεν τὴν χεβρων τῷ χαλεβ υἱῷ ιεφοννη υἱοῦ κενεζ ἐν κλήρῳ
1414διὰ τοῦτο ἐγενήθη ἡ χεβρων τῷ χαλεβ τῷ τοῦ ιεφοννη τοῦ κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι κυρίου θεοῦ ισραηλ
1415τὸ δὲ ὄνομα τῆς χεβρων ἦν τὸ πρότερον πόλις αρβοκ μητρόπολις τῶν ενακιμ αὕτη καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου
151καὶ ἐγένετο τὰ ὅρια φυλῆς ιουδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς ιδουμαίας ἀπὸ τῆς ἐρήμου σιν ἕως καδης πρὸς λίβα
152καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα
153καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως ακραβιν καὶ ἐκπεριπορεύεται σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ καδης βαρνη καὶ ἐκπορεύεται ασωρων καὶ προσαναβαίνει εἰς αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς καδης
154καὶ πορεύεται ἐπὶ ασεμωνα καὶ διεκβαλεῖ ἕως φάραγγος αἰγύπτου καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός
155καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ ιορδάνου καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ ιορδάνου
156ἐπιβαίνει τὰ ὅρια ἐπὶ βαιθαγλα καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ βαιθαραβα καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον βαιων υἱοῦ ρουβην
157καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος αχωρ καὶ καταβαίνει ἐπὶ γαλγαλ ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως αδδαμιν ἥ ἐστιν κατὰ λίβα τῇ φάραγγι καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ ρωγηλ
158καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα ονομ ἐπὶ νώτου ιεβους ἀπὸ λιβός αὕτη ἐστὶν ιερουσαλημ καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος ονομ πρὸς θαλάσσης ἥ ἐστιν ἐκ μέρους γῆς ραφαϊν ἐπὶ βορρᾶ
159καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος ναφθω καὶ διεκβάλλει εἰς τὸ ὄρος εφρων καὶ ἐξάξει τὸ ὅριον εἰς βααλ αὕτη ἐστὶν πόλις ιαριμ
1510καὶ περιελεύσεται ὅριον ἀπὸ βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος ασσαρες ἐπὶ νώτου πόλιν ιαριμ ἀπὸ βορρᾶ αὕτη ἐστὶν χασλων καὶ καταβήσεται ἐπὶ πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα
1511καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου ακκαρων ἐπὶ βορρᾶν καὶ διεκβαλεῖ τὰ ὅρια εἰς σακχαρωνα καὶ παρελεύσεται ὄρος τῆς βαλα καὶ διεκβαλεῖ ἐπὶ ιαβνηλ καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν
1512καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ ταῦτα τὰ ὅρια υἱῶν ιουδα κύκλῳ κατὰ δήμους αὐτῶν
1513καὶ τῷ χαλεβ υἱῷ ιεφοννη ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν ιουδα διὰ προστάγματος τοῦ θεοῦ καὶ ἔδωκεν αὐτῷ ἰησοῦς τὴν πόλιν αρβοκ μητρόπολιν ενακ αὕτη ἐστὶν χεβρων
1514καὶ ἐξωλέθρευσεν ἐκεῖθεν χαλεβ υἱὸς ιεφοννη τοὺς τρεῖς υἱοὺς ενακ τὸν σουσι καὶ τὸν θολμι καὶ τὸν αχιμα
1515καὶ ἀνέβη ἐκεῖθεν χαλεβ ἐπὶ τοὺς κατοικοῦντας δαβιρ τὸ δὲ ὄνομα δαβιρ ἦν τὸ πρότερον πόλις γραμμάτων
1516καὶ εἶπεν χαλεβ ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς δώσω αὐτῷ τὴν αχσαν θυγατέρα μου εἰς γυναῖκα
1517καὶ ἔλαβεν αὐτὴν γοθονιηλ υἱὸς κενεζ ἀδελφὸς χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν αχσαν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα
1518καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα αἰτήσομαι τὸν πατέρα μου ἀγρόν καὶ ἐβόησεν ἐκ τοῦ ὄνου καὶ εἶπεν αὐτῇ χαλεβ τί ἐστίν σοι
1519καὶ εἶπεν αὐτῷ δός μοι εὐλογίαν ὅτι εἰς γῆν ναγεβ δέδωκάς με δός μοι τὴν γολαθμαιν καὶ ἔδωκεν αὐτῇ χαλεβ τὴν γολαθμαιν τὴν ἄνω καὶ τὴν γολαθμαιν τὴν κάτω
1520αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ιουδα
1521ἐγενήθησαν δὲ αἱ πόλεις αὐτῶν πόλις πρώτη φυλῆς υἱῶν ιουδα ἐφ' ὁρίων εδωμ ἐπὶ τῆς ἐρήμου καιβαισελεηλ καὶ αρα καὶ ασωρ
1522καὶ ικαμ καὶ ρεγμα καὶ αρουηλ
1523καὶ καδης καὶ ασοριωναιν
1524καὶ μαιναμ καὶ βαλμαιναν καὶ αἱ κῶμαι αὐτῶν
1525καὶ αἱ πόλεις ασερων αὕτη ασωρ
1526καὶ σην καὶ σαλμαα καὶ μωλαδα
1527καὶ σερι καὶ βαιφαλαδ
1528καὶ χολασεωλα καὶ βηρσαβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν
1529βαλα καὶ βακωκ καὶ ασομ
1530καὶ ελβωυδαδ καὶ βαιθηλ καὶ ερμα
1531καὶ σεκελακ καὶ μαχαριμ καὶ σεθεννακ
1532καὶ λαβως καὶ σαλη καὶ ερωμωθ πόλεις καὶ αἱ κῶμαι αὐτῶν
1533ἐν τῇ πεδινῇ ασταωλ καὶ ραα καὶ ασσα
1534καὶ ραμεν καὶ τανω καὶ ιλουθωθ καὶ μαιανι
1535καὶ ιερμουθ καὶ οδολλαμ καὶ μεμβρα καὶ σαωχω καὶ αζηκα
1536καὶ σακαριμ καὶ γαδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς πόλεις δέκα τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν
1537σεννα καὶ αδασαν καὶ μαγαδαγαδ
1538καὶ δαλαλ καὶ μασφα καὶ ιακαρεηλ
1539καὶ λαχης καὶ βασηδωθ καὶ ιδεαδαλεα
1540καὶ χαβρα καὶ μαχες καὶ μααχως
1541καὶ γεδδωρ καὶ βαγαδιηλ καὶ νωμαν καὶ μακηδαν πόλεις δεκαὲξ καὶ αἱ κῶμαι αὐτῶν
1542λεμνα καὶ ιθακ
1543καὶ ανωχ καὶ ιανα καὶ νασιβ
1544καὶ κεϊλαμ καὶ ακιεζι καὶ κεζιβ καὶ βαθησαρ καὶ αιλων πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν
1545ακκαρων καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν
1546ἀπὸ ακκαρων γεμνα καὶ πᾶσαι ὅσαι εἰσὶν πλησίον ασηδωθ καὶ αἱ κῶμαι αὐτῶν
1547ασιεδωθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου αἰγύπτου καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει
1548καὶ ἐν τῇ ὀρεινῇ σαμιρ καὶ ιεθερ καὶ σωχα
1549καὶ ρεννα καὶ πόλις γραμμάτων αὕτη δαβιρ
1550καὶ ανων καὶ εσκαιμαν καὶ αισαμ
1551καὶ γοσομ καὶ χαλου καὶ χαννα πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν
1552αιρεμ καὶ ρεμνα καὶ σομα
1553καὶ ιεμαϊν καὶ βαιθαχου καὶ φακουα
1554καὶ ευμα καὶ πόλις αρβοκ αὕτη ἐστὶν χεβρων καὶ σωρθ πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν
1555μαωρ καὶ χερμελ καὶ οζιβ καὶ ιταν
1556καὶ ιαριηλ καὶ ιαρικαμ καὶ ζακαναϊμ
1557καὶ γαβαα καὶ θαμναθα πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν
1558αλουα καὶ βαιθσουρ καὶ γεδδων
1559καὶ μαγαρωθ καὶ βαιθαναμ καὶ θεκουμ πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν
1559a
1560καριαθβααλ αὕτη ἡ πόλις ιαριμ καὶ σωθηβα πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν
1561καὶ βαδδαργις καὶ θαραβααμ καὶ αινων καὶ αιχιοζα
1562καὶ ναφλαζων καὶ αἱ πόλεις σαδωμ καὶ ανκαδης πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν
1563καὶ ὁ ιεβουσαῖος κατῴκει ἐν ιερουσαλημ καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ ιουδα ἀπολέσαι αὐτούς καὶ κατῴκησαν οἱ ιεβουσαῖοι ἐν ιερουσαλημ ἕως τῆς ἡμέρας ἐκείνης
161καὶ ἐγένετο τὰ ὅρια υἱῶν ιωσηφ ἀπὸ τοῦ ιορδάνου τοῦ κατὰ ιεριχω ἀπ' ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ ιεριχω εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς βαιθηλ λουζα
162καὶ ἐξελεύσεται εἰς βαιθηλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ χαταρωθι
163καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια απταλιμ ἕως τῶν ὁρίων βαιθωρων τὴν κάτω καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν
164καὶ ἐκληρονόμησαν οἱ υἱοὶ ιωσηφ εφραιμ καὶ μανασση
165καὶ ἐγενήθη ὅρια υἱῶν εφραιμ κατὰ δήμους αὐτῶν καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπὸ ἀνατολῶν αταρωθ καὶ εροκ ἕως βαιθωρων τὴν ἄνω καὶ γαζαρα
166καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς ικασμων ἀπὸ βορρᾶ θερμα περιελεύσεται ἐπὶ ἀνατολὰς εἰς θηνασα καὶ σελλησα καὶ παρελεύσεται ἀπ' ἀνατολῶν εἰς ιανωκα
167καὶ εἰς μαχω καὶ αταρωθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ ιεριχω καὶ διεκβαλεῖ ἐπὶ τὸν ιορδάνην
168καὶ ἀπὸ ταφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ χελκανα καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν αὕτη ἡ κληρονομία φυλῆς εφραιμ κατὰ δήμους αὐτῶν
169καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς εφραιμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν μανασση πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν
1610καὶ οὐκ ἀπώλεσεν εφραιμ τὸν χαναναῖον τὸν κατοικοῦντα ἐν γαζερ καὶ κατῴκει ὁ χαναναῖος ἐν τῷ εφραιμ ἕως τῆς ἡμέρας ταύτης ἕως ἀνέβη φαραω βασιλεὺς αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί καὶ τοὺς χαναναίους καὶ τοὺς φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν γαζερ ἐξεκέντησαν καὶ ἔδωκεν αὐτὴν φαραω ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ
171καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν μανασση ὅτι οὗτος πρωτότοκος τῷ ιωσηφ τῷ μαχιρ πρωτοτόκῳ μανασση πατρὶ γαλααδ ἀνὴρ γὰρ πολεμιστὴς ἦν ἐν τῇ γαλααδίτιδι καὶ ἐν τῇ βασανίτιδι
172καὶ ἐγενήθη τοῖς υἱοῖς μανασση τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν τοῖς υἱοῖς ιεζερ καὶ τοῖς υἱοῖς κελεζ καὶ τοῖς υἱοῖς ιεζιηλ καὶ τοῖς υἱοῖς συχεμ καὶ τοῖς υἱοῖς συμαριμ καὶ τοῖς υἱοῖς οφερ οὗτοι οἱ ἄρσενες κατὰ δήμους αὐτῶν
173καὶ τῷ σαλπααδ υἱῷ οφερ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ' ἢ θυγατέρες καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων σαλπααδ μααλα καὶ νουα καὶ εγλα καὶ μελχα καὶ θερσα
174καὶ ἔστησαν ἐναντίον ελεαζαρ τοῦ ἱερέως καὶ ἐναντίον ἰησοῦ καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι ὁ θεὸς ἐνετείλατο διὰ χειρὸς μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν
175καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτῶν ἀπὸ ανασσα καὶ πεδίον λαβεκ ἐκ τῆς γαλααδ ἥ ἐστιν πέραν τοῦ ιορδάνου
176ὅτι θυγατέρες υἱῶν μανασση ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν ἡ δὲ γῆ γαλααδ ἐγενήθη τοῖς υἱοῖς μανασση τοῖς καταλελειμμένοις
177καὶ ἐγενήθη ὅρια υἱῶν μανασση δηλαναθ ἥ ἐστιν κατὰ πρόσωπον υἱῶν αναθ καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ ιαμιν καὶ ιασσιβ ἐπὶ πηγὴν θαφθωθ
178τῷ μανασση ἔσται καὶ θαφεθ ἐπὶ τῶν ὁρίων μανασση τοῖς υἱοῖς εφραιμ
179καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα καρανα ἐπὶ λίβα κατὰ φάραγγα ιαριηλ τερέμινθος τῷ εφραιμ ἀνὰ μέσον πόλεως μανασση καὶ ὅρια μανασση ἐπὶ τὸν βορρᾶν εἰς τὸν χειμάρρουν καὶ ἔσται αὐτοῦ ἡ διέξοδος θάλασσα
1710ἀπὸ λιβὸς τῷ εφραιμ καὶ ἐπὶ βορρᾶν μανασση καὶ ἔσται ἡ θάλασσα ὅρια αὐτοῖς καὶ ἐπὶ ασηρ συνάψουσιν ἐπὶ βορρᾶν καὶ τῷ ισσαχαρ ἀπ' ἀνατολῶν
1711καὶ ἔσται μανασση ἐν ισσαχαρ καὶ ἐν ασηρ βαιθσαν καὶ αἱ κῶμαι αὐτῶν καὶ τοὺς κατοικοῦντας δωρ καὶ τὰς κώμας αὐτῆς καὶ τοὺς κατοικοῦντας μαγεδδω καὶ τὰς κώμας αὐτῆς καὶ τὸ τρίτον τῆς ναφετα καὶ τὰς κώμας αὐτῆς
1712καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ μανασση ἐξολεθρεῦσαι τὰς πόλεις ταύτας καὶ ἤρχετο ὁ χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ
1713καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ ισραηλ καὶ ἐποίησαν τοὺς χαναναίους ὑπηκόους ἐξολεθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλέθρευσαν
1714ἀντεῖπαν δὲ οἱ υἱοὶ ιωσηφ τῷ ἰησοῦ λέγοντες διὰ τί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα καὶ σχοίνισμα ἕν ἐγὼ δὲ λαὸς πολύς εἰμι καὶ ὁ θεὸς εὐλόγησέν με
1715καὶ εἶπεν αὐτοῖς ἰησοῦς εἰ λαὸς πολὺς εἶ ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ εφραιμ
1716καὶ εἶπαν οὐκ ἀρκέσει ἡμῖν τὸ ὄρος τὸ εφραιμ καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τῷ χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν βαιθσαν καὶ ἐν ταῖς κώμαις αὐτῆς ἐν τῇ κοιλάδι ιεζραελ
1717καὶ εἶπεν ἰησοῦς τοῖς υἱοῖς ιωσηφ εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις οὐκ ἔσται σοι κλῆρος εἷς
1718ὁ γὰρ δρυμὸς ἔσται σοι ὅτι δρυμός ἐστιν καὶ ἐκκαθαριεῖς αὐτὸν καὶ ἔσται σοι καὶ ὅταν ἐξολεθρεύσῃς τὸν χαναναῖον ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτῷ σὺ γὰρ ὑπερισχύεις αὐτοῦ
181καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν ισραηλ εἰς σηλω καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἡ γῆ ἐκρατήθη ὑπ' αὐτῶν
182καὶ κατελείφθησαν οἱ υἱοὶ ισραηλ οἳ οὐκ ἐκληρονόμησαν ἑπτὰ φυλαί
183καὶ εἶπεν ἰησοῦς τοῖς υἱοῖς ισραηλ ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν ἣν ἔδωκεν κύριος ὁ θεὸς ἡμῶν
184δότε ἐξ ὑμῶν τρεῖς ἄνδρας ἐκ φυλῆς καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου καθὰ δεήσει διελεῖν αὐτήν καὶ ἤλθοσαν πρὸς αὐτόν
185καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας ιουδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός καὶ οἱ υἱοὶ ιωσηφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ
186ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε πρός με ὧδε καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν
187οὐ γάρ ἐστιν μερὶς τοῖς υἱοῖς λευι ἐν ὑμῖν ἱερατεία γὰρ κυρίου μερὶς αὐτοῦ καὶ γαδ καὶ ρουβην καὶ τὸ ἥμισυ φυλῆς μανασση ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ ιορδάνου ἐπ' ἀνατολάς ἣν ἔδωκεν αὐτοῖς μωυσῆς ὁ παῖς κυρίου
188καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν καὶ ἐνετείλατο ἰησοῦς τοῖς ἀνδράσιν τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου ἐν σηλω
189καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις αὐτῆς ἑπτὰ μερίδας εἰς βιβλίον καὶ ἤνεγκαν πρὸς ἰησοῦν
1810καὶ ἐνέβαλεν αὐτοῖς ἰησοῦς κλῆρον ἐν σηλω ἔναντι κυρίου
1811καὶ ἐξῆλθεν ὁ κλῆρος φυλῆς βενιαμιν πρῶτος κατὰ δήμους αὐτῶν καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον ιουδα καὶ ἀνὰ μέσον τῶν υἱῶν ιωσηφ
1812καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ ἀπὸ τοῦ ιορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου ιεριχω ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ μαδβαρῖτις βαιθων
1813καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια λουζα ἐπὶ νώτου λουζα ἀπὸ λιβός αὕτη ἐστὶν βαιθηλ καὶ καταβήσεται τὰ ὅρια μααταρωθορεχ ἐπὶ τὴν ὀρεινήν ἥ ἐστιν πρὸς λίβα βαιθωρων ἡ κάτω
1814καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον βαιθωρων λίβα καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς καριαθβααλ αὕτη ἐστὶν καριαθιαριν πόλις υἱῶν ιουδα τοῦτό ἐστιν τὸ μέρος τὸ πρὸς θάλασσαν
1815καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους καριαθβααλ καὶ διελεύσεται ὅρια εἰς γασιν ἐπὶ πηγὴν ὕδατος ναφθω
1816καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους ὅ ἐστιν κατὰ πρόσωπον νάπης ονναμ ὅ ἐστιν ἐκ μέρους εμεκραφαϊν ἀπὸ βορρᾶ καὶ καταβήσεται γαιεννα ἐπὶ νώτου ιεβουσαι ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν ρωγηλ
1817καὶ διελεύσεται ἐπὶ πηγὴν βαιθσαμυς καὶ παρελεύσεται ἐπὶ γαλιλωθ ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασιν αιθαμιν καὶ καταβήσεται ἐπὶ λίθον βαιων υἱῶν ρουβην
1818καὶ διελεύσεται κατὰ νώτου βαιθαραβα ἀπὸ βορρᾶ καὶ καταβήσεται
1819ἐπὶ τὰ ὅρια ἐπὶ νώτου βαιθαγλα ἀπὸ βορρᾶ καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ ιορδάνου ἀπὸ λιβός ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός
1820καὶ ὁ ιορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν αὕτη ἡ κληρονομία υἱῶν βενιαμιν τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους
1821καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν βενιαμιν κατὰ δήμους αὐτῶν ιεριχω καὶ βαιθεγλιω καὶ αμεκασις
1822καὶ βαιθαβαρα καὶ σαρα καὶ βησανα
1823καὶ αιιν καὶ φαρα καὶ εφραθα
1824καὶ καραφα καὶ κεφιρα καὶ μονι καὶ γαβαα πόλεις δέκα δύο καὶ αἱ κῶμαι αὐτῶν
1825γαβαων καὶ ραμα καὶ βεηρωθα
1826καὶ μασσημα καὶ μιρων καὶ αμωκη
1827καὶ φιρα καὶ καφαν καὶ νακαν καὶ σεληκαν καὶ θαρεηλα
1828καὶ ιεβους αὕτη ἐστὶν ιερουσαλημ καὶ πόλεις καὶ γαβαωθιαριμ πόλεις τρεῖς καὶ δέκα καὶ αἱ κῶμαι αὐτῶν αὕτη ἡ κληρονομία υἱῶν βενιαμιν κατὰ δήμους αὐτῶν
191καὶ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν συμεων καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀνὰ μέσον κλήρων υἱῶν ιουδα
192καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν βηρσαβεε καὶ σαμαα καὶ κωλαδαμ
193καὶ αρσωλα καὶ βωλα καὶ ασομ
194καὶ ελθουλα καὶ βουλα καὶ ερμα
195καὶ σικελακ καὶ βαιθμαχερεβ καὶ σαρσουσιν
196καὶ βαθαρωθ καὶ οἱ ἀγροὶ αὐτῶν πόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶν
197ερεμμων καὶ θαλχα καὶ εθερ καὶ ασαν πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν
198κύκλῳ τῶν πόλεων αὐτῶν ἕως βαρεκ πορευομένων βαμεθ κατὰ λίβα αὕτη ἡ κληρονομία φυλῆς υἱῶν συμεων κατὰ δήμους αὐτῶν
199ἀπὸ τοῦ κλήρου ιουδα ἡ κληρονομία φυλῆς υἱῶν συμεων ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν ιουδα μείζων τῆς αὐτῶν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ συμεων ἐν μέσῳ τοῦ κλήρου αὐτῶν
1910καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ ζαβουλων κατὰ δήμους αὐτῶν ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν εσεδεκ
1911γωλα ὅρια αὐτῶν ἡ θάλασσα καὶ μαραγελλα καὶ συνάψει ἐπὶ βαιθαραβα εἰς τὴν φάραγγα ἥ ἐστιν κατὰ πρόσωπον ιεκμαν
1912καὶ ἀνέστρεψεν ἀπὸ σεδδουκ ἐξ ἐναντίας ἀπ' ἀνατολῶν βαιθσαμυς ἐπὶ τὰ ὅρια χασελωθαιθ καὶ διελεύσεται ἐπὶ δαβιρωθ καὶ προσαναβήσεται ἐπὶ φαγγαι
1913καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ' ἀνατολὰς ἐπὶ γεβερε ἐπὶ πόλιν κατασεμ καὶ διελεύσεται ἐπὶ ρεμμωνα αμαθαρ αοζα
1914καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ αμωθ καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ γαιφαηλ
1915καὶ καταναθ καὶ ναβααλ καὶ συμοων καὶ ιεριχω καὶ βαιθμαν
1916αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ζαβουλων κατὰ δήμους αὐτῶν πόλεις καὶ αἱ κῶμαι αὐτῶν
1917καὶ τῷ ισσαχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος
1918καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ιαζηλ καὶ χασαλωθ καὶ σουναν
1919καὶ αγιν καὶ σιωνα καὶ ρεηρωθ καὶ αναχερεθ
1920καὶ δαβιρων καὶ κισων καὶ ρεβες
1921καὶ ρεμμας καὶ ιεων καὶ τομμαν καὶ αιμαρεκ καὶ βηρσαφης
1922καὶ συνάψει τὰ ὅρια ἐπὶ γαιθβωρ καὶ ἐπὶ σαλιμ κατὰ θάλασσαν καὶ βαιθσαμυς καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ ιορδάνης
1923αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ισσαχαρ κατὰ δήμους αὐτῶν αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν
1924καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος ασηρ
1925καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ἐξ ελεκεθ καὶ αλεφ καὶ βαιθοκ καὶ κεαφ
1926καὶ ελιμελεκ καὶ αμιηλ καὶ μαασα καὶ συνάψει τῷ καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ σιων καὶ λαβαναθ
1927καὶ ἐπιστρέψει ἀπ' ἀνατολῶν ἡλίου καὶ βαιθεγενεθ καὶ συνάψει τῷ ζαβουλων καὶ ἐκ γαι καὶ φθαιηλ κατὰ βορρᾶν καὶ εἰσελεύσεται ὅρια σαφθαιβαιθμε καὶ ιναηλ καὶ διελεύσεται εἰς χωβα μασομελ
1928καὶ ελβων καὶ ρααβ καὶ εμεμαων καὶ κανθαν ἕως σιδῶνος τῆς μεγάλης
1929καὶ ἀναστρέψει τὰ ὅρια εἰς ραμα καὶ ἕως πηγῆς μασφασσατ καὶ τῶν τυρίων καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ ιασιφ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ ἀπὸ λεβ καὶ εχοζοβ
1930καὶ αρχωβ καὶ αφεκ καὶ ρααυ
1931αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ασηρ κατὰ δήμους αὐτῶν πόλεις καὶ αἱ κῶμαι αὐτῶν
1932καὶ τῷ νεφθαλι ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος
1933καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν μοολαμ καὶ μωλα καὶ βεσεμιιν καὶ αρμε καὶ ναβωκ καὶ ιεφθαμαι ἕως δωδαμ καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ὁ ιορδάνης
1934καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν εναθ θαβωρ καὶ διελεύσεται ἐκεῖθεν ιακανα καὶ συνάψει τῷ ζαβουλων ἀπὸ νότου καὶ ασηρ συνάψει κατὰ θάλασσαν καὶ ὁ ιορδάνης ἀπ' ἀνατολῶν ἡλίου
1935καὶ αἱ πόλεις τειχήρεις τῶν τυρίων τύρος καὶ ωμαθα δακεθ καὶ κενερεθ
1936καὶ αρμαιθ καὶ αραηλ καὶ ασωρ
1937καὶ καδες καὶ ασσαρι καὶ πηγὴ ασορ
1938καὶ κερωε καὶ μεγαλα αριμ καὶ βαιθθαμε καὶ θεσσαμυς
1939αὕτη ἡ κληρονομία φυλῆς υἱῶν νεφθαλι
1940καὶ τῷ δαν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος
1941καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν σαραθ καὶ ασα πόλεις σαμμαυς
1942καὶ σαλαβιν καὶ αμμων καὶ σιλαθα
1943καὶ αιλων καὶ θαμναθα καὶ ακκαρων
1944καὶ αλκαθα καὶ βεγεθων καὶ γεβεελαν
1945καὶ αζωρ καὶ βαναιβακατ καὶ γεθρεμμων
1946καὶ ἀπὸ θαλάσσης ιερακων ὅριον πλησίον ιόππης
1947αὕτη ἡ κληρονομία φυλῆς υἱῶν δαν κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν
1947a
1948καὶ ἐπορεύθησαν οἱ υἱοὶ ιουδα καὶ ἐπολέμησαν τὴν λαχις καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς λασενδακ
1948a
1949καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν καὶ ἔδωκαν οἱ υἱοὶ ισραηλ κλῆρον ἰησοῖ τῷ υἱῷ ναυη ἐν αὐτοῖς
1950διὰ προστάγματος τοῦ θεοῦ καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν ἣν ᾐτήσατο θαμνασαραχ ἥ ἐστιν ἐν τῷ ὄρει εφραιμ καὶ ᾠκοδόμησεν τὴν πόλιν καὶ κατῴκει ἐν αὐτῇ
1951αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν ελεαζαρ ὁ ἱερεὺς καὶ ἰησοῦς ὁ τοῦ ναυη καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς ισραηλ κατὰ κλήρους ἐν σηλω ἐναντίον κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν
201καὶ ἐλάλησεν κύριος τῷ ἰησοῖ λέγων
202λάλησον τοῖς υἱοῖς ισραηλ λέγων δότε τὰς πόλεις τῶν φυγαδευτηρίων ἃς εἶπα πρὸς ὑμᾶς διὰ μωυσῆ
203φυγαδευτήριον τῷ φονευτῇ τῷ πατάξαντι ψυχὴν ἀκουσίως καὶ ἔσονται ὑμῖν αἱ πόλεις φυγαδευτήριον καὶ οὐκ ἀποθανεῖται ὁ φονευτὴς ὑπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα ἕως ἂν καταστῇ ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν
207καὶ διέστειλεν τὴν καδης ἐν τῇ γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ νεφθαλι καὶ συχεμ ἐν τῷ ὄρει τῷ εφραιμ καὶ τὴν πόλιν αρβοκ αὕτη ἐστὶν χεβρων ἐν τῷ ὄρει τῷ ιουδα
208καὶ ἐν τῷ πέραν τοῦ ιορδάνου ἔδωκεν βοσορ ἐν τῇ ἐρήμῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς ρουβην καὶ αρημωθ ἐν τῇ γαλααδ ἐκ τῆς φυλῆς γαδ καὶ τὴν γαυλων ἐν τῇ βασανίτιδι ἐκ τῆς φυλῆς μανασση
209αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως ἵνα μὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷμα ἕως ἂν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν
211καὶ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν λευι πρὸς ελεαζαρ τὸν ἱερέα καὶ πρὸς ἰησοῦν τὸν τοῦ ναυη καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν ισραηλ
212καὶ εἶπον πρὸς αὐτοὺς ἐν σηλω ἐν γῇ χανααν λέγοντες ἐνετείλατο κύριος ἐν χειρὶ μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν
213καὶ ἔδωκαν οἱ υἱοὶ ισραηλ τοῖς λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν
214καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ κααθ καὶ ἐγένετο τοῖς υἱοῖς ααρων τοῖς ἱερεῦσιν τοῖς λευίταις ἀπὸ φυλῆς ιουδα καὶ ἀπὸ φυλῆς συμεων καὶ ἀπὸ φυλῆς βενιαμιν κληρωτὶ πόλεις δέκα τρεῖς
215καὶ τοῖς υἱοῖς κααθ τοῖς καταλελειμμένοις ἐκ τῆς φυλῆς εφραιμ καὶ ἐκ τῆς φυλῆς δαν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς μανασση κληρωτὶ πόλεις δέκα
216καὶ τοῖς υἱοῖς γεδσων ἀπὸ τῆς φυλῆς ισσαχαρ καὶ ἀπὸ τῆς φυλῆς ασηρ καὶ ἀπὸ τῆς φυλῆς νεφθαλι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς μανασση ἐν τῷ βασαν πόλεις δέκα τρεῖς
217καὶ τοῖς υἱοῖς μεραρι κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς ρουβην καὶ ἀπὸ φυλῆς γαδ καὶ ἀπὸ φυλῆς ζαβουλων κληρωτὶ πόλεις δώδεκα
218καὶ ἔδωκαν οἱ υἱοὶ ισραηλ τοῖς λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν ὃν τρόπον ἐνετείλατο κύριος τῷ μωυσῇ κληρωτί
219καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν ιουδα καὶ ἡ φυλὴ υἱῶν συμεων καὶ ἀπὸ τῆς φυλῆς υἱῶν βενιαμιν τὰς πόλεις καὶ ἐπεκλήθησαν
2110τοῖς υἱοῖς ααρων ἀπὸ τοῦ δήμου τοῦ κααθ τῶν υἱῶν λευι ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος
2111καὶ ἔδωκεν αὐτοῖς τὴν καριαθαρβοκ μητρόπολιν τῶν ενακ αὕτη ἐστὶν χεβρων ἐν τῷ ὄρει ιουδα τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς
2112καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν ἰησοῦς τοῖς υἱοῖς χαλεβ υἱοῦ ιεφοννη ἐν κατασχέσει
2113καὶ τοῖς υἱοῖς ααρων τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι τὴν χεβρων καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ καὶ τὴν λεμνα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ
2114καὶ τὴν αιλωμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν τεμα καὶ τὰ ἀφωρισμένα αὐτῇ
2115καὶ τὴν γελλα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν δαβιρ καὶ τὰ ἀφωρισμένα αὐτῇ
2116καὶ ασα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τανυ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ βαιθσαμυς καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων
2117καὶ παρὰ τῆς φυλῆς βενιαμιν τὴν γαβαων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ γαθεθ καὶ τὰ ἀφωρισμένα αὐτῇ
2118καὶ αναθωθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ γαμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες
2119πᾶσαι αἱ πόλεις υἱῶν ααρων τῶν ἱερέων δέκα τρεῖς
2120καὶ τοῖς δήμοις υἱοῖς κααθ τοῖς λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν κααθ καὶ ἐγενήθη πόλις τῶν ὁρίων αὐτῶν ἀπὸ φυλῆς εφραιμ
2121καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος τὴν συχεμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ γαζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ
2122καὶ τὴν καβσαϊμ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ καὶ τὴν ἄνω βαιθωρων καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες
2123καὶ ἐκ τῆς φυλῆς δαν τὴν ελκωθαιμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν γεθεδαν καὶ τὰ ἀφωρισμένα αὐτῇ
2124καὶ αιλων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ γεθερεμμων καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες
2125καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς μανασση τὴν ταναχ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν ιεβαθα καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις δύο
2126πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐταῖς τοῖς δήμοις υἱῶν κααθ τοῖς ὑπολελειμμένοις
2127καὶ τοῖς υἱοῖς γεδσων τοῖς λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς μανασση τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι τὴν γαυλων ἐν τῇ βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν βοσοραν καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις δύο
2128καὶ ἐκ τῆς φυλῆς ισσαχαρ τὴν κισων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ δεββα καὶ τὰ ἀφωρισμένα αὐτῇ
2129καὶ τὴν ρεμμαθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες
2130καὶ ἐκ τῆς φυλῆς ασηρ τὴν βασελλαν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ δαββων καὶ τὰ ἀφωρισμένα αὐτῇ
2131καὶ χελκατ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ ρααβ καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες
2132καὶ ἐκ τῆς φυλῆς νεφθαλι τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι τὴν καδες ἐν τῇ γαλιλαίᾳ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν εμμαθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ θεμμων καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τρεῖς
2133πᾶσαι αἱ πόλεις τοῦ γεδσων κατὰ δήμους αὐτῶν πόλεις δέκα τρεῖς
2134καὶ τῷ δήμῳ υἱῶν μεραρι τοῖς λευίταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς υἱῶν ζαβουλων τὴν μααν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν καδης καὶ τὰ περισπόρια αὐτῆς
2135καὶ δεμνα καὶ τὰ περισπόρια αὐτῆς καὶ σελλα καὶ τὰ περισπόρια αὐτῆς πόλεις τέσσαρες
2136καὶ πέραν τοῦ ιορδάνου τοῦ κατὰ ιεριχω ἐκ τῆς φυλῆς ρουβην τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος τὴν βοσορ ἐν τῇ ἐρήμῳ τῇ μισωρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς
2137καὶ τὴν δεκμων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν μαφα καὶ τὰ περισπόρια αὐτῆς πόλεις τέσσαρες
2138καὶ ἀπὸ τῆς φυλῆς γαδ τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος τὴν ραμωθ ἐν τῇ γαλααδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν καμιν καὶ τὰ περισπόρια αὐτῆς
2139καὶ τὴν εσεβων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς αἱ πᾶσαι πόλεις τέσσαρες
2140πᾶσαι πόλεις τοῖς υἱοῖς μεραρι κατὰ δήμους αὐτῶν τῶν καταλελειμμένων ἀπὸ τῆς φυλῆς λευι καὶ ἐγενήθη τὰ ὅρια πόλεις δέκα δύο
2141πᾶσαι αἱ πόλεις τῶν λευιτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν ισραηλ τεσσαράκοντα ὀκτὼ πόλεις καὶ τὰ περισπόρια αὐτῶν
2142κύκλῳ τῶν πόλεων τούτων πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσιν ταύταις
2142a
2142b
2142c
2142d
2143καὶ ἔδωκεν κύριος τῷ ισραηλ πᾶσαν τὴν γῆν ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν αὐτῶν καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατῴκησαν ἐν αὐτῇ
2144καὶ κατέπαυσεν αὐτοὺς κύριος κυκλόθεν καθότι ὤμοσεν τοῖς πατράσιν αὐτῶν οὐκ ἀνέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκεν κύριος εἰς τὰς χεῖρας αὐτῶν
2145οὐ διέπεσεν ἀπὸ πάντων τῶν ῥημάτων τῶν καλῶν ὧν ἐλάλησεν κύριος τοῖς υἱοῖς ισραηλ πάντα παρεγένετο
221τότε συνεκάλεσεν ἰησοῦς τοὺς υἱοὺς ρουβην καὶ τοὺς υἱοὺς γαδ καὶ τὸ ἥμισυ φυλῆς μανασση
222καὶ εἶπεν αὐτοῖς ὑμεῖς ἀκηκόατε πάντα ὅσα ἐνετείλατο ὑμῖν μωυσῆς ὁ παῖς κυρίου καὶ ἐπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα ὅσα ἐνετειλάμην ὑμῖν
223οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας καὶ πλείους ἕως τῆς σήμερον ἡμέρας ἐφυλάξασθε τὴν ἐντολὴν κυρίου τοῦ θεοῦ ὑμῶν
224νῦν δὲ κατέπαυσεν κύριος ὁ θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν ὃν τρόπον εἶπεν αὐτοῖς νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν ἣν ἔδωκεν ὑμῖν μωυσῆς ἐν τῷ πέραν τοῦ ιορδάνου
225ἀλλὰ φυλάξασθε ποιεῖν σφόδρα τὰς ἐντολὰς καὶ τὸν νόμον ὃν ἐνετείλατο ἡμῖν ποιεῖν μωυσῆς ὁ παῖς κυρίου ἀγαπᾶν κύριον τὸν θεὸν ὑμῶν πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν
226καὶ ηὐλόγησεν αὐτοὺς ἰησοῦς καὶ ἐξαπέστειλεν αὐτούς καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν
227καὶ τῷ ἡμίσει φυλῆς μανασση ἔδωκεν μωυσῆς ἐν τῇ βασανίτιδι καὶ τῷ ἡμίσει ἔδωκεν ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ ιορδάνου παρὰ θάλασσαν καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς ἰησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς
228καὶ ἐν χρήμασιν πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολύν καὶ διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν
229καὶ ἐπορεύθησαν οἱ υἱοὶ ρουβην καὶ οἱ υἱοὶ γαδ καὶ τὸ ἥμισυ φυλῆς υἱῶν μανασση ἀπὸ τῶν υἱῶν ισραηλ ἐκ σηλω ἐν γῇ χανααν ἀπελθεῖν εἰς γὴν γαλααδ εἰς γῆν κατασχέσεως αὐτῶν ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος κυρίου ἐν χειρὶ μωυσῆ
2210καὶ ἦλθον εἰς γαλγαλα τοῦ ιορδάνου ἥ ἐστιν ἐν γῇ χανααν καὶ ᾠκοδόμησαν οἱ υἱοὶ γαδ καὶ οἱ υἱοὶ ρουβην καὶ τὸ ἥμισυ φυλῆς μανασση ἐκεῖ βωμὸν ἐπὶ τοῦ ιορδάνου βωμὸν μέγαν τοῦ ἰδεῖν
2211καὶ ἤκουσαν οἱ υἱοὶ ισραηλ λεγόντων ἰδοὺ ᾠκοδόμησαν οἱ υἱοὶ γαδ καὶ οἱ υἱοὶ ρουβην καὶ τὸ ἥμισυ φυλῆς μανασση βωμὸν ἐφ' ὁρίων γῆς χανααν ἐπὶ τοῦ γαλααδ τοῦ ιορδάνου ἐν τῷ πέραν υἱῶν ισραηλ
2212καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ ισραηλ εἰς σηλω ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς
2213καὶ ἀπέστειλαν οἱ υἱοὶ ισραηλ πρὸς τοὺς υἱοὺς ρουβην καὶ πρὸς τοὺς υἱοὺς γαδ καὶ πρὸς τὸ ἥμισυ φυλῆς μανασση εἰς γῆν γαλααδ τόν τε φινεες υἱὸν ελεαζαρ υἱοῦ ααρων τοῦ ἀρχιερέως
2214καὶ δέκα τῶν ἀρχόντων μετ' αὐτοῦ ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν ισραηλ ἄρχοντες οἴκων πατριῶν εἰσιν χιλίαρχοι ισραηλ
2215καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς γαδ καὶ πρὸς τοὺς υἱοὺς ρουβην καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς μανασση εἰς γῆν γαλααδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες
2216τάδε λέγει πᾶσα ἡ συναγωγὴ κυρίου τίς ἡ πλημμέλεια αὕτη ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ θεοῦ ισραηλ ἀποστραφῆναι σήμερον ἀπὸ κυρίου οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμὸν ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ κυρίου
2217μὴ μικρὸν ἡμῖν τὸ ἁμάρτημα φογωρ ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ' αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ κυρίου
2218καὶ ὑμεῖς ἀποστραφήσεσθε σήμερον ἀπὸ κυρίου καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ κυρίου καὶ αὔριον ἐπὶ πάντα ισραηλ ἔσται ἡ ὀργή
2219καὶ νῦν εἰ μικρὰ ὑμῖν ἡ γῆ τῆς κατασχέσεως ὑμῶν διάβητε εἰς τὴν γῆν τῆς κατασχέσεως κυρίου οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ κυρίου καὶ κατακληρονομήσατε ἐν ἡμῖν καὶ μὴ ἀποστάται ἀπὸ θεοῦ γενήθητε καὶ μὴ ἀπόστητε ἀπὸ κυρίου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ ἡμῶν
2220οὐκ ἰδοὺ αχαρ ὁ τοῦ ζαρα πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν ισραηλ ἐγενήθη ὀργή καὶ οὗτος εἷς μόνος ἦν μὴ μόνος οὗτος ἀπέθανεν τῇ ἑαυτοῦ ἁμαρτίᾳ
2221καὶ ἀπεκρίθησαν οἱ υἱοὶ ρουβην καὶ οἱ υἱοὶ γαδ καὶ τὸ ἥμισυ φυλῆς μανασση καὶ ἐλάλησαν τοῖς χιλιάρχοις ισραηλ λέγοντες
2222ὁ θεὸς θεός ἐστιν κύριος καὶ ὁ θεὸς θεὸς κύριος αὐτὸς οἶδεν καὶ ισραηλ αὐτὸς γνώσεται εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ κυρίου μὴ ῥύσαιτο ἡμᾶς ἐν ταύτῃ
2223καὶ εἰ ᾠκοδομήσαμεν αὑτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ κυρίου τοῦ θεοῦ ἡμῶν ὥστε ἀναβιβάσαι ἐπ' αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ἢ ὥστε ποιῆσαι ἐπ' αὐτοῦ θυσίαν σωτηρίου κύριος ἐκζητήσει
2224ἀλλ' ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν τοῦτο λέγοντες ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν τί ὑμῖν κυρίῳ τῷ θεῷ ισραηλ
2225καὶ ὅρια ἔθηκεν κύριος ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν τὸν ιορδάνην καὶ οὐκ ἔστιν ὑμῖν μερὶς κυρίου καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱοὺς ἡμῶν ἵνα μὴ σέβωνται κύριον
2226καὶ εἴπαμεν ποιῆσαι οὕτως τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν
2227ἀλλ' ἵνα ᾖ τοῦτο μαρτύριον ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν καὶ ἀνὰ μέσον τῶν γενεῶν ἡμῶν μεθ' ἡμᾶς τοῦ λατρεύειν λατρείαν κυρίῳ ἐναντίον αὐτοῦ ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίαις ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων ἡμῶν καὶ οὐκ ἐροῦσιν τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον οὐκ ἔστιν ὑμῖν μερὶς κυρίου
2228καὶ εἴπαμεν ἐὰν γένηταί ποτε καὶ λαλήσωσιν πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον καὶ ἐροῦσιν ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου κυρίου ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν
2229μὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ κυρίου ἐν ταῖς σήμερον ἡμέραις ἀποστῆναι ἀπὸ κυρίου ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστήριον τοῖς καρπώμασιν καὶ ταῖς θυσίαις σαλαμιν καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου πλὴν τοῦ θυσιαστηρίου κυρίου ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ
2230καὶ ἀκούσας φινεες ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς ισραηλ οἳ ἦσαν μετ' αὐτοῦ τοὺς λόγους οὓς ἐλάλησαν οἱ υἱοὶ ρουβην καὶ οἱ υἱοὶ γαδ καὶ τὸ ἥμισυ φυλῆς μανασση καὶ ἤρεσεν αὐτοῖς
2231καὶ εἶπεν φινεες ὁ ἱερεὺς τοῖς υἱοῖς ρουβην καὶ τοῖς υἱοῖς γαδ καὶ τῷ ἡμίσει φυλῆς μανασση σήμερον ἐγνώκαμεν ὅτι μεθ' ἡμῶν κύριος διότι οὐκ ἐπλημμελήσατε ἐναντίον κυρίου πλημμέλειαν καὶ ὅτι ἐρρύσασθε τοὺς υἱοὺς ισραηλ ἐκ χειρὸς κυρίου
2232καὶ ἀπέστρεψεν φινεες ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν ρουβην καὶ ἀπὸ τῶν υἱῶν γαδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς μανασση ἐκ γῆς γαλααδ εἰς γῆν χανααν πρὸς τοὺς υἱοὺς ισραηλ καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους
2233καὶ ἤρεσεν τοῖς υἱοῖς ισραηλ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς ισραηλ καὶ εὐλόγησαν τὸν θεὸν υἱῶν ισραηλ καὶ εἶπαν μηκέτι ἀναβῆναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολεθρεῦσαι τὴν γῆν τῶν υἱῶν ρουβην καὶ τῶν υἱῶν γαδ καὶ τοῦ ἡμίσους φυλῆς μανασση καὶ κατῴκησαν ἐπ' αὐτῆς
2234καὶ ἐπωνόμασεν ἰησοῦς τὸν βωμὸν τῶν ρουβην καὶ τῶν γαδ καὶ τοῦ ἡμίσους φυλῆς μανασση καὶ εἶπεν ὅτι μαρτύριόν ἐστιν ἀνὰ μέσον αὐτῶν ὅτι κύριος ὁ θεὸς αὐτῶν ἐστιν
231καὶ ἐγένετο μεθ' ἡμέρας πλείους μετὰ τὸ καταπαῦσαι κύριον τὸν ισραηλ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν καὶ ἰησοῦς πρεσβύτερος προβεβηκὼς ταῖς ἡμέραις
232καὶ συνεκάλεσεν ἰησοῦς πάντας τοὺς υἱοὺς ισραηλ καὶ τὴν γερουσίαν αὐτῶν καὶ τοὺς ἄρχοντας αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ εἶπεν πρὸς αὐτούς ἐγὼ γεγήρακα καὶ προβέβηκα ταῖς ἡμέραις
233ὑμεῖς δὲ ἑωράκατε ὅσα ἐποίησεν κύριος ὁ θεὸς ὑμῶν πᾶσιν τοῖς ἔθνεσιν τούτοις ἀπὸ προσώπου ὑμῶν ὅτι κύριος ὁ θεὸς ὑμῶν ὁ ἐκπολεμήσας ὑμῖν
234ἴδετε ὅτι ἐπέρριφα ὑμῖν τὰ ἔθνη τὰ καταλελειμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς φυλὰς ὑμῶν ἀπὸ τοῦ ιορδάνου πάντα τὰ ἔθνη ἃ ἐξωλέθρευσα καὶ ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου
235κύριος δὲ ὁ θεὸς ὑμῶν οὗτος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου ὑμῶν ἕως ἂν ἀπόλωνται καὶ ἀποστελεῖ αὐτοῖς τὰ θηρία τὰ ἄγρια ἕως ἂν ἐξολεθρεύσῃ αὐτοὺς καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπὸ προσώπου ὑμῶν καὶ κατακληρονομήσατε τὴν γῆν αὐτῶν καθὰ ἐλάλησεν κύριος ὁ θεὸς ὑμῶν ὑμῖν
236κατισχύσατε οὖν σφόδρα φυλάσσειν καὶ ποιεῖν πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμου μωυσῆ ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰν ἢ εὐώνυμα
237ὅπως μὴ εἰσέλθητε εἰς τὰ ἔθνη τὰ καταλελειμμένα ταῦτα καὶ τὰ ὀνόματα τῶν θεῶν αὐτῶν οὐκ ὀνομασθήσεται ἐν ὑμῖν οὐδὲ μὴ προσκυνήσητε αὐτοῖς οὐδὲ μὴ λατρεύσητε αὐτοῖς
238ἀλλὰ κυρίῳ τῷ θεῷ ὑμῶν προσκολληθήσεσθε καθάπερ ἐποιήσατε ἕως τῆς ἡμέρας ταύτης
239καὶ ἐξωλέθρευσεν αὐτοὺς κύριος ἀπὸ προσώπου ὑμῶν ἔθνη μεγάλα καὶ ἰσχυρά καὶ ὑμῖν οὐθεὶς ἀντέστη κατενώπιον ὑμῶν ἕως τῆς ἡμέρας ταύτης
2310εἷς ὑμῶν ἐδίωξεν χιλίους ὅτι κύριος ὁ θεὸς ὑμῶν ἐξεπολέμει ὑμῖν καθάπερ εἶπεν ὑμῖν
2311καὶ φυλάξασθε σφόδρα τοῦ ἀγαπᾶν κύριον τὸν θεὸν ὑμῶν
2312ἐὰν γὰρ ἀποστραφῆτε καὶ προσθῆσθε τοῖς ὑπολειφθεῖσιν ἔθνεσιν τούτοις τοῖς μεθ' ὑμῶν καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτοὺς καὶ συγκαταμιγῆτε αὐτοῖς καὶ αὐτοὶ ὑμῖν
2313γινώσκετε ὅτι οὐ μὴ προσθῇ κύριος τοῦ ἐξολεθρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν καὶ ἔσονται ὑμῖν εἰς παγίδας καὶ εἰς σκάνδαλα καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν καὶ εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν ἕως ἂν ἀπόλησθε ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης ἣν ἔδωκεν ὑμῖν κύριος ὁ θεὸς ὑμῶν
2314ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδὸν καθὰ καὶ πάντες οἱ ἐπὶ τῆς γῆς καὶ γνώσεσθε τῇ καρδίᾳ ὑμῶν καὶ τῇ ψυχῇ ὑμῶν διότι οὐ διέπεσεν εἷς λόγος ἀπὸ πάντων τῶν λόγων ὧν εἶπεν κύριος ὁ θεὸς ὑμῶν πρὸς πάντα τὰ ἀνήκοντα ὑμῖν οὐ διεφώνησεν ἐξ αὐτῶν
2315καὶ ἔσται ὃν τρόπον ἥκει ἐφ' ὑμᾶς πάντα τὰ ῥήματα τὰ καλά ἃ ἐλάλησεν κύριος πρὸς ὑμᾶς οὕτως ἐπάξει κύριος ὁ θεὸς ἐφ' ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρά ἕως ἂν ἐξολεθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης ἧς ἔδωκεν κύριος ὑμῖν
2316ἐν τῷ παραβῆναι ὑμᾶς τὴν διαθήκην κυρίου τοῦ θεοῦ ὑμῶν ἣν ἐνετείλατο ὑμῖν καὶ πορευθέντες λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς
241καὶ συνήγαγεν ἰησοῦς πάσας φυλὰς ισραηλ εἰς σηλω καὶ συνεκάλεσεν τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ θεοῦ
242καὶ εἶπεν ἰησοῦς πρὸς πάντα τὸν λαόν τάδε λέγει κύριος ὁ θεὸς ισραηλ πέραν τοῦ ποταμοῦ κατῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπ' ἀρχῆς θαρα ὁ πατὴρ αβρααμ καὶ ὁ πατὴρ ναχωρ καὶ ἐλάτρευσαν θεοῖς ἑτέροις
243καὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν αβρααμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ καὶ ὡδήγησα αὐτὸν ἐν πάσῃ τῇ γῇ καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα καὶ ἔδωκα αὐτῷ τὸν ισαακ
244καὶ τῷ ισαακ τὸν ιακωβ καὶ τὸν ησαυ καὶ ἔδωκα τῷ ησαυ τὸ ὄρος τὸ σηιρ κληρονομῆσαι αὐτῷ καὶ ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ κατέβησαν εἰς αἴγυπτον καὶ ἐγένοντο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πολὺ καὶ κραταιόν
245καὶ ἐκάκωσαν αὐτοὺς οἱ αἰγύπτιοι καὶ ἐπάταξεν κύριος τὴν αἴγυπτον ἐν οἷς ἐποίησεν αὐτοῖς καὶ μετὰ ταῦτα ἐξήγαγεν ὑμᾶς
246ἐξ αἰγύπτου καὶ εἰσήλθατε εἰς τὴν θάλασσαν τὴν ἐρυθράν καὶ κατεδίωξαν οἱ αἰγύπτιοι ὀπίσω τῶν πατέρων ὑμῶν ἐν ἅρμασιν καὶ ἐν ἵπποις εἰς τὴν θάλασσαν τὴν ἐρυθράν
247καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ ἔδωκεν νεφέλην καὶ γνόφον ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν αἰγυπτίων καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς τὴν θάλασσαν καὶ ἐκάλυψεν αὐτούς καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησεν κύριος ἐν γῇ αἰγύπτῳ καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους
248καὶ ἤγαγεν ὑμᾶς εἰς γῆν αμορραίων τῶν κατοικούντων πέραν τοῦ ιορδάνου καὶ παρετάξαντο ὑμῖν καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ὑμῶν καὶ κατεκληρονομήσατε τὴν γῆν αὐτῶν καὶ ἐξωλεθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμῶν
249καὶ ἀνέστη βαλακ ὁ τοῦ σεπφωρ βασιλεὺς μωαβ καὶ παρετάξατο τῷ ισραηλ καὶ ἀποστείλας ἐκάλεσεν τὸν βαλααμ ἀράσασθαι ὑμῖν
2410καὶ οὐκ ἠθέλησεν κύριος ὁ θεός σου ἀπολέσαι σε καὶ εὐλογίαν εὐλόγησεν ὑμᾶς καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρῶν αὐτῶν καὶ παρέδωκεν αὐτούς
2411καὶ διέβητε τὸν ιορδάνην καὶ παρεγενήθητε εἰς ιεριχω καὶ ἐπολέμησαν πρὸς ὑμᾶς οἱ κατοικοῦντες ιεριχω ὁ αμορραῖος καὶ ὁ χαναναῖος καὶ ὁ φερεζαῖος καὶ ὁ ευαῖος καὶ ὁ ιεβουσαῖος καὶ ὁ χετταῖος καὶ ὁ γεργεσαῖος καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ὑμῶν
2412καὶ ἐξαπέστειλεν προτέραν ὑμῶν τὴν σφηκιάν καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ προσώπου ὑμῶν δώδεκα βασιλεῖς τῶν αμορραίων οὐκ ἐν τῇ ῥομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου
2413καὶ ἔδωκεν ὑμῖν γῆν ἐφ' ἣν οὐκ ἐκοπιάσατε ἐπ' αὐτῆς καὶ πόλεις ἃς οὐκ ᾠκοδομήσατε καὶ κατῳκίσθητε ἐν αὐταῖς καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐκ ἐφυτεύσατε ὑμεῖς ἔδεσθε
2414καὶ νῦν φοβήθητε κύριον καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν αἰγύπτῳ καὶ λατρεύετε κυρίῳ
2415εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν κυρίῳ ἕλεσθε ὑμῖν ἑαυτοῖς σήμερον τίνι λατρεύσητε εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ εἴτε τοῖς θεοῖς τῶν αμορραίων ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν κυρίῳ ὅτι ἅγιός ἐστιν
2416καὶ ἀποκριθεὶς ὁ λαὸς εἶπεν μὴ γένοιτο ἡμῖν καταλιπεῖν κύριον ὥστε λατρεύειν θεοῖς ἑτέροις
2417κύριος ὁ θεὸς ἡμῶν αὐτὸς θεός ἐστιν αὐτὸς ἀνήγαγεν ἡμᾶς καὶ τοὺς πατέρας ἡμῶν ἐξ αἰγύπτου καὶ διεφύλαξεν ἡμᾶς ἐν πάσῃ τῇ ὁδῷ ᾗ ἐπορεύθημεν ἐν αὐτῇ καὶ ἐν πᾶσιν τοῖς ἔθνεσιν οὓς παρήλθομεν δι' αὐτῶν
2418καὶ ἐξέβαλεν κύριος τὸν αμορραῖον καὶ πάντα τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν ἀπὸ προσώπου ἡμῶν ἀλλὰ καὶ ἡμεῖς λατρεύσομεν κυρίῳ οὗτος γὰρ θεὸς ἡμῶν ἐστιν
2419καὶ εἶπεν ἰησοῦς πρὸς τὸν λαόν οὐ μὴ δύνησθε λατρεύειν κυρίῳ ὅτι θεὸς ἅγιός ἐστιν καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει ὑμῶν τὰ ἁμαρτήματα καὶ τὰ ἀνομήματα ὑμῶν
2420ἡνίκα ἐὰν ἐγκαταλίπητε κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ ἐπελθὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς ἀνθ' ὧν εὖ ἐποίησεν ὑμᾶς
2421καὶ εἶπεν ὁ λαὸς πρὸς ἰησοῦν οὐχί ἀλλὰ κυρίῳ λατρεύσομεν
2422καὶ εἶπεν ἰησοῦς πρὸς τὸν λαόν μάρτυρες ὑμεῖς καθ' ὑμῶν ὅτι ὑμεῖς ἐξελέξασθε κύριον λατρεύειν αὐτῷ
2423καὶ νῦν περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς ἐν ὑμῖν καὶ εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς κύριον θεὸν ισραηλ
2424καὶ εἶπεν ὁ λαὸς πρὸς ἰησοῦν κυρίῳ λατρεύσομεν καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα
2425καὶ διέθετο ἰησοῦς διαθήκην πρὸς τὸν λαὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔδωκεν αὐτῷ νόμον καὶ κρίσιν ἐν σηλω ἐνώπιον τῆς σκηνῆς τοῦ θεοῦ ισραηλ
2426καὶ ἔγραψεν τὰ ῥήματα ταῦτα εἰς βιβλίον νόμον τοῦ θεοῦ καὶ ἔλαβεν λίθον μέγαν καὶ ἔστησεν αὐτὸν ἰησοῦς ὑπὸ τὴν τερέμινθον ἀπέναντι κυρίου
2427καὶ εἶπεν ἰησοῦς πρὸς τὸν λαόν ἰδοὺ ὁ λίθος οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον ὅτι αὐτὸς ἀκήκοεν πάντα τὰ λεχθέντα αὐτῷ ὑπὸ κυρίου ὅ τι ἐλάλησεν πρὸς ἡμᾶς σήμερον καὶ ἔσται οὗτος ἐν ὑμῖν εἰς μαρτύριον ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἡνίκα ἐὰν ψεύσησθε κυρίῳ τῷ θεῷ μου
2428καὶ ἀπέστειλεν ἰησοῦς τὸν λαόν καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ
2429καὶ ἐλάτρευσεν ισραηλ τῷ κυρίῳ πάσας τὰς ἡμέρας ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ ἰησοῦ καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα κυρίου ὅσα ἐποίησεν τῷ ισραηλ
2430καὶ ἐγένετο μετ' ἐκεῖνα καὶ ἀπέθανεν ἰησοῦς υἱὸς ναυη δοῦλος κυρίου ἑκατὸν δέκα ἐτῶν
2431καὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν θαμναθασαχαρα ἐν τῷ ὄρει τῷ εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους γαας
2431a
2432καὶ τὰ ὀστᾶ ιωσηφ ἀνήγαγον οἱ υἱοὶ ισραηλ ἐξ αἰγύπτου καὶ κατώρυξαν ἐν σικιμοις ἐν τῇ μερίδι τοῦ ἀγροῦ οὗ ἐκτήσατο ιακωβ παρὰ τῶν αμορραίων τῶν κατοικούντων ἐν σικιμοις ἀμνάδων ἑκατὸν καὶ ἔδωκεν αὐτὴν ιωσηφ ἐν μερίδι
2433καὶ ἐγένετο μετὰ ταῦτα καὶ ελεαζαρ υἱὸς ααρων ὁ ἀρχιερεὺς ἐτελεύτησεν καὶ ἐτάφη ἐν γαβααθ φινεες τοῦ υἱοῦ αὐτοῦ ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει τῷ εφραιμ
2433a
2433b