Share this page:  
 

Multilingual Scriptures

(Compare books in 2 different language versions of your choice)

Comparison Search:

Select Language version and font:
You can only select max. of two versions.
Book:
Chapter:
Verse:
---------
From: To:

Free Search:

Select Language version and font:
Enter search text:

Multilingual Scriptures Home » Greek Septuagint Old Testament » Ezra

Greek Septuagint Old Testament
Chapter # Verse # Verse Detail
11καὶ ἐν τῷ πρώτῳ ἔτει κύρου τοῦ βασιλέως περσῶν τοῦ τελεσθῆναι λόγον κυρίου ἀπὸ στόματος ιερεμιου ἐξήγειρεν κύριος τὸ πνεῦμα κύρου βασιλέως περσῶν καὶ παρήγγειλεν φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων
12οὕτως εἶπεν κῦρος βασιλεὺς περσῶν πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέν μοι κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ αὐτὸς ἐπεσκέψατο ἐπ' ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν ιερουσαλημ τῇ ἐν τῇ ιουδαίᾳ
13τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἔσται ὁ θεὸς αὐτοῦ μετ' αὐτοῦ καὶ ἀναβήσεται εἰς ιερουσαλημ τὴν ἐν τῇ ιουδαίᾳ καὶ οἰκοδομησάτω τὸν οἶκον θεοῦ ισραηλ αὐτὸς ὁ θεὸς ὁ ἐν ιερουσαλημ
14καὶ πᾶς ὁ καταλειπόμενος ἀπὸ πάντων τῶν τόπων οὗ αὐτὸς παροικεῖ ἐκεῖ καὶ λήμψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποσκευῇ καὶ κτήνεσιν μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ θεοῦ τοῦ ἐν ιερουσαλημ
15καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῷ ιουδα καὶ βενιαμιν καὶ οἱ ἱερεῖς καὶ οἱ λευῖται πάντων ὧν ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον κυρίου τὸν ἐν ιερουσαλημ
16καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου ἐν χρυσῷ ἐν ἀποσκευῇ καὶ ἐν κτήνεσιν καὶ ἐν ξενίοις πάρεξ τῶν ἐν ἑκουσίοις
17καὶ ὁ βασιλεὺς κῦρος ἐξήνεγκεν τὰ σκεύη οἴκου κυρίου ἃ ἔλαβεν ναβουχοδονοσορ ἀπὸ ιερουσαλημ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ θεοῦ αὐτοῦ
18καὶ ἐξήνεγκεν αὐτὰ κῦρος βασιλεὺς περσῶν ἐπὶ χεῖρα μιθραδάτου γασβαρηνου καὶ ἠρίθμησεν αὐτὰ τῷ σασαβασαρ ἄρχοντι τοῦ ιουδα
19καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν ψυκτῆρες χρυσοῖ τριάκοντα καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι παρηλλαγμένα ἐννέα καὶ εἴκοσι
110κεφφουρη χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ διακόσιοι καὶ σκεύη ἕτερα χίλια
111πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργύρῳ πεντακισχίλια καὶ τετρακόσια τὰ πάντα ἀναβαίνοντα μετὰ σασαβασαρ ἀπὸ τῆς ἀποικίας ἐκ βαβυλῶνος εἰς ιερουσαλημ
21καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος εἰς βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς ιερουσαλημ καὶ ιουδα ἀνὴρ εἰς πόλιν αὐτοῦ
22οἳ ἦλθον μετὰ ζοροβαβελ ἰησοῦς νεεμιας σαραιας ρεελιας μαρδοχαιος βαλασαν μασφαρ βαγουι ρεουμ βαανα ἀνδρῶν ἀριθμὸς λαοῦ ισραηλ
23υἱοὶ φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο
24υἱοὶ σαφατια τριακόσιοι ἑβδομήκοντα δύο
25υἱοὶ ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε
26υἱοὶ φααθμωαβ τοῖς υἱοῖς ιησουε ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο
27υἱοὶ αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
28υἱοὶ ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε
29υἱοὶ ζακχου ἑπτακόσιοι ἑξήκοντα
210υἱοὶ βανουι ἑξακόσιοι τεσσαράκοντα δύο
211υἱοὶ βαβι ἑξακόσιοι εἴκοσι τρεῖς
212υἱοὶ ασγαδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο
213υἱοὶ αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ
214υἱοὶ βαγοι δισχίλιοι πεντήκοντα ἕξ
215υἱοὶ αδιν τετρακόσιοι πεντήκοντα τέσσαρες
216υἱοὶ ατηρ τῷ εζεκια ἐνενήκοντα ὀκτώ
217υἱοὶ βασου τριακόσιοι εἴκοσι τρεῖς
218υἱοὶ ιωρα ἑκατὸν δέκα δύο
219υἱοὶ ασεμ διακόσιοι εἴκοσι τρεῖς
220υἱοὶ γαβερ ἐνενήκοντα πέντε
221υἱοὶ βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς
222υἱοὶ νετωφα πεντήκοντα ἕξ
223υἱοὶ αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ
224υἱοὶ ασμωθ τεσσαράκοντα δύο
225υἱοὶ καριαθιαριμ καφιρα καὶ βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
226υἱοὶ αραμα καὶ γαβαα ἑξακόσιοι εἴκοσι εἷς
227ἄνδρες μαχμας ἑκατὸν εἴκοσι δύο
228ἄνδρες βαιθηλ καὶ αια τετρακόσιοι εἴκοσι τρεῖς
229υἱοὶ ναβου πεντήκοντα δύο
230υἱοὶ μαγεβως ἑκατὸν πεντήκοντα ἕξ
231υἱοὶ ηλαμ-αρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
232υἱοὶ ηραμ τριακόσιοι εἴκοσι
233υἱοὶ λοδ αρωθ καὶ ωνω ἑπτακόσιοι εἴκοσι πέντε
234υἱοὶ ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε
235υἱοὶ σαναα τρισχίλιοι ἑξακόσιοι τριάκοντα
236καὶ οἱ ἱερεῖς υἱοὶ ιεδουα τῷ οἴκῳ ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς
237υἱοὶ εμμηρ χίλιοι πεντήκοντα δύο
238υἱοὶ φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά
239υἱοὶ ηρεμ χίλιοι ἑπτά
240καὶ οἱ λευῖται υἱοὶ ἰησοῦ καὶ καδμιηλ τοῖς υἱοῖς ωδουια ἑβδομήκοντα τέσσαρες
241οἱ ᾄδοντες υἱοὶ ασαφ ἑκατὸν εἴκοσι ὀκτώ
242υἱοὶ τῶν πυλωρῶν υἱοὶ σαλουμ υἱοὶ ατηρ υἱοὶ τελμων υἱοὶ ακουβ υἱοὶ ατιτα υἱοὶ σαβαου οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα
243οἱ ναθιναῖοι υἱοὶ σουια υἱοὶ ασουφε υἱοὶ ταβαωθ
244υἱοὶ κηραος υἱοὶ σωηα υἱοὶ φαδων
245υἱοὶ λαβανω υἱοὶ αγαβα υἱοὶ ακαβωθ
246υἱοὶ αγαβ υἱοὶ σαμαλαι υἱοὶ αναν
247υἱοὶ κεδελ υἱοὶ γαερ υἱοὶ ρεηα
248υἱοὶ ρασων υἱοὶ νεκωδα υἱοὶ γαζεμ
249υἱοὶ ουσα υἱοὶ φαση υἱοὶ βασι
250υἱοὶ ασενα υἱοὶ μαωνιμ υἱοὶ ναφισων
251υἱοὶ βακβουκ υἱοὶ ακιφα υἱοὶ αρουρ
252υἱοὶ βασαλωθ υἱοὶ μαουδα υἱοὶ αρησα
253υἱοὶ βαρκους υἱοὶ σισαρα υἱοὶ θεμα
254υἱοὶ νασουε υἱοὶ ατουφα
255υἱοὶ αβδησελμα υἱοὶ σατι υἱοὶ ασεφηραθ υἱοὶ φαδουρα
256υἱοὶ ιεηλα υἱοὶ δαρκων υἱοὶ γεδηλ
257υἱοὶ σαφατια υἱοὶ ατιλ υἱοὶ φαχεραθ-ασεβωιν υἱοὶ ημι
258πάντες οἱ ναθινιν καὶ υἱοὶ αβδησελμα τριακόσιοι ἐνενήκοντα δύο
259καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ θελμελεθ θελαρησα χαρουβ ηδαν εμμηρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ ισραηλ εἰσίν
260υἱοὶ δαλαια υἱοὶ βουα υἱοὶ τωβια υἱοὶ νεκωδα ἑξακόσιοι πεντήκοντα δύο
261καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ χαβια υἱοὶ ακους υἱοὶ βερζελλαι ὃς ἔλαβεν ἀπὸ θυγατέρων βερζελλαι τοῦ γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν
262οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ καὶ οὐχ εὑρέθησαν καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας
263καὶ εἶπεν αθερσαθα αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις
264πᾶσα δὲ ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
265χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι
266ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι αὐτῶν διακόσιοι τεσσαράκοντα πέντε
267κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι
268καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον κυρίου τὸν ἐν ιερουσαλημ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ
269ὡς ἡ δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν μναῖ ἓξ μυριάδες καὶ χίλιαι καὶ ἀργύριον μναῖ πεντακισχίλιαι καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν
270καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς ισραηλ ἐν πόλεσιν αὐτῶν
31καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ ισραηλ ἐν πόλεσιν αὐτῶν καὶ συνήχθη ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς ιερουσαλημ
32καὶ ἀνέστη ἰησοῦς ὁ τοῦ ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἱερεῖς καὶ ζοροβαβελ ὁ τοῦ σαλαθιηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον θεοῦ ισραηλ τοῦ ἀνενέγκαι ἐπ' αὐτὸ ὁλοκαυτώσεις κατὰ τὰ γεγραμμένα ἐν νόμῳ μωυσῆ ἀνθρώπου τοῦ θεοῦ
33καὶ ἡτοίμασαν τὸ θυσιαστήριον ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ ὅτι ἐν καταπλήξει ἐπ' αὐτοὺς ἀπὸ τῶν λαῶν τῶν γαιῶν καὶ ἀνέβη ἐπ' αὐτὸ ὁλοκαύτωσις τῷ κυρίῳ τὸ πρωὶ καὶ εἰς ἑσπέραν
34καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμμένον καὶ ὁλοκαυτώσεις ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριθμῷ ὡς ἡ κρίσις λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ
35καὶ μετὰ τοῦτο ὁλοκαυτώσεις ἐνδελεχισμοῦ καὶ εἰς τὰς νουμηνίας καὶ εἰς πάσας ἑορτὰς τὰς ἡγιασμένας καὶ παντὶ ἑκουσιαζομένῳ ἑκούσιον τῷ κυρίῳ
36ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου ἤρξαντο ἀναφέρειν ὁλοκαυτώσεις τῷ κυρίῳ καὶ ὁ οἶκος κυρίου οὐκ ἐθεμελιώθη
37καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τοῖς τέκτοσιν καὶ βρώματα καὶ ποτὰ καὶ ἔλαιον τοῖς σηδανιν καὶ τοῖς σωριν ἐνέγκαι ξύλα κέδρινα ἀπὸ τοῦ λιβάνου πρὸς θάλασσαν ιόππης κατ' ἐπιχώρησιν κύρου βασιλέως περσῶν ἐπ' αὐτούς
38καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τοῦ ἐλθεῖν αὐτοὺς εἰς οἶκον τοῦ θεοῦ εἰς ιερουσαλημ ἐν μηνὶ τῷ δευτέρῳ ἤρξατο ζοροβαβελ ὁ τοῦ σαλαθιηλ καὶ ἰησοῦς ὁ τοῦ ιωσεδεκ καὶ οἱ κατάλοιποι τῶν ἀδελφῶν αὐτῶν οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς αἰχμαλωσίας εἰς ιερουσαλημ καὶ ἔστησαν τοὺς λευίτας ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ κυρίου
39καὶ ἔστη ἰησοῦς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καδμιηλ καὶ οἱ υἱοὶ αὐτοῦ υἱοὶ ιουδα ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ τοῦ θεοῦ υἱοὶ ηναδαδ υἱοὶ αὐτῶν καὶ ἀδελφοὶ αὐτῶν οἱ λευῖται
310καὶ ἐθεμελίωσαν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι ἐν σάλπιγξιν καὶ οἱ λευῖται υἱοὶ ασαφ ἐν κυμβάλοις τοῦ αἰνεῖν τὸν κύριον ἐπὶ χεῖρας δαυιδ βασιλέως ισραηλ
311καὶ ἀπεκρίθησαν ἐν αἴνῳ καὶ ἀνθομολογήσει τῷ κυρίῳ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐπὶ ισραηλ καὶ πᾶς ὁ λαὸς ἐσήμαινον φωνὴν μεγάλην αἰνεῖν τῷ κυρίῳ ἐπὶ θεμελιώσει οἴκου κυρίου
312καὶ πολλοὶ ἀπὸ τῶν ἱερέων καὶ τῶν λευιτῶν καὶ ἄρχοντες τῶν πατριῶν οἱ πρεσβύτεροι οἳ εἴδοσαν τὸν οἶκον τὸν πρῶτον ἐν θεμελιώσει αὐτοῦ καὶ τοῦτον τὸν οἶκον ἐν ὀφθαλμοῖς αὐτῶν ἔκλαιον φωνῇ μεγάλῃ καὶ ὄχλος ἐν σημασίᾳ μετ' εὐφροσύνης τοῦ ὑψῶσαι ᾠδήν
313καὶ οὐκ ἦν ὁ λαὸς ἐπιγινώσκων φωνὴν σημασίας τῆς εὐφροσύνης ἀπὸ τῆς φωνῆς τοῦ κλαυθμοῦ τοῦ λαοῦ ὅτι ὁ λαὸς ἐκραύγασεν φωνῇ μεγάλῃ καὶ ἡ φωνὴ ἠκούετο ἕως ἀπὸ μακρόθεν
41καὶ ἤκουσαν οἱ θλίβοντες ιουδα καὶ βενιαμιν ὅτι οἱ υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν οἶκον τῷ κυρίῳ θεῷ ισραηλ
42καὶ ἤγγισαν πρὸς ζοροβαβελ καὶ πρὸς τοὺς ἄρχοντας τῶν πατριῶν καὶ εἶπαν αὐτοῖς οἰκοδομήσομεν μεθ' ὑμῶν ὅτι ὡς ὑμεῖς ἐκζητοῦμεν τῷ θεῷ ὑμῶν καὶ αὐτῷ ἡμεῖς θυσιάζομεν ἀπὸ ἡμερῶν ασαραδδων βασιλέως ασσουρ τοῦ ἐνέγκαντος ἡμᾶς ὧδε
43καὶ εἶπεν πρὸς αὐτοὺς ζοροβαβελ καὶ ἰησοῦς καὶ οἱ κατάλοιποι τῶν ἀρχόντων τῶν πατριῶν τοῦ ισραηλ οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι οἶκον τῷ θεῷ ἡμῶν ὅτι ἡμεῖς αὐτοὶ ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν τῷ κυρίῳ θεῷ ἡμῶν ὡς ἐνετείλατο ἡμῖν κῦρος ὁ βασιλεὺς περσῶν
44καὶ ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων τὰς χεῖρας τοῦ λαοῦ ιουδα καὶ ἐνεπόδιζον αὐτοὺς τοῦ οἰκοδομεῖν
45καὶ μισθούμενοι ἐπ' αὐτοὺς βουλευόμενοι τοῦ διασκεδάσαι βουλὴν αὐτῶν πάσας τὰς ἡμέρας κύρου βασιλέως περσῶν καὶ ἕως βασιλείας δαρείου βασιλέως περσῶν
46καὶ ἐν βασιλείᾳ ασουηρου ἐν ἀρχῇ βασιλείας αὐτοῦ ἔγραψαν ἐπιστολὴν ἐπὶ οἰκοῦντας ιουδα καὶ ιερουσαλημ
47καὶ ἐν ἡμέραις αρθασασθα ἔγραψεν ἐν εἰρήνῃ μιθραδάτῃ ταβεηλ σὺν καὶ τοῖς λοιποῖς συνδούλοις αὐτοῦ πρὸς αρθασασθα βασιλέα περσῶν ἔγραψεν ὁ φορολόγος γραφὴν συριστὶ καὶ ἡρμηνευμένην
48ραουμ βααλταμ καὶ σαμσαι ὁ γραμματεὺς ἔγραψαν ἐπιστολὴν μίαν κατὰ ιερουσαλημ τῷ αρθασασθα βασιλεῖ
49τάδε ἔκρινεν ραουμ βααλταμ καὶ σαμσαι ὁ γραμματεὺς καὶ οἱ κατάλοιποι σύνδουλοι ἡμῶν διναῖοι αφαρσαθαχαῖοι ταρφαλλαῖοι αφαρσαῖοι αρχυαῖοι βαβυλώνιοι σουσαναχαῖοι οἵ εἰσιν ηλαμαῖοι
410καὶ οἱ κατάλοιποι ἐθνῶν ὧν ἀπῴκισεν ασενναφαρ ὁ μέγας καὶ ὁ τίμιος καὶ κατῴκισεν αὐτοὺς ἐν πόλεσιν τῆς σομορων καὶ τὸ κατάλοιπον πέραν τοῦ ποταμοῦ
411αὕτη ἡ διαταγὴ τῆς ἐπιστολῆς ἧς ἀπέστειλαν πρὸς αὐτόν πρὸς αρθασασθα βασιλέα παῖδές σου ἄνδρες πέραν τοῦ ποταμοῦ
412γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι οἱ ιουδαῖοι ἀναβάντες ἀπὸ σοῦ ἐφ' ἡμᾶς ἤλθοσαν εἰς ιερουσαλημ τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν καὶ τὰ τείχη αὐτῆς κατηρτισμένοι εἰσίν καὶ θεμελίους αὐτῆς ἀνύψωσαν
413νῦν οὖν γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐὰν ἡ πόλις ἐκείνη ἀνοικοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῶσιν φόροι οὐκ ἔσονταί σοι οὐδὲ δώσουσιν καὶ τοῦτο βασιλεῖς κακοποιεῖ
414καὶ ἀσχημοσύνην βασιλέως οὐκ ἔξεστιν ἡμῖν ἰδεῖν διὰ τοῦτο ἐπέμψαμεν καὶ ἐγνωρίσαμεν τῷ βασιλεῖ
415ἵνα ἐπισκέψηται ἐν βιβλίῳ ὑπομνηματισμοῦ τῶν πατέρων σου καὶ εὑρήσεις καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη πόλις ἀποστάτις καὶ κακοποιοῦσα βασιλεῖς καὶ χώρας καὶ φυγάδια δούλων ἐν μέσῳ αὐτῆς ἀπὸ χρόνων αἰῶνος διὰ ταῦτα ἡ πόλις αὕτη ἠρημώθη
416γνωρίζομεν οὖν ἡμεῖς τῷ βασιλεῖ ὅτι ἐὰν ἡ πόλις ἐκείνη οἰκοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῇ οὐκ ἔστιν σοι εἰρήνη
417καὶ ἀπέστειλεν ὁ βασιλεὺς πρὸς ραουμ βααλταμ καὶ σαμσαι γραμματέα καὶ τοὺς καταλοίπους συνδούλους αὐτῶν τοὺς οἰκοῦντας ἐν σαμαρείᾳ καὶ τοὺς καταλοίπους πέραν τοῦ ποταμοῦ εἰρήνην καί φησιν
418ὁ φορολόγος ὃν ἀπεστείλατε πρὸς ἡμᾶς ἐκλήθη ἔμπροσθεν ἐμοῦ
419καὶ παρ' ἐμοῦ ἐτέθη γνώμη καὶ ἐπεσκεψάμεθα καὶ εὕραμεν ὅτι ἡ πόλις ἐκείνη ἀφ' ἡμερῶν αἰῶνος ἐπὶ βασιλεῖς ἐπαίρεται καὶ ἀποστάσεις καὶ φυγάδια γίνονται ἐν αὐτῇ
420καὶ βασιλεῖς ἰσχυροὶ γίνονται ἐπὶ ιερουσαλημ καὶ ἐπικρατοῦντες ὅλης τῆς ἑσπέρας τοῦ ποταμοῦ καὶ φόροι πλήρεις καὶ μέρος δίδοται αὐτοῖς
421καὶ νῦν θέτε γνώμην καταργῆσαι τοὺς ἄνδρας ἐκείνους καὶ ἡ πόλις ἐκείνη οὐκ οἰκοδομηθήσεται ἔτι ὅπως ἀπὸ τῆς γνώμης
422πεφυλαγμένοι ἦτε ἄνεσιν ποιῆσαι περὶ τούτου μήποτε πληθυνθῇ ἀφανισμὸς εἰς κακοποίησιν βασιλεῦσιν
423τότε ὁ φορολόγος τοῦ αρθασασθα βασιλέως ἀνέγνω ἐνώπιον ραουμ καὶ σαμσαι γραμματέως καὶ συνδούλων αὐτῶν καὶ ἐπορεύθησαν σπουδῇ εἰς ιερουσαλημ καὶ ἐν ιουδα καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει
424τότε ἤργησεν τὸ ἔργον οἴκου τοῦ θεοῦ τοῦ ἐν ιερουσαλημ καὶ ἦν ἀργοῦν ἕως δευτέρου ἔτους τῆς βασιλείας δαρείου τοῦ βασιλέως περσῶν
51καὶ ἐπροφήτευσεν αγγαιος ὁ προφήτης καὶ ζαχαριας ὁ τοῦ αδδω προφητείαν ἐπὶ τοὺς ιουδαίους τοὺς ἐν ιουδα καὶ ιερουσαλημ ἐν ὀνόματι θεοῦ ισραηλ ἐπ' αὐτούς
52τότε ἀνέστησαν ζοροβαβελ ὁ τοῦ σαλαθιηλ καὶ ἰησοῦς ὁ υἱὸς ιωσεδεκ καὶ ἤρξαντο οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ τὸν ἐν ιερουσαλημ καὶ μετ' αὐτῶν οἱ προφῆται τοῦ θεοῦ βοηθοῦντες αὐτοῖς
53ἐν αὐτῷ τῷ καιρῷ ἦλθεν ἐπ' αὐτοὺς θανθαναι ἔπαρχος πέραν τοῦ ποταμοῦ καὶ σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν καὶ τοῖα εἶπαν αὐτοῖς τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦτον καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι
54τότε ταῦτα εἴποσαν αὐτοῖς τίνα ἐστὶν τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν οἰκοδομούντων τὴν πόλιν ταύτην
55καὶ οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ἐπὶ τὴν αἰχμαλωσίαν ιουδα καὶ οὐ κατήργησαν αὐτούς ἕως γνώμη τῷ δαρείῳ ἀπηνέχθη καὶ τότε ἀπεστάλη τῷ φορολόγῳ ὑπὲρ τούτου
56διασάφησις ἐπιστολῆς ἧς ἀπέστειλεν θανθαναι ὁ ἔπαρχος τοῦ πέραν τοῦ ποταμοῦ καὶ σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν αφαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ δαρείῳ τῷ βασιλεῖ
57ῥῆσιν ἀπέστειλαν πρὸς αὐτόν καὶ τάδε γέγραπται ἐν αὐτῷ δαρείῳ τῷ βασιλεῖ εἰρήνη πᾶσα
58γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐπορεύθημεν εἰς τὴν ιουδαίαν χώραν εἰς οἶκον τοῦ θεοῦ τοῦ μεγάλου καὶ αὐτὸς οἰκοδομεῖται λίθοις ἐκλεκτοῖς καὶ ξύλα ἐντίθεται ἐν τοῖς τοίχοις καὶ τὸ ἔργον ἐκεῖνο ἐπιδέξιον γίνεται καὶ εὐοδοῦται ἐν ταῖς χερσὶν αὐτῶν
59τότε ἠρωτήσαμεν τοὺς πρεσβυτέρους ἐκείνους καὶ οὕτως εἴπαμεν αὐτοῖς τίς ἔθηκεν ὑμῖν γνώμην τὸν οἶκον τοῦτον οἰκοδομῆσαι καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι
510καὶ τὰ ὀνόματα αὐτῶν ἠρωτήσαμεν αὐτοὺς γνωρίσαι σοι ὥστε γράψαι σοι τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀρχόντων αὐτῶν
511καὶ τοιοῦτο ῥῆμα ἀπεκρίθησαν ἡμῖν λέγοντες ἡμεῖς ἐσμεν δοῦλοι τοῦ θεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ οἰκοδομοῦμεν τὸν οἶκον ὃς ἦν ᾠκοδομημένος πρὸ τούτου ἔτη πολλά καὶ βασιλεὺς τοῦ ισραηλ μέγας ᾠκοδόμησεν αὐτὸν καὶ κατηρτίσατο αὐτὸν
512αὐτοῖς ἀφ' ὅτε δὲ παρώργισαν οἱ πατέρες ἡμῶν τὸν θεὸν τοῦ οὐρανοῦ ἔδωκεν αὐτοὺς εἰς χεῖρας ναβουχοδονοσορ βασιλέως βαβυλῶνος τοῦ χαλδαίου καὶ τὸν οἶκον τοῦτον κατέλυσεν καὶ τὸν λαὸν ἀπῴκισεν εἰς βαβυλῶνα
513ἀλλ' ἐν ἔτει πρώτῳ κύρου τοῦ βασιλέως κῦρος ὁ βασιλεὺς ἔθετο γνώμην τὸν οἶκον τοῦ θεοῦ τοῦτον οἰκοδομηθῆναι
514καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ θεοῦ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἃ ναβουχοδονοσορ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν ιερουσαλημ καὶ ἀπήνεγκεν αὐτὰ εἰς ναὸν τοῦ βασιλέως ἐξήνεγκεν αὐτὰ κῦρος ὁ βασιλεὺς ἀπὸ ναοῦ τοῦ βασιλέως καὶ ἔδωκεν τῷ σασαβασαρ τῷ θησαυροφύλακι τῷ ἐπὶ τοῦ θησαυροῦ
515καὶ εἶπεν αὐτῷ πάντα τὰ σκεύη λαβὲ καὶ πορεύου θὲς αὐτὰ ἐν τῷ οἴκῳ τῷ ἐν ιερουσαλημ εἰς τὸν ἑαυτῶν τόπον
516τότε σασαβασαρ ἐκεῖνος ἦλθεν καὶ ἔδωκεν θεμελίους τοῦ οἴκου τοῦ θεοῦ τοῦ ἐν ιερουσαλημ καὶ ἀπὸ τότε ἕως τοῦ νῦν ᾠκοδομήθη καὶ οὐκ ἐτελέσθη
517καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν ἐπισκεπήτω ἐν οἴκῳ τῆς γάζης τοῦ βασιλέως βαβυλῶνος ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως κύρου ἐτέθη γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ ἐκεῖνον τὸν ἐν ιερουσαλημ καὶ γνοὺς ὁ βασιλεὺς περὶ τούτου πεμψάτω πρὸς ἡμᾶς
61τότε δαρεῖος ὁ βασιλεὺς ἔθηκεν γνώμην καὶ ἐπεσκέψατο ἐν ταῖς βιβλιοθήκαις ὅπου ἡ γάζα κεῖται ἐν βαβυλῶνι
62καὶ εὑρέθη ἐν πόλει ἐν τῇ βάρει τῆς μήδων πόλεως κεφαλὶς μία καὶ τοῦτο ἦν γεγραμμένον ἐν αὐτῇ ὑπόμνημα
63ἐν ἔτει πρώτῳ κύρου βασιλέως κῦρος ὁ βασιλεὺς ἔθηκεν γνώμην περὶ οἴκου τοῦ θεοῦ τοῦ ἐν ιερουσαλημ οἶκος οἰκοδομηθήτω καὶ τόπος οὗ θυσιάζουσιν τὰ θυσιάσματα καὶ ἔθηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα πλάτος αὐτοῦ πήχεων ἑξήκοντα
64καὶ δόμοι λίθινοι κραταιοὶ τρεῖς καὶ δόμος ξύλινος εἷς καὶ ἡ δαπάνη ἐξ οἴκου τοῦ βασιλέως δοθήσεται
65καὶ τὰ σκεύη οἴκου τοῦ θεοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἃ ναβουχοδονοσορ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν ιερουσαλημ καὶ ἐκόμισεν εἰς βαβυλῶνα καὶ δοθήτω καὶ ἀπελθάτω εἰς τὸν ναὸν τὸν ἐν ιερουσαλημ ἐπὶ τόπου οὗ ἐτέθη ἐν οἴκῳ τοῦ θεοῦ
66νῦν δώσετε ἔπαρχοι πέραν τοῦ ποταμοῦ σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν αφαρσαχαῖοι οἱ ἐν πέρα τοῦ ποταμοῦ μακρὰν ὄντες ἐκεῖθεν
67ἄφετε τὸ ἔργον οἴκου τοῦ θεοῦ οἱ ἀφηγούμενοι τῶν ιουδαίων καὶ οἱ πρεσβύτεροι τῶν ιουδαίων οἶκον τοῦ θεοῦ ἐκεῖνον οἰκοδομείτωσαν ἐπὶ τοῦ τόπου αὐτοῦ
68καὶ ἀπ' ἐμοῦ ἐτέθη γνώμη μήποτέ τι ποιήσητε μετὰ τῶν πρεσβυτέρων τῶν ιουδαίων τοῦ οἰκοδομῆσαι οἶκον τοῦ θεοῦ ἐκεῖνον καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τῶν φόρων πέραν τοῦ ποταμοῦ ἐπιμελῶς δαπάνη ἔστω διδομένη τοῖς ἀνδράσιν ἐκείνοις τὸ μὴ καταργηθῆναι
69καὶ ὃ ἂν ὑστέρημα καὶ υἱοὺς βοῶν καὶ κριῶν καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τῷ θεῷ τοῦ οὐρανοῦ πυρούς ἅλας οἶνον ἔλαιον κατὰ τὸ ῥῆμα τῶν ἱερέων τῶν ἐν ιερουσαλημ ἔστω διδόμενον αὐτοῖς ἡμέραν ἐν ἡμέρᾳ ὃ ἐὰν αἰτήσωσιν
610ἵνα ὦσιν προσφέροντες εὐωδίας τῷ θεῷ τοῦ οὐρανοῦ καὶ προσεύχωνται εἰς ζωὴν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ
611καὶ ἀπ' ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἄνθρωπος ὃς ἀλλάξει τὸ ῥῆμα τοῦτο καθαιρεθήσεται ξύλον ἐκ τῆς οἰκίας αὐτοῦ καὶ ὠρθωμένος παγήσεται ἐπ' αὐτοῦ καὶ ὁ οἶκος αὐτοῦ τὸ κατ' ἐμὲ ποιηθήσεται
612καὶ ὁ θεός οὗ κατασκηνοῖ τὸ ὄνομα ἐκεῖ καταστρέψει πάντα βασιλέα καὶ λαόν ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἀλλάξαι ἢ ἀφανίσαι τὸν οἶκον τοῦ θεοῦ ἐκεῖνον τὸν ἐν ιερουσαλημ ἐγὼ δαρεῖος ἔθηκα γνώμην ἐπιμελῶς ἔσται
613τότε θανθαναι ἔπαρχος πέραν τοῦ ποταμοῦ σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτοῦ πρὸς ὃ ἀπέστειλεν δαρεῖος ὁ βασιλεὺς οὕτως ἐποίησαν ἐπιμελῶς
614καὶ οἱ πρεσβύτεροι τῶν ιουδαίων ᾠκοδομοῦσαν καὶ οἱ λευῖται ἐν προφητείᾳ αγγαιου τοῦ προφήτου καὶ ζαχαριου υἱοῦ αδδω καὶ ἀνῳκοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης θεοῦ ισραηλ καὶ ἀπὸ γνώμης κύρου καὶ δαρείου καὶ αρθασασθα βασιλέων περσῶν
615καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς αδαρ ὅ ἐστιν ἔτος ἕκτον τῇ βασιλείᾳ δαρείου τοῦ βασιλέως
616καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ οἱ κατάλοιποι υἱῶν ἀποικεσίας ἐγκαίνια τοῦ οἴκου τοῦ θεοῦ ἐν εὐφροσύνῃ
617καὶ προσήνεγκαν εἰς τὰ ἐγκαίνια τοῦ οἴκου τοῦ θεοῦ μόσχους ἑκατόν κριοὺς διακοσίους ἀμνοὺς τετρακοσίους χιμάρους αἰγῶν περὶ ἁμαρτίας ὑπὲρ παντὸς ισραηλ δώδεκα εἰς ἀριθμὸν φυλῶν ισραηλ
618καὶ ἔστησαν τοὺς ἱερεῖς ἐν διαιρέσεσιν αὐτῶν καὶ τοὺς λευίτας ἐν μερισμοῖς αὐτῶν ἐπὶ δουλείᾳ θεοῦ τοῦ ἐν ιερουσαλημ κατὰ τὴν γραφὴν βιβλίου μωυσῆ
619καὶ ἐποίησαν οἱ υἱοὶ τῆς ἀποικεσίας τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου
620ὅτι ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ λευῖται ἕως εἷς πάντες καθαροὶ καὶ ἔσφαξαν τὸ πασχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς
621καὶ ἔφαγον οἱ υἱοὶ ισραηλ τὸ πασχα οἱ ἀπὸ τῆς ἀποικεσίας καὶ πᾶς ὁ χωριζόμενος τῆς ἀκαθαρσίας ἐθνῶν τῆς γῆς πρὸς αὐτοὺς τοῦ ἐκζητῆσαι κύριον θεὸν ισραηλ
622καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ ὅτι εὔφρανεν αὐτοὺς κύριος καὶ ἐπέστρεψεν καρδίαν βασιλέως ασσουρ ἐπ' αὐτοὺς κραταιῶσαι τὰς χεῖρας αὐτῶν ἐν ἔργοις οἴκου τοῦ θεοῦ ισραηλ
71καὶ μετὰ τὰ ῥήματα ταῦτα ἐν βασιλείᾳ αρθασασθα βασιλέως περσῶν ἀνέβη εσδρας υἱὸς σαραιου υἱοῦ αζαριου υἱοῦ ελκια
72υἱοῦ σαλουμ υἱοῦ σαδδουκ υἱοῦ αχιτωβ
73υἱοῦ σαμαρια υἱοῦ εσρια υἱοῦ μαρερωθ
74υἱοῦ ζαραια υἱοῦ σαουια υἱοῦ βοκκι
75υἱοῦ αβισουε υἱοῦ φινεες υἱοῦ ελεαζαρ υἱοῦ ααρων τοῦ ἱερέως τοῦ πρώτου
76αὐτὸς εσδρας ἀνέβη ἐκ βαβυλῶνος καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ μωυσῆ ὃν ἔδωκεν κύριος ὁ θεὸς ισραηλ καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς ὅτι χεὶρ κυρίου θεοῦ αὐτοῦ ἐπ' αὐτὸν ἐν πᾶσιν οἷς ἐζήτει αὐτός
77καὶ ἀνέβησαν ἀπὸ υἱῶν ισραηλ καὶ ἀπὸ τῶν ἱερέων καὶ ἀπὸ τῶν λευιτῶν καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ εἰς ιερουσαλημ ἐν ἔτει ἑβδόμῳ τῷ αρθασασθα τῷ βασιλεῖ
78καὶ ἤλθοσαν εἰς ιερουσαλημ τῷ μηνὶ τῷ πέμπτῳ τοῦτο ἔτος ἕβδομον τῷ βασιλεῖ
79ὅτι ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου αὐτὸς ἐθεμελίωσεν τὴν ἀνάβασιν τὴν ἀπὸ βαβυλῶνος ἐν δὲ τῇ πρώτῃ τοῦ μηνὸς τοῦ πέμπτου ἤλθοσαν εἰς ιερουσαλημ ὅτι χεὶρ θεοῦ αὐτοῦ ἦν ἀγαθὴ ἐπ' αὐτόν
710ὅτι εσδρας ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ ζητῆσαι τὸν νόμον καὶ ποιεῖν καὶ διδάσκειν ἐν ισραηλ προστάγματα καὶ κρίματα
711καὶ αὕτη ἡ διασάφησις τοῦ διατάγματος οὗ ἔδωκεν αρθασασθα τῷ εσδρα τῷ ἱερεῖ τῷ γραμματεῖ βιβλίου λόγων ἐντολῶν κυρίου καὶ προσταγμάτων αὐτοῦ ἐπὶ τὸν ισραηλ
712αρθασασθα βασιλεὺς βασιλέων εσδρα γραμματεῖ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ τετέλεσται ὁ λόγος καὶ ἡ ἀπόκρισις
713ἀπ' ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ὁ ἑκουσιαζόμενος ἐν βασιλείᾳ μου ἀπὸ λαοῦ ισραηλ καὶ ἱερέων καὶ λευιτῶν πορευθῆναι εἰς ιερουσαλημ μετὰ σοῦ πορευθῆναι
714ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τῶν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν ιουδαίαν καὶ εἰς ιερουσαλημ νόμῳ θεοῦ αὐτῶν τῷ ἐν χειρί σου
715καὶ εἰς οἶκον κυρίου ἀργύριον καὶ χρυσίον ὃ ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι ἡκουσιάσθησαν τῷ θεῷ τοῦ ισραηλ τῷ ἐν ιερουσαλημ κατασκηνοῦντι
716καὶ πᾶν ἀργύριον καὶ χρυσίον ὅ τι ἐὰν εὕρῃς ἐν πάσῃ χώρᾳ βαβυλῶνος μετὰ ἑκουσιασμοῦ τοῦ λαοῦ καὶ ἱερέων τῶν ἑκουσιαζομένων εἰς οἶκον θεοῦ τὸν ἐν ιερουσαλημ
717καὶ πᾶν προσπορευόμενον τοῦτον ἑτοίμως ἔνταξον ἐν βιβλίῳ τούτῳ μόσχους κριούς ἀμνοὺς καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν καὶ προσοίσεις αὐτὰ ἐπὶ θυσιαστηρίου τοῦ οἴκου τοῦ θεοῦ ὑμῶν τοῦ ἐν ιερουσαλημ
718καὶ εἴ τι ἐπὶ σὲ καὶ τοὺς ἀδελφούς σου ἀγαθυνθῇ ἐν καταλοίπῳ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου ποιῆσαι ὡς ἀρεστὸν τῷ θεῷ ὑμῶν ποιήσατε
719καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου θεοῦ παράδος ἐνώπιον τοῦ θεοῦ ἐν ιερουσαλημ
720καὶ κατάλοιπον χρείας οἴκου θεοῦ σου ὃ ἂν φανῇ σοι δοῦναι δώσεις ἀπὸ οἴκων γάζης βασιλέως
721καὶ ἀπ' ἐμοῦ ἐγὼ αρθασασθα βασιλεύς ἔθηκα γνώμην πάσαις ταῖς γάζαις ταῖς ἐν πέρα τοῦ ποταμοῦ ὅτι πᾶν ὃ ἂν αἰτήσῃ ὑμᾶς εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς τοῦ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ ἑτοίμως γιγνέσθω
722ἕως ἀργυρίου ταλάντων ἑκατὸν καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ ἕως οἴνου βάδων ἑκατὸν καὶ ἕως ἐλαίου βάδων ἑκατὸν καὶ ἅλας οὗ οὐκ ἔστιν γραφή
723πᾶν ὅ ἐστιν ἐν γνώμῃ θεοῦ τοῦ οὐρανοῦ γιγνέσθω προσέχετε μή τις ἐπιχειρήσῃ εἰς οἶκον θεοῦ τοῦ οὐρανοῦ μήποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ
724καὶ ὑμῖν ἐγνώρισται ἐν πᾶσιν τοῖς ἱερεῦσιν καὶ τοῖς λευίταις ᾄδουσιν πυλωροῖς ναθινιμ καὶ λειτουργοῖς οἴκου θεοῦ τούτου φόρος μὴ ἔστω σοι οὐκ ἐξουσιάσεις καταδουλοῦσθαι αὐτούς
725καὶ σύ εσδρα ὡς ἡ σοφία τοῦ θεοῦ ἐν χειρί σου κατάστησον γραμματεῖς καὶ κριτάς ἵνα ὦσιν κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ πᾶσιν τοῖς εἰδόσιν νόμον τοῦ θεοῦ σου καὶ τῷ μὴ εἰδότι γνωριεῖτε
726καὶ πᾶς ὃς ἂν μὴ ᾖ ποιῶν νόμον τοῦ θεοῦ καὶ νόμον τοῦ βασιλέως ἑτοίμως τὸ κρίμα ἔσται γιγνόμενον ἐξ αὐτοῦ ἐάν τε εἰς θάνατον ἐάν τε εἰς παιδείαν ἐάν τε εἰς ζημίαν τοῦ βίου ἐάν τε εἰς δεσμά
727εὐλογητὸς κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν ὃς ἔδωκεν οὕτως ἐν καρδίᾳ τοῦ βασιλέως τοῦ δοξάσαι τὸν οἶκον κυρίου τὸν ἐν ιερουσαλημ
728καὶ ἐπ' ἐμὲ ἔκλινεν ἔλεος ἐν ὀφθαλμοῖς τοῦ βασιλέως καὶ τῶν συμβούλων αὐτοῦ καὶ πάντων τῶν ἀρχόντων τοῦ βασιλέως τῶν ἐπηρμένων καὶ ἐγὼ ἐκραταιώθην ὡς χεὶρ θεοῦ ἡ ἀγαθὴ ἐπ' ἐμέ καὶ συνῆξα ἀπὸ ισραηλ ἄρχοντας ἀναβῆναι μετ' ἐμοῦ
81καὶ οὗτοι οἱ ἄρχοντες πατριῶν αὐτῶν οἱ ὁδηγοὶ ἀναβαίνοντες μετ' ἐμοῦ ἐν βασιλείᾳ αρθασασθα τοῦ βασιλέως βαβυλῶνος
82ἀπὸ υἱῶν φινεες γηρσωμ ἀπὸ υἱῶν ιθαμαρ δανιηλ ἀπὸ υἱῶν δαυιδ ατους
83ἀπὸ υἱῶν σαχανια ἀπὸ υἱῶν φορος ζαχαριας καὶ μετ' αὐτοῦ τὸ σύστρεμμα ἑκατὸν καὶ πεντήκοντα
84ἀπὸ υἱῶν φααθμωαβ ελιανα υἱὸς ζαραια καὶ μετ' αὐτοῦ διακόσιοι τὰ ἀρσενικά
85ἀπὸ υἱῶν ζαθοης σεχενιας υἱὸς αζιηλ καὶ μετ' αὐτοῦ τριακόσιοι τὰ ἀρσενικά
86καὶ ἀπὸ υἱῶν αδιν ωβηθ υἱὸς ιωναθαν καὶ μετ' αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά
87καὶ ἀπὸ υἱῶν ηλαμ ιεσια υἱὸς αθελια καὶ μετ' αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά
88καὶ ἀπὸ υἱῶν σαφατια ζαβδια υἱὸς μιχαηλ καὶ μετ' αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά
89καὶ ἀπὸ υἱῶν ιωαβ αβαδια υἱὸς ιιηλ καὶ μετ' αὐτοῦ διακόσιοι δέκα ὀκτὼ τὰ ἀρσενικά
810καὶ ἀπὸ υἱῶν βαανι σαλιμουθ υἱὸς ιωσεφια καὶ μετ' αὐτοῦ ἑκατὸν ἑξήκοντα τὰ ἀρσενικά
811καὶ ἀπὸ υἱῶν βαβι ζαχαρια υἱὸς βαβι καὶ μετ' αὐτοῦ ἑβδομήκοντα ὀκτὼ τὰ ἀρσενικά
812καὶ ἀπὸ υἱῶν ασγαδ ιωαναν υἱὸς ακαταν καὶ μετ' αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά
813καὶ ἀπὸ υἱῶν αδωνικαμ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν αλιφαλατ ιιηλ καὶ σαμαια καὶ μετ' αὐτῶν ἑξήκοντα τὰ ἀρσενικά
814καὶ ἀπὸ υἱῶν βαγο ουθι καὶ μετ' αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά
815καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν ευι καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσιν καὶ ἀπὸ υἱῶν λευι οὐχ εὗρον ἐκεῖ
816καὶ ἀπέστειλα τῷ ελεαζαρ τῷ αριηλ τῷ σαμαια καὶ τῷ αλωναμ καὶ τῷ ιαριβ καὶ τῷ ελναθαν καὶ τῷ ναθαν καὶ τῷ ζαχαρια καὶ τῷ μεσουλαμ ἄνδρας καὶ τῷ ιωαριβ καὶ τῷ ελναθαν συνίοντας
817καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντος ἐν ἀργυρίῳ τοῦ τόπου καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ναθινιμ ἐν ἀργυρίῳ τοῦ τόπου τοῦ ἐνέγκαι ἡμῖν ᾄδοντας εἰς οἶκον θεοῦ ἡμῶν
818καὶ ἤλθοσαν ἡμῖν ὡς χεὶρ θεοῦ ἡμῶν ἀγαθὴ ἐφ' ἡμᾶς ἀνὴρ σαχωλ ἀπὸ υἱῶν μοολι υἱοῦ λευι υἱοῦ ισραηλ καὶ ἀρχὴν ἤλθοσαν υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ ὀκτωκαίδεκα
819καὶ τὸν ασεβια καὶ τὸν ωσαιαν ἀπὸ υἱῶν μεραρι ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτῶν εἴκοσι
820καὶ ἀπὸ τῶν ναθινιμ ὧν ἔδωκεν δαυιδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν λευιτῶν ναθινιμ διακόσιοι καὶ εἴκοσι πάντες συνήχθησαν ἐν ὀνόμασιν
821καὶ ἐκάλεσα ἐκεῖ νηστείαν ἐπὶ τὸν ποταμὸν αουε τοῦ ταπεινωθῆναι ἐνώπιον θεοῦ ἡμῶν ζητῆσαι παρ' αὐτοῦ ὁδὸν εὐθεῖαν ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτήσει ἡμῶν
822ὅτι ᾐσχύνθην αἰτήσασθαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῖς σῶσαι ἡμᾶς ἀπὸ ἐχθροῦ ἐν τῇ ὁδῷ ὅτι εἴπαμεν τῷ βασιλεῖ λέγοντες χεὶρ τοῦ θεοῦ ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαθόν καὶ κράτος αὐτοῦ καὶ θυμὸς αὐτοῦ ἐπὶ πάντας ἐγκαταλείποντας αὐτόν
823καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ τοῦ θεοῦ ἡμῶν περὶ τούτου καὶ ἐπήκουσεν ἡμῖν
824καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα τῷ σαραια ασαβια καὶ μετ' αὐτῶν ἀπὸ ἀδελφῶν αὐτῶν δέκα
825καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου θεοῦ ἡμῶν ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ πᾶς ισραηλ οἱ εὑρισκόμενοι
826καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια καὶ πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ἑκατὸν καὶ τάλαντα χρυσίου ἑκατὸν
827καὶ καφουρη χρυσοῖ εἴκοσι εἰς τὴν ὁδὸν χαμανιμ χίλιοι καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα ἐπιθυμητὰ ἐν χρυσίῳ
828καὶ εἶπα πρὸς αὐτούς ὑμεῖς ἅγιοι τῷ κυρίῳ καὶ τὰ σκεύη ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ κυρίῳ θεῷ πατέρων ὑμῶν
829ἀγρυπνεῖτε καὶ τηρεῖτε ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν λευιτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν ιερουσαλημ εἰς σκηνὰς οἴκου κυρίου
830καὶ ἐδέξαντο οἱ ἱερεῖς καὶ οἱ λευῖται σταθμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν ἐνεγκεῖν εἰς ιερουσαλημ εἰς οἶκον θεοῦ ἡμῶν
831καὶ ἐξήραμεν ἀπὸ τοῦ ποταμοῦ αουε ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλθεῖν εἰς ιερουσαλημ καὶ χεὶρ θεοῦ ἡμῶν ἦν ἐφ' ἡμῖν καὶ ἐρρύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχθροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ
832καὶ ἤλθομεν εἰς ιερουσαλημ καὶ ἐκαθίσαμεν ἐκεῖ ἡμέρας τρεῖς
833καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ θεοῦ ἡμῶν ἐπὶ χεῖρα μεριμωθ υἱοῦ ουρια τοῦ ἱερέως καὶ μετ' αὐτοῦ ελεαζαρ υἱὸς φινεες καὶ μετ' αὐτῶν ιωζαβαδ υἱὸς ἰησοῦ καὶ νωαδια υἱὸς βαναια οἱ λευῖται
834ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα καὶ ἐγράφη πᾶς ὁ σταθμός ἐν τῷ καιρῷ ἐκείνῳ
835οἱ ἐλθόντες ἀπὸ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ θεῷ ισραηλ μόσχους δώδεκα περὶ παντὸς ισραηλ κριοὺς ἐνενήκοντα ἕξ ἀμνοὺς ἑβδομήκοντα καὶ ἑπτά χιμάρους περὶ ἁμαρτίας δώδεκα τὰ πάντα ὁλοκαυτώματα τῷ κυρίῳ
836καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ ἐπάρχοις πέραν τοῦ ποταμοῦ καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ θεοῦ
91καὶ ὡς ἐτελέσθη ταῦτα ἤγγισαν πρός με οἱ ἄρχοντες λέγοντες οὐκ ἐχωρίσθη ὁ λαὸς ισραηλ καὶ οἱ ἱερεῖς καὶ οἱ λευῖται ἀπὸ λαῶν τῶν γαιῶν ἐν μακρύμμασιν αὐτῶν τῷ χανανι ὁ εθι ὁ φερεζι ὁ ιεβουσι ὁ αμμωνι ὁ μωαβι ὁ μοσερι καὶ ὁ αμορι
92ὅτι ἐλάβοσαν ἀπὸ θυγατέρων αὐτῶν ἑαυτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν καὶ παρήχθη σπέρμα τὸ ἅγιον ἐν λαοῖς τῶν γαιῶν καὶ χεὶρ τῶν ἀρχόντων ἐν τῇ ἀσυνθεσίᾳ ταύτῃ ἐν ἀρχῇ
93καὶ ὡς ἤκουσα τὸν λόγον τοῦτον διέρρηξα τὰ ἱμάτιά μου καὶ ἐπαλλόμην καὶ ἔτιλλον ἀπὸ τῶν τριχῶν τῆς κεφαλῆς μου καὶ ἀπὸ τοῦ πώγωνός μου καὶ ἐκαθήμην ἠρεμάζων
94καὶ συνήχθησαν πρός με πᾶς ὁ διώκων λόγον θεοῦ ισραηλ ἐπὶ ἀσυνθεσίᾳ τῆς ἀποικίας καὶ ἐγὼ καθήμενος ἠρεμάζων ἕως τῆς θυσίας τῆς ἑσπερινῆς
95καὶ ἐν θυσίᾳ τῇ ἑσπερινῇ ἀνέστην ἀπὸ ταπεινώσεώς μου καὶ ἐν τῷ διαρρῆξαί με τὰ ἱμάτιά μου καὶ ἐπαλλόμην καὶ κλίνω ἐπὶ τὰ γόνατά μου καὶ ἐκπετάζω τὰς χεῖράς μου πρὸς κύριον τὸν θεὸν
96καὶ εἶπα κύριε ᾐσχύνθην καὶ ἐνετράπην τοῦ ὑψῶσαι τὸ πρόσωπόν μου πρὸς σέ ὅτι αἱ ἀνομίαι ἡμῶν ἐπληθύνθησαν ὑπὲρ κεφαλῆς ἡμῶν καὶ αἱ πλημμέλειαι ἡμῶν ἐμεγαλύνθησαν ἕως εἰς οὐρανόν
97ἀπὸ ἡμερῶν πατέρων ἡμῶν ἐσμεν ἐν πλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν ταῖς ἀνομίαις ἡμῶν παρεδόθημεν ἡμεῖς καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν ἐν χειρὶ βασιλέων τῶν ἐθνῶν ἐν ῥομφαίᾳ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ καὶ ἐν αἰσχύνῃ προσώπου ἡμῶν ὡς ἡ ἡμέρα αὕτη
98καὶ νῦν ἐπιεικεύσατο ἡμῖν κύριος ὁ θεὸς ἡμῶν τοῦ καταλιπεῖν ἡμῖν εἰς σωτηρίαν καὶ δοῦναι ἡμῖν στήριγμα ἐν τόπῳ ἁγιάσματος αὐτοῦ τοῦ φωτίσαι ὀφθαλμοὺς ἡμῶν καὶ δοῦναι ζωοποίησιν μικρὰν ἐν τῇ δουλείᾳ ἡμῶν
99ὅτι δοῦλοί ἐσμεν καὶ ἐν τῇ δουλείᾳ ἡμῶν οὐκ ἐγκατέλιπεν ἡμᾶς κύριος ὁ θεὸς ἡμῶν καὶ ἔκλινεν ἐφ' ἡμᾶς ἔλεος ἐνώπιον βασιλέων περσῶν δοῦναι ἡμῖν ζωοποίησιν τοῦ ὑψῶσαι αὐτοὺς τὸν οἶκον τοῦ θεοῦ ἡμῶν καὶ ἀναστῆσαι τὰ ἔρημα αὐτῆς καὶ τοῦ δοῦναι ἡμῖν φραγμὸν ἐν ιουδα καὶ ἐν ιερουσαλημ
910τί εἴπωμεν ὁ θεὸς ἡμῶν μετὰ τοῦτο ὅτι ἐγκατελίπομεν ἐντολάς σου
911ἃς ἔδωκας ἡμῖν ἐν χειρὶ δούλων σου τῶν προφητῶν λέγων ἡ γῆ εἰς ἣν εἰσπορεύεσθε κληρονομῆσαι αὐτήν γῆ μετακινουμένη ἐστὶν ἐν μετακινήσει λαῶν τῶν ἐθνῶν ἐν μακρύμμασιν αὐτῶν ὧν ἔπλησαν αὐτὴν ἀπὸ στόματος ἐπὶ στόμα ἐν ἀκαθαρσίαις αὐτῶν
912καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ δῶτε τοῖς υἱοῖς αὐτῶν καὶ ἀπὸ τῶν θυγατέρων αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν καὶ οὐκ ἐκζητήσετε εἰρήνην αὐτῶν καὶ ἀγαθὸν αὐτῶν ἕως αἰῶνος ὅπως ἐνισχύσητε καὶ φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κληροδοτήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος
913καὶ μετὰ πᾶν τὸ ἐρχόμενον ἐφ' ἡμᾶς ἐν ποιήμασιν ἡμῶν τοῖς πονηροῖς καὶ ἐν πλημμελείᾳ ἡμῶν τῇ μεγάλῃ ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμῶν ὅτι ἐκούφισας ἡμῶν τὰς ἀνομίας καὶ ἔδωκας ἡμῖν σωτηρίαν
914ὅτι ἐπεστρέψαμεν διασκεδάσαι ἐντολάς σου καὶ ἐπιγαμβρεῦσαι τοῖς λαοῖς τῶν γαιῶν μὴ παροξυνθῇς ἐν ἡμῖν ἕως συντελείας τοῦ μὴ εἶναι ἐγκατάλειμμα καὶ διασῳζόμενον
915κύριε ὁ θεὸς ισραηλ δίκαιος σύ ὅτι κατελείφθημεν διασῳζόμενοι ὡς ἡ ἡμέρα αὕτη ἰδοὺ ἡμεῖς ἐναντίον σου ἐν πλημμελείαις ἡμῶν ὅτι οὐκ ἔστιν στῆναι ἐνώπιόν σου ἐπὶ τούτῳ
101καὶ ὡς προσηύξατο εσδρας καὶ ὡς ἐξηγόρευσεν κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ θεοῦ συνήχθησαν πρὸς αὐτὸν ἀπὸ ισραηλ ἐκκλησία πολλὴ σφόδρα ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι ὅτι ἔκλαυσεν ὁ λαὸς καὶ ὕψωσεν κλαίων
102καὶ ἀπεκρίθη σεχενιας υἱὸς ιιηλ ἀπὸ υἱῶν ηλαμ καὶ εἶπεν τῷ εσδρα ἡμεῖς ἠσυνθετήσαμεν τῷ θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ λαῶν τῆς γῆς καὶ νῦν ἔστιν ὑπομονὴ τῷ ισραηλ ἐπὶ τούτῳ
103καὶ νῦν διαθώμεθα διαθήκην τῷ θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν ὡς ἂν βούλῃ ἀνάστηθι καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς θεοῦ ἡμῶν καὶ ὡς ὁ νόμος γενηθήτω
104ἀνάστα ὅτι ἐπὶ σὲ τὸ ῥῆμα καὶ ἡμεῖς μετὰ σοῦ κραταιοῦ καὶ ποίησον
105καὶ ἀνέστη εσδρας καὶ ὥρκισεν τοὺς ἄρχοντας τοὺς ἱερεῖς καὶ λευίτας καὶ πάντα ισραηλ τοῦ ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο καὶ ὤμοσαν
106καὶ ἀνέστη εσδρας ἀπὸ προσώπου οἴκου τοῦ θεοῦ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον ιωαναν υἱοῦ ελισουβ καὶ ἐπορεύθη ἐκεῖ ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας
107καὶ παρήνεγκαν φωνὴν ἐν ιουδα καὶ ἐν ιερουσαλημ πᾶσιν τοῖς υἱοῖς τῆς ἀποικίας τοῦ συναθροισθῆναι εἰς ιερουσαλημ
108καὶ πᾶς ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας
109καὶ συνήχθησαν πάντες ἄνδρες ιουδα καὶ βενιαμιν εἰς ιερουσαλημ εἰς τὰς τρεῖς ἡμέρας οὗτος ὁ μὴν ὁ ἔνατος ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισεν πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ῥήματος καὶ ἀπὸ τοῦ χειμῶνος
1010καὶ ἀνέστη εσδρας ὁ ἱερεὺς καὶ εἶπεν πρὸς αὐτούς ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν ισραηλ
1011καὶ νῦν δότε αἴνεσιν κυρίῳ τῷ θεῷ τῶν πατέρων ὑμῶν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων
1012καὶ ἀπεκρίθησαν πᾶσα ἡ ἐκκλησία καὶ εἶπαν μέγα τοῦτο τὸ ῥῆμά σου ἐφ' ἡμᾶς ποιῆσαι
1013ἀλλὰ ὁ λαὸς πολύς καὶ ὁ καιρὸς χειμερινός καὶ οὐκ ἔστιν δύναμις στῆναι ἔξω καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥήματι τούτῳ
1014στήτωσαν δὴ οἱ ἄρχοντες ἡμῶν τῇ πάσῃ ἐκκλησίᾳ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισεν γυναῖκας ἀλλοτρίας ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ' αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου
1015πλὴν ιωναθαν υἱὸς ασαηλ καὶ ιαζια υἱὸς θεκουε μετ' ἐμοῦ περὶ τούτου καὶ μεσουλαμ καὶ σαβαθαι ὁ λευίτης βοηθῶν αὐτοῖς
1016καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας καὶ διεστάλησαν εσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα
1017καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου
1018καὶ εὑρέθησαν ἀπὸ υἱῶν τῶν ἱερέων οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἀπὸ υἱῶν ἰησοῦ υἱοῦ ιωσεδεκ καὶ ἀδελφοὶ αὐτοῦ μαασηα καὶ ελιεζερ καὶ ιαριβ καὶ γαδαλια
1019καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας αὐτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν
1020καὶ ἀπὸ υἱῶν εμμηρ ανανι καὶ ζαβδια
1021καὶ ἀπὸ υἱῶν ηραμ μασαια καὶ ελια καὶ σαμαια καὶ ιιηλ καὶ οζια
1022καὶ ἀπὸ υἱῶν φασουρ ελιωηναι μαασαια καὶ ισμαηλ καὶ ναθαναηλ καὶ ιωζαβαδ καὶ ηλασα
1023καὶ ἀπὸ τῶν λευιτῶν ιωζαβαδ καὶ σαμου καὶ κωλια αὐτὸς κωλιτας καὶ φαθαια καὶ ιοδομ καὶ ελιεζερ
1024καὶ ἀπὸ τῶν ἀ|δόντων ελισαφ καὶ ἀπὸ τῶν πυλωρῶν σελλημ καὶ τελημ καὶ ωδουε
1025καὶ ἀπὸ ισραηλ ἀπὸ υἱῶν φορος ραμια καὶ ιαζια καὶ μελχια καὶ μεαμιν καὶ ελεαζαρ καὶ ασαβια καὶ βαναια
1026καὶ ἀπὸ υἱῶν ηλαμ μαθανια καὶ ζαχαρια καὶ ιαϊηλ καὶ αβδια καὶ ιαριμωθ καὶ ηλια
1027καὶ ἀπὸ υἱῶν ζαθουα ελιωηναι ελισουβ μαθανια καὶ ιαρμωθ καὶ ζαβαδ καὶ οζιζα
1028καὶ ἀπὸ υἱῶν βαβι ιωαναν ανανια καὶ ζαβου οθαλι
1029καὶ ἀπὸ υἱῶν βανουι μεσουλαμ μαλουχ αδαιας ιασουβ καὶ σαλουια καὶ ρημωθ
1030καὶ ἀπὸ υἱῶν φααθμωαβ εδενε χαληλ βαναια μασηα μαθανια βεσεληλ καὶ βανουι καὶ μανασση
1031καὶ ἀπὸ υἱῶν ηραμ ελιεζερ ιεσσια μελχια σαμαια σεμεων
1032βενιαμιν μαλουχ σαμαρια
1033καὶ ἀπὸ υἱῶν ησαμ μαθανι μαθαθα ζαβεδ ελιφαλεθ ιεραμι μανασση σεμεϊ
1034ἀπὸ υἱῶν βανι μοοδι αμραμ ουηλ
1035βαναια βαδαια χελια
1036ουιεχωα ιεραμωθ ελιασιβ
1037μαθανια μαθαναι καὶ ἐποίησαν
1038οἱ υἱοὶ βανουι καὶ οἱ υἱοὶ σεμεϊ
1039καὶ σελεμια καὶ ναθαν καὶ αδαια
1040μαχναδαβου σεσι σαρου
1041εζερηλ καὶ σελεμια καὶ σαμαρια
1042καὶ σαλουμ αμαρια ιωσηφ
1043ἀπὸ υἱῶν ναβου ιιηλ μαθαθια σεδεμ ζαμβινα ιαδαι καὶ ιωηλ καὶ βαναια
1044πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς
111λόγοι νεεμια υἱοῦ αχαλια καὶ ἐγένετο ἐν μηνὶ χασεηλου ἔτους εἰκοστοῦ καὶ ἐγὼ ἤμην ἐν σουσαν αβιρα
112καὶ ἦλθεν ανανι εἷς ἀπὸ ἀδελφῶν μου αὐτὸς καὶ ἄνδρες ιουδα καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέντων οἳ κατελείφθησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ περὶ ιερουσαλημ
113καὶ εἴποσαν πρός με οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ καὶ τείχη ιερουσαλημ καθῃρημένα καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί
114καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαί με τοὺς λόγους τούτους ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον θεοῦ τοῦ οὐρανοῦ
115καὶ εἶπα μὴ δή κύριε ὁ θεὸς τοῦ οὐρανοῦ ὁ ἰσχυρὸς ὁ μέγας καὶ ὁ φοβερός φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ
116ἔστω δὴ τὸ οὖς σου προσέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι τοῦ ἀκοῦσαι προσευχὴν δούλου σου ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν ισραηλ δούλων σου καὶ ἐξαγορεύω ἐπὶ ἁμαρτίαις υἱῶν ισραηλ ἃς ἡμάρτομέν σοι καὶ ἐγὼ καὶ ὁ οἶκος πατρός μου ἡμάρτομεν
117διαλύσει διελύσαμεν πρὸς σὲ καὶ οὐκ ἐφυλάξαμεν τὰς ἐντολὰς καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἃ ἐνετείλω τῷ μωυσῇ παιδί σου
118μνήσθητι δὴ τὸν λόγον ὃν ἐνετείλω τῷ μωυσῇ παιδί σου λέγων ὑμεῖς ἐὰν ἀσυνθετήσητε ἐγὼ διασκορπιῶ ὑμᾶς ἐν τοῖς λαοῖς
119καὶ ἐὰν ἐπιστρέψητε πρός με καὶ φυλάξητε τὰς ἐντολάς μου καὶ ποιήσητε αὐτάς ἐὰν ᾖ ἡ διασπορὰ ὑμῶν ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἐκεῖθεν συνάξω αὐτοὺς καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον ὃν ἐξελεξάμην κατασκηνῶσαι τὸ ὄνομά μου ἐκεῖ
1110καὶ αὐτοὶ παῖδές σου καὶ λαός σου οὓς ἐλυτρώσω ἐν δυνάμει σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ
1111μὴ δή κύριε ἀλλ' ἔστω τὸ οὖς σου προσέχον εἰς τὴν προσευχὴν τοῦ δούλου σου καὶ εἰς τὴν προσευχὴν παίδων σου τῶν θελόντων φοβεῖσθαι τὸ ὄνομά σου καὶ εὐόδωσον δὴ τῷ παιδί σου σήμερον καὶ δὸς αὐτὸν εἰς οἰκτιρμοὺς ἐνώπιον τοῦ ἀνδρὸς τούτου καὶ ἐγὼ ἤμην οἰνοχόος τῷ βασιλεῖ
121καὶ ἐγένετο ἐν μηνὶ νισαν ἔτους εἰκοστοῦ αρθασασθα βασιλεῖ καὶ ἦν ὁ οἶνος ἐνώπιον ἐμοῦ καὶ ἔλαβον τὸν οἶνον καὶ ἔδωκα τῷ βασιλεῖ καὶ οὐκ ἦν ἕτερος ἐνώπιον αὐτοῦ
122καὶ εἶπέν μοι ὁ βασιλεύς διὰ τί τὸ πρόσωπόν σου πονηρὸν καὶ οὐκ εἶ μετριάζων οὐκ ἔστιν τοῦτο εἰ μὴ πονηρία καρδίας καὶ ἐφοβήθην πολὺ σφόδρα
123καὶ εἶπα τῷ βασιλεῖ ὁ βασιλεὺς εἰς τὸν αἰῶνα ζήτω διὰ τί οὐ μὴ γένηται πονηρὸν τὸ πρόσωπόν μου διότι ἡ πόλις οἶκος μνημείων πατέρων μου ἠρημώθη καὶ αἱ πύλαι αὐτῆς κατεβρώθησαν ἐν πυρί
124καὶ εἶπέν μοι ὁ βασιλεύς περὶ τίνος τοῦτο σὺ ζητεῖς καὶ προσηυξάμην πρὸς τὸν θεὸν τοῦ οὐρανοῦ
125καὶ εἶπα τῷ βασιλεῖ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν καὶ εἰ ἀγαθυνθήσεται ὁ παῖς σου ἐνώπιόν σου ὥστε πέμψαι αὐτὸν εἰς ιουδα εἰς πόλιν μνημείων πατέρων μου καὶ ἀνοικοδομήσω αὐτήν
126καὶ εἶπέν μοι ὁ βασιλεὺς καὶ ἡ παλλακὴ ἡ καθημένη ἐχόμενα αὐτοῦ ἕως πότε ἔσται ἡ πορεία σου καὶ πότε ἐπιστρέψεις καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως καὶ ἀπέστειλέν με καὶ ἔδωκα αὐτῷ ὅρον
127καὶ εἶπα τῷ βασιλεῖ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν δότω μοι ἐπιστολὰς πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ ὥστε παραγαγεῖν με ἕως ἔλθω ἐπὶ ιουδαν
128καὶ ἐπιστολὴν ἐπὶ ασαφ φύλακα τοῦ παραδείσου ὅς ἐστιν τῷ βασιλεῖ ὥστε δοῦναί μοι ξύλα στεγάσαι τὰς πύλας καὶ εἰς τὸ τεῖχος τῆς πόλεως καὶ εἰς οἶκον ὃν εἰσελεύσομαι εἰς αὐτόν καὶ ἔδωκέν μοι ὁ βασιλεὺς ὡς χεὶρ θεοῦ ἡ ἀγαθή
129καὶ ἦλθον πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ καὶ ἔδωκα αὐτοῖς τὰς ἐπιστολὰς τοῦ βασιλέως καὶ ἀπέστειλεν μετ' ἐμοῦ ὁ βασιλεὺς ἀρχηγοὺς δυνάμεως καὶ ἱππεῖς
1210καὶ ἤκουσεν σαναβαλλατ ὁ αρωνι καὶ τωβια ὁ δοῦλος ὁ αμμωνι καὶ πονηρὸν αὐτοῖς ἐγένετο ὅτι ἥκει ἄνθρωπος ζητῆσαι ἀγαθὸν τοῖς υἱοῖς ισραηλ
1211καὶ ἦλθον εἰς ιερουσαλημ καὶ ἤμην ἐκεῖ ἡμέρας τρεῖς
1212καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετ' ἐμοῦ καὶ οὐκ ἀπήγγειλα ἀνθρώπῳ τί ὁ θεὸς δίδωσιν εἰς καρδίαν μου τοῦ ποιῆσαι μετὰ τοῦ ισραηλ καὶ κτῆνος οὐκ ἔστιν μετ' ἐμοῦ εἰ μὴ τὸ κτῆνος ᾧ ἐγὼ ἐπιβαίνω ἐπ' αὐτῷ
1213καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ γωληλα καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν καὶ εἰς πύλην τῆς κοπρίας καὶ ἤμην συντρίβων ἐν τῷ τείχει ιερουσαλημ ὃ αὐτοὶ καθαιροῦσιν καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί
1214καὶ παρῆλθον ἐπὶ πύλην τοῦ αιν καὶ εἰς κολυμβήθραν τοῦ βασιλέως καὶ οὐκ ἦν τόπος τῷ κτήνει παρελθεῖν ὑποκάτω μου
1215καὶ ἤμην ἀναβαίνων ἐν τῷ τείχει χειμάρρου νυκτὸς καὶ ἤμην συντρίβων ἐν τῷ τείχει καὶ ἤμην ἐν πύλῃ τῆς φάραγγος καὶ ἐπέστρεψα
1216καὶ οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιῶ καὶ τοῖς ιουδαίοις καὶ τοῖς ἱερεῦσιν καὶ τοῖς ἐντίμοις καὶ τοῖς στρατηγοῖς καὶ τοῖς καταλοίποις τοῖς ποιοῦσιν τὰ ἔργα ἕως τότε οὐκ ἀπήγγειλα
1217καὶ εἶπα πρὸς αὐτούς ὑμεῖς βλέπετε τὴν πονηρίαν ἐν ᾗ ἐσμεν ἐν αὐτῇ πῶς ιερουσαλημ ἔρημος καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί δεῦτε καὶ διοικοδομήσωμεν τὸ τεῖχος ιερουσαλημ καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος
1218καὶ ἀπήγγειλα αὐτοῖς τὴν χεῖρα τοῦ θεοῦ ἥ ἐστιν ἀγαθὴ ἐπ' ἐμέ καὶ τοὺς λόγους τοῦ βασιλέως οὓς εἶπέν μοι καὶ εἶπα ἀναστῶμεν καὶ οἰκοδομήσωμεν καὶ ἐκραταιώθησαν αἱ χεῖρες αὐτῶν εἰς ἀγαθόν
1219καὶ ἤκουσεν σαναβαλλατ ὁ αρωνι καὶ τωβια ὁ δοῦλος ὁ αμμωνι καὶ γησαμ ὁ αραβι καὶ ἐξεγέλασαν ἡμᾶς καὶ ἦλθον ἐφ' ἡμᾶς καὶ εἶπαν τί τὸ ῥῆμα τοῦτο ὃ ὑμεῖς ποιεῖτε ἦ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε
1220καὶ ἐπέστρεψα αὐτοῖς λόγον καὶ εἶπα αὐτοῖς ὁ θεὸς τοῦ οὐρανοῦ αὐτὸς εὐοδώσει ἡμῖν καὶ ἡμεῖς δοῦλοι αὐτοῦ καθαροί καὶ οἰκοδομήσομεν καὶ ὑμῖν οὐκ ἔστιν μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν ιερουσαλημ
131καὶ ἀνέστη ελισουβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν ἕως πύργου ανανεηλ
132καὶ ἐπὶ χεῖρας υἱῶν ἀνδρῶν ιεριχω καὶ ἐπὶ χεῖρας υἱῶν ζακχουρ υἱοῦ αμαρι
133καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ᾠκοδόμησαν υἱοὶ ασανα αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς
134καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἀπὸ ραμωθ υἱὸς ουρια υἱοῦ ακως καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν μοσολλαμ υἱὸς βαραχιου υἱοῦ μασεζεβηλ καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν σαδωκ υἱὸς βαανα
135καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ θεκωιν καὶ αδωρηεμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν
136καὶ τὴν πύλην τοῦ ισανα ἐκράτησαν ιοϊδα υἱὸς φασεκ καὶ μεσουλαμ υἱὸς βασωδια αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς
138καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν ανανιας υἱὸς τοῦ ρωκεϊμ καὶ κατέλιπον ιερουσαλημ ἕως τοῦ τείχους τοῦ πλατέος
139καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν ραφαια ἄρχων ἡμίσους περιχώρου ιερουσαλημ
1310καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν ιεδαια υἱὸς ερωμαφ καὶ κατέναντι οἰκίας αὐτοῦ καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν ατους υἱὸς ασβανια
1311καὶ δεύτερος ἐκράτησεν μελχιας υἱὸς ηραμ καὶ ασουβ υἱὸς φααθμωαβ καὶ ἕως πύργου τῶν θαννουριμ
1312καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν σαλουμ υἱὸς αλλωης ἄρχων ἡμίσους περιχώρου ιερουσαλημ αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ
1313τὴν πύλην τῆς φάραγγος ἐκράτησαν ανουν καὶ οἱ κατοικοῦντες ζανω αὐτοὶ ᾠκοδόμησαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως πύλης τῆς κοπρίας
1314καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησεν μελχια υἱὸς ρηχαβ ἄρχων περιχώρου βηθαχαρμ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἐσκέπασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς
1315καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως καὶ ἕως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως δαυιδ
1316ὀπίσω αὐτοῦ ἐκράτησεν νεεμιας υἱὸς αζαβουχ ἄρχων ἡμίσους περιχώρου βηθσουρ ἕως κήπου τάφου δαυιδ καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας καὶ ἕως βηθαγγαβαριμ
1317ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ λευῖται ραουμ υἱὸς βανι ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν ασαβια ἄρχων ἡμίσους περιχώρου κεϊλα τῷ περιχώρῳ αὐτοῦ
1318μετ' αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτῶν βενι υἱὸς ηναδαδ ἄρχων ἡμίσους περιχώρου κεϊλα
1319καὶ ἐκράτησεν ἐπὶ χεῖρα αὐτοῦ αζουρ υἱὸς ἰησοῦ ἄρχων τοῦ μασφε μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας
1320μετ' αὐτὸν ἐκράτησεν βαρουχ υἱὸς ζαβου μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας βηθελισουβ τοῦ ἱερέως τοῦ μεγάλου
1321μετ' αὐτὸν ἐκράτησεν μεραμωθ υἱὸς ουρια υἱοῦ ακως μέτρον δεύτερον ἀπὸ θύρας βηθελισουβ ἕως ἐκλείψεως βηθελισουβ
1322καὶ μετ' αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες αχεχαρ
1323καὶ μετ' αὐτὸν ἐκράτησεν βενιαμιν καὶ ασουβ κατέναντι οἴκου αὐτῶν μετ' αὐτὸν ἐκράτησεν αζαρια υἱὸς μαασηα υἱοῦ ανανια ἐχόμενα οἴκου αὐτοῦ
1324μετ' αὐτὸν ἐκράτησεν βανι υἱὸς ηναδαδ μέτρον δεύτερον ἀπὸ βηθαζαρια ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς
1325φαλαλ υἱοῦ ευζαι ἐξ ἐναντίας τῆς γωνίας καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς καὶ μετ' αὐτὸν φαδαια υἱὸς φορος
1326καὶ οἱ ναθινιμ ἦσαν οἰκοῦντες ἐν τῷ ωφαλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς καὶ ὁ πύργος ὁ ἐξέχων
1327μετ' αὐτὸν ἐκράτησαν οἱ θεκωιν μέτρον δεύτερον ἐξ ἐναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους τοῦ οφλα
1328ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς ἀνὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ
1329μετ' αὐτὸν ἐκράτησεν σαδδουκ υἱὸς εμμηρ ἐξ ἐναντίας οἴκου αὐτοῦ καὶ μετ' αὐτὸν ἐκράτησεν σαμαια υἱὸς σεχενια φύλαξ τῆς πύλης τῆς ἀνατολῆς
1330μετ' αὐτὸν ἐκράτησεν ανανια υἱὸς σελεμια καὶ ανουμ υἱὸς σελεφ ὁ ἕκτος μέτρον δεύτερον μετ' αὐτὸν ἐκράτησεν μεσουλαμ υἱὸς βαρχια ἐξ ἐναντίας γαζοφυλακίου αὐτοῦ
1331μετ' αὐτὸν ἐκράτησεν μελχια υἱὸς τοῦ σαραφι ἕως βηθαναθινιμ καὶ οἱ ῥοποπῶλαι ἀπέναντι πύλης τοῦ μαφεκαδ καὶ ἕως ἀναβάσεως τῆς καμπῆς
1332καὶ ἀνὰ μέσον ἀναβάσεως τῆς πύλης τῆς προβατικῆς ἐκράτησαν οἱ χαλκεῖς καὶ οἱ ῥοποπῶλαι
1333καὶ ἐγένετο ἡνίκα ἤκουσεν σαναβαλλατ ὅτι ἡμεῖς οἰκοδομοῦμεν τὸ τεῖχος καὶ πονηρὸν ἦν αὐτῷ καὶ ὠργίσθη ἐπὶ πολὺ καὶ ἐξεγέλα ἐπὶ τοῖς ιουδαίοις
1334καὶ εἶπεν ἐνώπιον τῶν ἀδελφῶν αὐτοῦ αὕτη ἡ δύναμις σομορων ὅτι οἱ ιουδαῖοι οὗτοι οἰκοδομοῦσιν τὴν ἑαυτῶν πόλιν
1335καὶ τωβιας ὁ αμμανίτης ἐχόμενα αὐτοῦ ἦλθεν καὶ εἶπαν πρὸς ἑαυτούς μὴ θυσιάσουσιν ἢ φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελεῖ τὸ τεῖχος λίθων αὐτῶν
1336ἄκουσον ὁ θεὸς ἡμῶν ὅτι ἐγενήθημεν εἰς μυκτηρισμόν καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτῶν εἰς κεφαλὴν αὐτῶν καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γῇ αἰχμαλωσίας
1337καὶ μὴ καλύψῃς ἐπὶ ἀνομίαν
141καὶ ἐγένετο ὡς ἤκουσεν σαναβαλλατ καὶ τωβια καὶ οἱ ἄραβες καὶ οἱ αμμανῖται ὅτι ἀνέβη φυὴ τοῖς τείχεσιν ιερουσαλημ ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα
142καὶ συνήχθησαν πάντες ἐπὶ τὸ αὐτὸ ἐλθεῖν παρατάξασθαι ἐν ιερουσαλημ
143καὶ προσηυξάμεθα πρὸς τὸν θεὸν ἡμῶν καὶ ἐστήσαμεν προφύλακας ἐπ' αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτῶν
144καὶ εἶπεν ιουδας συνετρίβη ἡ ἰσχὺς τῶν ἐχθρῶν καὶ ὁ χοῦς πολύς καὶ ἡμεῖς οὐ δυνησόμεθα οἰκοδομεῖν ἐν τῷ τείχει
145καὶ εἶπαν οἱ θλίβοντες ἡμᾶς οὐ γνώσονται καὶ οὐκ ὄψονται ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτῶν καὶ φονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον
146καὶ ἐγένετο ὡς ἤλθοσαν οἱ ιουδαῖοι οἱ οἰκοῦντες ἐχόμενα αὐτῶν καὶ εἴποσαν ἡμῖν ἀναβαίνουσιν ἐκ πάντων τῶν τόπων ἐφ' ἡμᾶς
147καὶ ἔστησα εἰς τὰ κατώτατα τοῦ τόπου κατόπισθεν τοῦ τείχους ἐν τοῖς σκεπεινοῖς καὶ ἔστησα τὸν λαὸν κατὰ δήμους μετὰ ῥομφαιῶν αὐτῶν λόγχας αὐτῶν καὶ τόξα αὐτῶν
148καὶ εἶδον καὶ ἀνέστην καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς στρατηγοὺς καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ μὴ φοβηθῆτε ἀπὸ προσώπου αὐτῶν μνήσθητε τοῦ θεοῦ ἡμῶν τοῦ μεγάλου καὶ φοβεροῦ καὶ παρατάξασθε περὶ τῶν ἀδελφῶν ὑμῶν υἱῶν ὑμῶν καὶ θυγατέρων ὑμῶν γυναικῶν ὑμῶν καὶ οἴκων ὑμῶν
149καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμῶν ὅτι ἐγνώσθη ἡμῖν καὶ διεσκέδασεν ὁ θεὸς τὴν βουλὴν αὐτῶν καὶ ἐπεστρέψαμεν πάντες ἡμεῖς εἰς τὸ τεῖχος ἀνὴρ εἰς τὸ ἔργον αὐτοῦ
1410καὶ ἐγένετο ἀπὸ τῆς ἡμέρας ἐκείνης ἥμισυ τῶν ἐκτετιναγμένων ἐποίουν τὸ ἔργον καὶ ἥμισυ αὐτῶν ἀντείχοντο καὶ λόγχαι καὶ θυρεοὶ καὶ τὰ τόξα καὶ οἱ θώρακες καὶ οἱ ἄρχοντες ὀπίσω παντὸς οἴκου ιουδα
1411τῶν οἰκοδομούντων ἐν τῷ τείχει καὶ οἱ αἴροντες ἐν τοῖς ἀρτῆρσιν ἐν ὅπλοις ἐν μιᾷ χειρὶ ἐποίει αὐτὸ τὸ ἔργον καὶ μία ἐκράτει τὴν βολίδα
1412καὶ οἱ οἰκοδόμοι ἀνὴρ ῥομφαίαν αὐτοῦ ἐζωσμένος ἐπὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ᾠκοδομοῦσαν καὶ ὁ σαλπίζων ἐν τῇ κερατίνῃ ἐχόμενα αὐτοῦ
1413καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ τὸ ἔργον πλατὺ καὶ πολύ καὶ ἡμεῖς σκορπιζόμεθα ἐπὶ τοῦ τείχους μακρὰν ἀνὴρ ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ
1414ἐν τόπῳ οὗ ἐὰν ἀκούσητε τὴν φωνὴν τῆς κερατίνης ἐκεῖ συναχθήσεσθε πρὸς ἡμᾶς καὶ ὁ θεὸς ἡμῶν πολεμήσει περὶ ἡμῶν
1415καὶ ἡμεῖς ποιοῦντες τὸ ἔργον καὶ ἥμισυ αὐτῶν κρατοῦντες τὰς λόγχας ἀπὸ ἀναβάσεως τοῦ ὄρθρου ἕως ἐξόδου τῶν ἄστρων
1416καὶ ἐν τῷ καιρῷ ἐκείνῳ εἶπα τῷ λαῷ αὐλίσθητε ἐν μέσῳ ιερουσαλημ καὶ ἔστω ὑμῖν ἡ νὺξ προφυλακὴ καὶ ἡ ἡμέρα ἔργον
1417καὶ ἤμην ἐγὼ καὶ οἱ ἄνδρες τῆς προφυλακῆς ὀπίσω μου καὶ οὐκ ἦν ἐξ ἡμῶν ἐκδιδυσκόμενος ἀνὴρ τὰ ἱμάτια αὐτοῦ
151καὶ ἦν κραυγὴ τοῦ λαοῦ καὶ γυναικῶν αὐτῶν μεγάλη πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ιουδαίους
152καὶ ἦσάν τινες λέγοντες ἐν υἱοῖς ἡμῶν καὶ ἐν θυγατράσιν ἡμῶν ἡμεῖς πολλοί καὶ λημψόμεθα σῖτον καὶ φαγόμεθα καὶ ζησόμεθα
153καὶ εἰσίν τινες λέγοντες ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν καὶ οἰκίαι ἡμῶν ἡμεῖς διεγγυῶμεν καὶ λημψόμεθα σῖτον καὶ φαγόμεθα
154καὶ εἰσίν τινες λέγοντες ἐδανεισάμεθα ἀργύριον εἰς φόρους τοῦ βασιλέως ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν καὶ οἰκίαι ἡμῶν
155καὶ νῦν ὡς σὰρξ ἀδελφῶν ἡμῶν σὰρξ ἡμῶν ὡς υἱοὶ αὐτῶν υἱοὶ ἡμῶν καὶ ἰδοὺ ἡμεῖς καταδυναστεύομεν τοὺς υἱοὺς ἡμῶν καὶ τὰς θυγατέρας ἡμῶν εἰς δούλους καὶ εἰσὶν ἀπὸ θυγατέρων ἡμῶν καταδυναστευόμεναι καὶ οὐκ ἔστιν δύναμις χειρῶν ἡμῶν καὶ ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν τοῖς ἐντίμοις
156καὶ ἐλυπήθην σφόδρα καθὼς ἤκουσα τὴν κραυγὴν αὐτῶν καὶ τοὺς λόγους τούτους
157καὶ ἐβουλεύσατο καρδία μου ἐπ' ἐμέ καὶ ἐμαχεσάμην πρὸς τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ εἶπα αὐτοῖς ἀπαιτήσει ἀνὴρ τὸν ἀδελφὸν αὐτοῦ ὑμεῖς ἀπαιτεῖτε καὶ ἔδωκα ἐπ' αὐτοὺς ἐκκλησίαν μεγάλην
158καὶ εἶπα αὐτοῖς ἡμεῖς κεκτήμεθα τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ιουδαίους τοὺς πωλουμένους τοῖς ἔθνεσιν ἐν ἑκουσίῳ ἡμῶν καὶ ὑμεῖς πωλεῖτε τοὺς ἀδελφοὺς ὑμῶν καὶ ἡσύχασαν καὶ οὐχ εὕροσαν λόγον
159καὶ εἶπα οὐκ ἀγαθὸς ὁ λόγος ὃν ὑμεῖς ποιεῖτε οὐχ οὕτως ἐν φόβῳ θεοῦ ἡμῶν ἀπελεύσεσθε ἀπὸ ὀνειδισμοῦ τῶν ἐθνῶν τῶν ἐχθρῶν ἡμῶν
1510καὶ οἱ ἀδελφοί μου καὶ οἱ γνωστοί μου καὶ ἐγὼ ἐθήκαμεν ἐν αὐτοῖς ἀργύριον καὶ σῖτον ἐγκαταλίπωμεν δὴ τὴν ἀπαίτησιν ταύτην
1511ἐπιστρέψατε δὴ αὐτοῖς ὡς σήμερον ἀγροὺς αὐτῶν ἀμπελῶνας αὐτῶν ἐλαίας αὐτῶν καὶ οἰκίας αὐτῶν καὶ ἀπὸ τοῦ ἀργυρίου τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον ἐξενέγκατε αὐτοῖς
1512καὶ εἶπαν ἀποδώσομεν καὶ παρ' αὐτῶν οὐ ζητήσομεν οὕτως ποιήσομεν καθὼς σὺ λέγεις καὶ ἐκάλεσα τοὺς ἱερεῖς καὶ ὥρκισα αὐτοὺς ποιῆσαι ὡς τὸ ῥῆμα τοῦτο
1513καὶ τὴν ἀναβολήν μου ἐξετίναξα καὶ εἶπα οὕτως ἐκτινάξαι ὁ θεὸς πάντα ἄνδρα ὃς οὐ στήσει τὸν λόγον τοῦτον ἐκ τοῦ οἴκου αὐτοῦ καὶ ἐκ κόπου αὐτοῦ καὶ ἔσται οὕτως ἐκτετιναγμένος καὶ κενός καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία αμην καὶ ᾔνεσαν τὸν κύριον καὶ ἐποίησεν ὁ λαὸς τὸ ῥῆμα τοῦτο
1514ἀπὸ τῆς ἡμέρας ἧς ἐνετείλατό μοι εἶναι εἰς ἄρχοντα αὐτῶν ἐν γῇ ιουδα ἀπὸ ἔτους εἰκοστοῦ καὶ ἕως ἔτους τριακοστοῦ καὶ δευτέρου τῷ αρθασασθα ἔτη δώδεκα ἐγὼ καὶ οἱ ἀδελφοί μου βίαν αὐτῶν οὐκ ἔφαγον
1515καὶ τὰς βίας τὰς πρώτας ἃς πρὸ ἐμοῦ ἐβάρυναν ἐπ' αὐτοὺς καὶ ἐλάβοσαν παρ' αὐτῶν ἐν ἄρτοις καὶ ἐν οἴνῳ ἔσχατον ἀργύριον δίδραχμα τεσσαράκοντα καὶ οἱ ἐκτετιναγμένοι αὐτῶν ἐξουσιάζονται ἐπὶ τὸν λαόν καὶ ἐγὼ οὐκ ἐποίησα οὕτως ἀπὸ προσώπου φόβου θεοῦ
1516καὶ ἐν ἔργῳ τοῦ τείχους τούτων οὐκ ἐκράτησα ἀγρὸν οὐκ ἐκτησάμην καὶ πάντες οἱ συνηγμένοι ἐκεῖ ἐπὶ τὸ ἔργον
1517καὶ οἱ ιουδαῖοι ἑκατὸν καὶ πεντήκοντα ἄνδρες καὶ οἱ ἐρχόμενοι πρὸς ἡμᾶς ἀπὸ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν ἐπὶ τράπεζάν μου
1518καὶ ἦν γινόμενον εἰς ἡμέραν μίαν μόσχος εἷς καὶ πρόβατα ἓξ ἐκλεκτὰ καὶ χίμαρος ἐγίνοντό μοι καὶ ἀνὰ μέσον δέκα ἡμερῶν ἐν πᾶσιν οἶνος τῷ πλήθει καὶ σὺν τούτοις ἄρτους τῆς βίας οὐκ ἐζήτησα ὅτι βαρεῖα ἡ δουλεία ἐπὶ τὸν λαὸν τοῦτον
1519μνήσθητί μου ὁ θεός εἰς ἀγαθὸν πάντα ὅσα ἐποίησα τῷ λαῷ τούτῳ
161καὶ ἐγένετο καθὼς ἠκούσθη τῷ σαναβαλλατ καὶ τωβια καὶ τῷ γησαμ τῷ αραβι καὶ τοῖς καταλοίποις τῶν ἐχθρῶν ἡμῶν ὅτι ᾠκοδόμησα τὸ τεῖχος καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις
162καὶ ἀπέστειλεν σαναβαλλατ καὶ γησαμ πρός με λέγων δεῦρο καὶ συναχθῶμεν ἐπὶ τὸ αὐτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ ωνω καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν
163καὶ ἀπέστειλα ἐπ' αὐτοὺς ἀγγέλους λέγων ἔργον μέγα ἐγὼ ποιῶ καὶ οὐ δυνήσομαι καταβῆναι μήποτε καταπαύσῃ τὸ ἔργον ὡς ἂν τελειώσω αὐτό καταβήσομαι πρὸς ὑμᾶς
164καὶ ἀπέστειλαν πρός με ὡς τὸ ῥῆμα τοῦτο καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα
165καὶ ἀπέστειλεν πρός με σαναβαλλατ τὸν παῖδα αὐτοῦ καὶ ἐπιστολὴν ἀνεῳγμένην ἐν χειρὶ αὐτοῦ
166καὶ ἦν γεγραμμένον ἐν αὐτῇ ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ ιουδαῖοι λογίζεσθε ἀποστατῆσαι διὰ τοῦτο σὺ οἰκοδομεῖς τὸ τεῖχος καὶ σὺ γίνῃ αὐτοῖς εἰς βασιλέα
167καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ ἵνα καθίσῃς ἐν ιερουσαλημ εἰς βασιλέα ἐν ιουδα καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό
168καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὗτοι οὓς σὺ λέγεις ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδῃ αὐτούς
169ὅτι πάντες φοβερίζουσιν ἡμᾶς λέγοντες ἐκλυθήσονται αἱ χεῖρες αὐτῶν ἀπὸ τοῦ ἔργου τούτου καὶ οὐ ποιηθήσεται καὶ νῦν ἐκραταίωσα τὰς χεῖράς μου
1610καὶ ἐγὼ εἰσῆλθον εἰς οἶκον σεμεϊ υἱοῦ δαλαια υἱοῦ μεηταβηλ καὶ αὐτὸς συνεχόμενος καὶ εἶπεν συναχθῶμεν εἰς οἶκον τοῦ θεοῦ ἐν μέσῳ αὐτοῦ καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε
1611καὶ εἶπα τίς ἐστιν ὁ ἀνήρ ὃς εἰσελεύσεται εἰς τὸν οἶκον καὶ ζήσεται
1612καὶ ἐπέγνων καὶ ἰδοὺ ὁ θεὸς οὐκ ἀπέστειλεν αὐτόν ὅτι ἡ προφητεία λόγος κατ' ἐμοῦ καὶ τωβιας καὶ σαναβαλλατ ἐμισθώσαντο
1613ἐπ' ἐμὲ ὄχλον ὅπως φοβηθῶ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρόν ὅπως ὀνειδίσωσίν με
1614μνήσθητι ὁ θεός τῷ τωβια καὶ τῷ σαναβαλλατ ὡς τὰ ποιήματα αὐτοῦ ταῦτα καὶ τῷ νωαδια τῷ προφήτῃ καὶ τοῖς καταλοίποις τῶν προφητῶν οἳ ἦσαν φοβερίζοντές με
1615καὶ ἐτελέσθη τὸ τεῖχος πέμπτῃ καὶ εἰκάδι τοῦ ελουλ εἰς πεντήκοντα καὶ δύο ἡμέρας
1616καὶ ἐγένετο ἡνίκα ἤκουσαν πάντες οἱ ἐχθροὶ ἡμῶν καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν καὶ ἐπέπεσεν φόβος σφόδρα ἐν ὀφθαλμοῖς αὐτῶν καὶ ἔγνωσαν ὅτι παρὰ τοῦ θεοῦ ἡμῶν ἐγενήθη τελειωθῆναι τὸ ἔργον τοῦτο
1617καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων ιουδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς τωβιαν καὶ αἱ τωβια ἤρχοντο πρὸς αὐτούς
1618ὅτι πολλοὶ ἐν ιουδα ἔνορκοι ἦσαν αὐτῷ ὅτι γαμβρὸς ἦν τοῦ σεχενια υἱοῦ ηραε καὶ ιωαναν υἱὸς αὐτοῦ ἔλαβεν τὴν θυγατέρα μεσουλαμ υἱοῦ βαραχια εἰς γυναῖκα
1619καὶ τοὺς λόγους αὐτοῦ ἦσαν λέγοντες πρός με καὶ λόγους μου ἦσαν ἐκφέροντες αὐτῷ καὶ ἐπιστολὰς ἀπέστειλεν τωβιας φοβερίσαι με
171καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος καὶ ἔστησα τὰς θύρας καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ λευῖται
172καὶ ἐνετειλάμην τῷ ανανια ἀδελφῷ μου καὶ τῷ ανανια ἄρχοντι τῆς βιρα ἐν ιερουσαλημ ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς
173καὶ εἶπα αὐτοῖς οὐκ ἀνοιγήσονται πύλαι ιερουσαλημ ἕως ἅμα τῷ ἡλίῳ καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν καὶ στῆσον προφύλακας οἰκούντων ἐν ιερουσαλημ ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ
174καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι
175καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας καὶ εὗρον βιβλίον τῆς συνοδίας οἳ ἀνέβησαν ἐν πρώτοις καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ
176καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς ιερουσαλημ καὶ εἰς ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ
177μετὰ ζοροβαβελ καὶ ἰησοῦ καὶ νεεμια αζαρια δαεμια ναεμανι μαρδοχαιος βαλσαν μασφαραθ εσδρα βαγοι ναουμ βαανα μασφαρ ἄνδρες λαοῦ ισραηλ
178υἱοὶ φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο
179υἱοὶ σαφατια τριακόσιοι ἑβδομήκοντα δύο
1710υἱοὶ ηρα ἑξακόσιοι πεντήκοντα δύο
1711υἱοὶ φααθμωαβ τοῖς υἱοῖς ἰησοῦ καὶ ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ
1712υἱοὶ αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
1713υἱοὶ ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντε
1714υἱοὶ ζακχου ἑπτακόσιοι ἑξήκοντα
1715υἱοὶ βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ
1716υἱοὶ βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ
1717υἱοὶ ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο
1718υἱοὶ αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά
1719υἱοὶ βαγοι δισχίλιοι ἑξήκοντα ἑπτά
1720υἱοὶ ηδιν ἑξακόσιοι πεντήκοντα πέντε
1721υἱοὶ ατηρ τῷ εζεκια ἐνενήκοντα ὀκτώ
1722υἱοὶ ησαμ τριακόσιοι εἴκοσι ὀκτώ
1723υἱοὶ βεσι τριακόσιοι εἴκοσι τέσσαρες
1724υἱοὶ αριφ ἑκατὸν δώδεκα
1725υἱοὶ γαβαων ἐνενήκοντα πέντε
1726υἱοὶ βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς υἱοὶ νετωφα πεντήκοντα ἕξ
1727υἱοὶ αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ
1728ἄνδρες βηθασμωθ τεσσαράκοντα δύο
1729ἄνδρες καριαθιαριμ καφιρα καὶ βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
1730ἄνδρες αραμα καὶ γαβαα ἑξακόσιοι εἴκοσι εἷς
1731ἄνδρες μαχεμας ἑκατὸν εἴκοσι δύο
1732ἄνδρες βηθηλ καὶ αια ἑκατὸν εἴκοσι τρεῖς
1733ἄνδρες ναβι-ααρ πεντήκοντα δύο
1734ἄνδρες ηλαμ-ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
1735υἱοὶ ηραμ τριακόσιοι εἴκοσι
1736υἱοὶ ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε
1737υἱοὶ λοδ αδιδ καὶ ωνω ἑπτακόσιοι εἴκοσι εἷς
1738υἱοὶ σαναα τρισχίλιοι ἐννακόσιοι τριάκοντα
1739οἱ ἱερεῖς υἱοὶ ιωδαε εἰς οἶκον ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς
1740υἱοὶ εμμηρ χίλιοι πεντήκοντα δύο
1741υἱοὶ φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά
1742υἱοὶ ηραμ χίλιοι δέκα ἑπτά
1743οἱ λευῖται υἱοὶ ἰησοῦ τῷ καδμιηλ τοῖς υἱοῖς τοῦ ουδουια ἑβδομήκοντα τέσσαρες
1744οἱ ᾄδοντες υἱοὶ ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ
1745οἱ πυλωροί υἱοὶ σαλουμ υἱοὶ ατηρ υἱοὶ τελμων υἱοὶ ακουβ υἱοὶ ατιτα υἱοὶ σαβι ἑκατὸν τριάκοντα ὀκτώ
1746οἱ ναθινιμ υἱοὶ σηα υἱοὶ ασιφα υἱοὶ ταβαωθ
1747υἱοὶ κιρας υἱοὶ σουια υἱοὶ φαδων
1748υἱοὶ λαβανα υἱοὶ αγαβα υἱοὶ σαλαμι
1749υἱοὶ αναν υἱοὶ γαδηλ υἱοὶ γααρ
1750υἱοὶ ρααια υἱοὶ ρασων υἱοὶ νεκωδα
1751υἱοὶ γηζαμ υἱοὶ οζι υἱοὶ φεση
1752υἱοὶ βησι υἱοὶ μεϊνωμ υἱοὶ νεφωσασιμ
1753υἱοὶ βακβουκ υἱοὶ αχιφα υἱοὶ αρουρ
1754υἱοὶ βασαλωθ υἱοὶ μεϊδα υἱοὶ αδασαν
1755υἱοὶ βαρκους υἱοὶ σισαρα υἱοὶ θημα
1756υἱοὶ νισια υἱοὶ ατιφα
1757υἱοὶ δούλων σαλωμων υἱοὶ σουτι υἱοὶ σαφαραθ υἱοὶ φεριδα
1758υἱοὶ ιεαλη υἱοὶ δορκων υἱοὶ γαδηλ
1759υἱοὶ σαφατια υἱοὶ ετηλ υἱοὶ φαχαραθ υἱοὶ σαβαϊμ υἱοὶ ημιμ
1760πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων σαλωμων τριακόσιοι ἐνενήκοντα δύο
1761καὶ οὗτοι ἀνέβησαν ἀπὸ θελμελεθ αρησα χαρουβ ηρων ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ ισραηλ εἰσίν
1762υἱοὶ δαλαια υἱοὶ τωβια υἱοὶ νεκωδα ἑξακόσιοι τεσσαράκοντα δύο
1763καὶ ἀπὸ τῶν ἱερέων υἱοὶ εβια υἱοὶ ακως υἱοὶ βερζελλι ὅτι ἔλαβεν ἀπὸ θυγατέρων βερζελλι τοῦ γαλααδίτου γυναῖκας καὶ ἐκλήθη ἐπ' ὀνόματι αὐτῶν
1764οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας καὶ οὐχ εὑρέθη καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας
1765καὶ εἶπεν αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων
1766καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
1767πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαράκοντα πέντε
1768ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε
1769κάμηλοι τετρακόσιοι τριάκοντα πέντε ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι
1770καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ νεεμια εἰς θησαυρὸν χρυσοῦς χιλίους φιάλας πεντήκοντα καὶ χοθωνωθ τῶν ἱερέων τριάκοντα
1771καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας
1772καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χοθωνωθ τῶν ἱερέων ἑξήκοντα ἑπτά
1773καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινιμ καὶ πᾶς ισραηλ ἐν πόλεσιν αὐτῶν καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ ισραηλ ἐν πόλεσιν αὐτῶν
181καὶ συνήχθησαν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς τὸ πλάτος τὸ ἔμπροσθεν πύλης τοῦ ὕδατος καὶ εἶπαν τῷ εσδρα τῷ γραμματεῖ ἐνέγκαι τὸ βιβλίον νόμου μωυσῆ ὃν ἐνετείλατο κύριος τῷ ισραηλ
182καὶ ἤνεγκεν εσδρας ὁ ἱερεὺς τὸν νόμον ἐνώπιον τῆς ἐκκλησίας ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ πᾶς ὁ συνίων ἀκούειν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου
183καὶ ἀνέγνω ἐν αὐτῷ ἀπὸ τῆς ὥρας τοῦ διαφωτίσαι τὸν ἥλιον ἕως ἡμίσους τῆς ἡμέρας ἀπέναντι τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν καὶ αὐτοὶ συνιέντες καὶ ὦτα παντὸς τοῦ λαοῦ εἰς τὸ βιβλίον τοῦ νόμου
184καὶ ἔστη εσδρας ὁ γραμματεὺς ἐπὶ βήματος ξυλίνου καὶ ἔστησαν ἐχόμενα αὐτοῦ ματταθιας καὶ σαμαιας καὶ ανανιας καὶ ουρια καὶ ελκια καὶ μαασαια ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν φαδαιας καὶ μισαηλ καὶ μελχιας καὶ ωσαμ καὶ ασαβδανα καὶ ζαχαριας καὶ μοσολλαμ
185καὶ ἤνοιξεν εσδρας τὸ βιβλίον ἐνώπιον παντὸς τοῦ λαοῦ ὅτι αὐτὸς ἦν ἐπάνω τοῦ λαοῦ καὶ ἐγένετο ἡνίκα ἤνοιξεν αὐτό ἔστη πᾶς ὁ λαός
186καὶ ηὐλόγησεν εσδρας κύριον τὸν θεὸν τὸν μέγαν καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπαν αμην ἐπάραντες χεῖρας αὐτῶν καὶ ἔκυψαν καὶ προσεκύνησαν τῷ κυρίῳ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν
187καὶ ἰησοῦς καὶ βαναιας καὶ σαραβια ἦσαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον καὶ ὁ λαὸς ἐν τῇ στάσει αὐτοῦ
188καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου τοῦ θεοῦ καὶ ἐδίδασκεν εσδρας καὶ διέστελλεν ἐν ἐπιστήμῃ κυρίου καὶ συνῆκεν ὁ λαὸς ἐν τῇ ἀναγνώσει
189καὶ εἶπεν νεεμιας καὶ εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς καὶ οἱ λευῖται οἱ συνετίζοντες τὸν λαὸν καὶ εἶπαν παντὶ τῷ λαῷ ἡ ἡμέρα ἁγία ἐστὶν τῷ κυρίῳ θεῷ ἡμῶν μὴ πενθεῖτε μηδὲ κλαίετε ὅτι ἔκλαιεν πᾶς ὁ λαός ὡς ἤκουσαν τοὺς λόγους τοῦ νόμου
1810καὶ εἶπεν αὐτοῖς πορεύεσθε φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε μερίδας τοῖς μὴ ἔχουσιν ὅτι ἁγία ἐστὶν ἡ ἡμέρα τῷ κυρίῳ ἡμῶν καὶ μὴ διαπέσητε ὅτι ἐστὶν ἰσχὺς ὑμῶν
1811καὶ οἱ λευῖται κατεσιώπων πάντα τὸν λαὸν λέγοντες σιωπᾶτε ὅτι ἡ ἡμέρα ἁγία καὶ μὴ καταπίπτετε
1812καὶ ἀπῆλθεν πᾶς ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀποστέλλειν μερίδας καὶ ποιῆσαι εὐφροσύνην μεγάλην ὅτι συνῆκαν ἐν τοῖς λόγοις οἷς ἐγνώρισεν αὐτοῖς
1813καὶ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ συνήχθησαν οἱ ἄρχοντες τῶν πατριῶν τῷ παντὶ λαῷ οἱ ἱερεῖς καὶ οἱ λευῖται πρὸς εσδραν τὸν γραμματέα ἐπιστῆσαι πρὸς πάντας τοὺς λόγους τοῦ νόμου
1814καὶ εὕροσαν γεγραμμένον ἐν τῷ νόμῳ ᾧ ἐνετείλατο κύριος τῷ μωυσῇ ὅπως κατοικήσωσιν οἱ υἱοὶ ισραηλ ἐν σκηναῖς ἐν ἑορτῇ ἐν μηνὶ τῷ ἑβδόμῳ
1815καὶ ὅπως σημάνωσιν σάλπιγξιν ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν καὶ ἐν ιερουσαλημ καὶ εἶπεν εσδρας ἐξέλθετε εἰς τὸ ὄρος καὶ ἐνέγκετε φύλλα ἐλαίας καὶ φύλλα ξύλων κυπαρισσίνων καὶ φύλλα μυρσίνης καὶ φύλλα φοινίκων καὶ φύλλα ξύλου δασέος ποιῆσαι σκηνὰς κατὰ τὸ γεγραμμένον
1816καὶ ἐξῆλθεν ὁ λαὸς καὶ ἤνεγκαν καὶ ἐποίησαν ἑαυτοῖς σκηνὰς ἀνὴρ ἐπὶ τοῦ δώματος αὐτοῦ καὶ ἐν ταῖς αὐλαῖς αὐτῶν καὶ ἐν ταῖς αὐλαῖς οἴκου τοῦ θεοῦ καὶ ἐν πλατείαις τῆς πόλεως καὶ ἕως πύλης εφραιμ
1817καὶ ἐποίησαν πᾶσα ἡ ἐκκλησία οἱ ἐπιστρέψαντες ἀπὸ τῆς αἰχμαλωσίας σκηνὰς καὶ ἐκάθισαν ἐν σκηναῖς ὅτι οὐκ ἐποίησαν ἀπὸ ἡμερῶν ἰησοῦ υἱοῦ ναυη οὕτως οἱ υἱοὶ ισραηλ ἕως τῆς ἡμέρας ἐκείνης καὶ ἐγένετο εὐφροσύνη μεγάλη
1818καὶ ἀνέγνω ἐν βιβλίῳ νόμου τοῦ θεοῦ ἡμέραν ἐν ἡμέρᾳ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἐσχάτης καὶ ἐποίησαν ἑορτὴν ἑπτὰ ἡμέρας καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον κατὰ τὸ κρίμα
191καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τούτου συνήχθησαν οἱ υἱοὶ ισραηλ ἐν νηστείᾳ καὶ ἐν σάκκοις
192καὶ ἐχωρίσθησαν οἱ υἱοὶ ισραηλ ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου καὶ ἔστησαν καὶ ἐξηγόρευσαν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἀνομίας τῶν πατέρων αὐτῶν
193καὶ ἔστησαν ἐπὶ στάσει αὐτῶν καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου κυρίου θεοῦ αὐτῶν καὶ ἦσαν ἐξαγορεύοντες τῷ κυρίῳ καὶ προσκυνοῦντες τῷ κυρίῳ θεῷ αὐτῶν
194καὶ ἔστη ἐπὶ ἀναβάσει τῶν λευιτῶν ἰησοῦς καὶ υἱοὶ καδμιηλ σαχανια υἱὸς σαραβια υἱοὶ χανανι καὶ ἐβόησαν φωνῇ μεγάλῃ πρὸς κύριον τὸν θεὸν αὐτῶν
195καὶ εἴποσαν οἱ λευῖται ἰησοῦς καὶ καδμιηλ ἀνάστητε εὐλογεῖτε τὸν κύριον θεὸν ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος καὶ εὐλογήσουσιν ὄνομα δόξης σου καὶ ὑψώσουσιν ἐπὶ πάσῃ εὐλογίᾳ καὶ αἰνέσει
196καὶ εἶπεν εσδρας σὺ εἶ αὐτὸς κύριος μόνος σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ καὶ πᾶσαν τὴν στάσιν αὐτῶν τὴν γῆν καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐταῖς καὶ σὺ ζωοποιεῖς τὰ πάντα καὶ σοὶ προσκυνοῦσιν αἱ στρατιαὶ τῶν οὐρανῶν
197σὺ εἶ κύριος ὁ θεός σὺ ἐξελέξω ἐν αβραμ καὶ ἐξήγαγες αὐτὸν ἐκ τῆς χώρας τῶν χαλδαίων καὶ ἐπέθηκας αὐτῷ ὄνομα αβρααμ
198καὶ εὗρες τὴν καρδίαν αὐτοῦ πιστὴν ἐνώπιόν σου καὶ διέθου πρὸς αὐτὸν διαθήκην δοῦναι αὐτῷ τὴν γῆν τῶν χαναναίων καὶ χετταίων καὶ αμορραίων καὶ φερεζαίων καὶ ιεβουσαίων καὶ γεργεσαίων καὶ τῷ σπέρματι αὐτοῦ καὶ ἔστησας τοὺς λόγους σου ὅτι δίκαιος σύ
199καὶ εἶδες τὴν ταπείνωσιν τῶν πατέρων ἡμῶν ἐν αἰγύπτῳ καὶ τὴν κραυγὴν αὐτῶν ἤκουσας ἐπὶ θάλασσαν ἐρυθράν
1910καὶ ἔδωκας σημεῖα ἐν αἰγύπτῳ ἐν φαραω καὶ ἐν πᾶσιν τοῖς παισὶν αὐτοῦ καὶ ἐν παντὶ τῷ λαῷ τῆς γῆς αὐτοῦ ὅτι ἔγνως ὅτι ὑπερηφάνησαν ἐπ' αὐτούς καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη
1911καὶ τὴν θάλασσαν ἔρρηξας ἐνώπιον αὐτῶν καὶ παρήλθοσαν ἐν μέσῳ τῆς θαλάσσης ἐν ξηρασίᾳ καὶ τοὺς καταδιώξαντας αὐτοὺς ἔρριψας εἰς βυθὸν ὡσεὶ λίθον ἐν ὕδατι σφοδρῷ
1912καὶ ἐν στύλῳ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα τοῦ φωτίσαι αὐτοῖς τὴν ὁδόν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ
1913καὶ ἐπὶ ὄρος σινα κατέβης καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανοῦ καὶ ἔδωκας αὐτοῖς κρίματα εὐθέα καὶ νόμους ἀληθείας προστάγματα καὶ ἐντολὰς ἀγαθάς
1914καὶ τὸ σάββατόν σου τὸ ἅγιον ἐγνώρισας αὐτοῖς ἐντολὰς καὶ προστάγματα καὶ νόμον ἐνετείλω αὐτοῖς ἐν χειρὶ μωυσῆ δούλου σου
1915καὶ ἄρτον ἐξ οὐρανοῦ ἔδωκας αὐτοῖς εἰς σιτοδείαν αὐτῶν καὶ ὕδωρ ἐκ πέτρας ἐξήνεγκας αὐτοῖς εἰς δίψαν αὐτῶν καὶ εἶπας αὐτοῖς εἰσελθεῖν κληρονομῆσαι τὴν γῆν ἐφ' ἣν ἐξέτεινας τὴν χεῖρά σου δοῦναι αὐτοῖς
1916καὶ αὐτοὶ καὶ οἱ πατέρες ἡμῶν ὑπερηφανεύσαντο καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν καὶ οὐκ ἤκουσαν τῶν ἐντολῶν σου
1917καὶ ἀνένευσαν τοῦ εἰσακοῦσαι καὶ οὐκ ἐμνήσθησαν τῶν θαυμασίων σου ὧν ἐποίησας μετ' αὐτῶν καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν καὶ ἔδωκαν ἀρχὴν ἐπιστρέψαι εἰς δουλείαν αὐτῶν ἐν αἰγύπτῳ καὶ σὺ θεὸς ἐλεήμων καὶ οἰκτίρμων μακρόθυμος καὶ πολυέλεος καὶ οὐκ ἐγκατέλιπες αὐτούς
1918ἔτι δὲ καὶ ἐποίησαν ἑαυτοῖς μόσχον χωνευτὸν καὶ εἶπαν οὗτοι οἱ θεοὶ οἱ ἐξαγαγόντες ἡμᾶς ἐξ αἰγύπτου καὶ ἐποίησαν παροργισμοὺς μεγάλους
1919καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐγκατέλιπες αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸν στῦλον τῆς νεφέλης οὐκ ἐξέκλινας ἀπ' αὐτῶν ἡμέρας ὁδηγῆσαι αὐτοὺς ἐν τῇ ὁδῷ καὶ τὸν στῦλον τοῦ πυρὸς τὴν νύκτα φωτίζειν αὐτοῖς τὴν ὁδόν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ
1920καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτοὺς καὶ τὸ μαννα σοῦ οὐκ ἀφυστέρησας ἀπὸ στόματος αὐτῶν καὶ ὕδωρ ἔδωκας αὐτοῖς τῷ δίψει αὐτῶν
1921καὶ τεσσαράκοντα ἔτη διέθρεψας αὐτοὺς ἐν τῇ ἐρήμῳ οὐχ ὑστέρησαν ἱμάτια αὐτῶν οὐκ ἐπαλαιώθησαν καὶ πόδες αὐτῶν οὐ διερράγησαν
1922καὶ ἔδωκας αὐτοῖς βασιλείας καὶ λαοὺς καὶ διεμέρισας αὐτοῖς καὶ ἐκληρονόμησαν τὴν γῆν σηων βασιλέως εσεβων καὶ τὴν γῆν ωγ βασιλέως τοῦ βασαν
1923καὶ τοὺς υἱοὺς αὐτῶν ἐπλήθυνας ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ εἰσήγαγες αὐτοὺς εἰς τὴν γῆν ἣν εἶπας τοῖς πατράσιν αὐτῶν καὶ ἐκληρονόμησαν αὐτήν
1924καὶ ἐξέτριψας ἐνώπιον αὐτῶν τοὺς κατοικοῦντας τὴν γῆν τῶν χαναναίων καὶ ἔδωκας αὐτοὺς εἰς τὰς χεῖρας αὐτῶν καὶ τοὺς βασιλεῖς αὐτῶν καὶ τοὺς λαοὺς τῆς γῆς ποιῆσαι αὐτοῖς ὡς ἀρεστὸν ἐνώπιον αὐτῶν
1925καὶ κατελάβοσαν πόλεις ὑψηλὰς καὶ ἐκληρονόμησαν οἰκίας πλήρεις πάντων ἀγαθῶν λάκκους λελατομημένους ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ πᾶν ξύλον βρώσιμον εἰς πλῆθος καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν καὶ ἐλιπάνθησαν καὶ ἐτρύφησαν ἐν ἀγαθωσύνῃ σου τῇ μεγάλῃ
1926καὶ ἤλλαξαν καὶ ἀπέστησαν ἀπὸ σοῦ καὶ ἔρριψαν τὸν νόμον σου ὀπίσω σώματος αὐτῶν καὶ τοὺς προφήτας σου ἀπέκτειναν οἳ διεμαρτύραντο ἐν αὐτοῖς ἐπιστρέψαι αὐτοὺς πρὸς σέ καὶ ἐποίησαν παροργισμοὺς μεγάλους
1927καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ θλιβόντων αὐτούς καὶ ἔθλιψαν αὐτούς καὶ ἀνεβόησαν πρὸς σὲ ἐν καιρῷ θλίψεως αὐτῶν καὶ σὺ ἐξ οὐρανοῦ σου ἤκουσας καὶ ἐν οἰκτιρμοῖς σου τοῖς μεγάλοις ἔδωκας αὐτοῖς σωτῆρας καὶ ἔσωσας αὐτοὺς ἐκ χειρὸς θλιβόντων αὐτούς
1928καὶ ὡς ἀνεπαύσαντο ἐπέστρεψαν ποιῆσαι τὸ πονηρὸν ἐνώπιόν σου καὶ ἐγκατέλιπες αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν καὶ κατῆρξαν ἐν αὐτοῖς καὶ πάλιν ἀνεβόησαν πρὸς σέ καὶ σὺ ἐξ οὐρανοῦ εἰσήκουσας καὶ ἐρρύσω αὐτοὺς ἐν οἰκτιρμοῖς σου πολλοῖς
1929καὶ ἐπεμαρτύρω αὐτοῖς ἐπιστρέψαι αὐτοὺς εἰς τὸν νόμον σου καὶ οὐκ ἤκουσαν ἀλλὰ ἐν ταῖς ἐντολαῖς σου καὶ ἐν τοῖς κρίμασί σου ἡμάρτοσαν ἃ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς καὶ ἔδωκαν νῶτον ἀπειθοῦντα καὶ τράχηλον αὐτῶν ἐσκλήρυναν καὶ οὐκ ἤκουσαν
1930καὶ εἵλκυσας ἐπ' αὐτοὺς ἔτη πολλὰ καὶ ἐπεμαρτύρω αὐτοῖς ἐν πνεύματί σου ἐν χειρὶ προφητῶν σου καὶ οὐκ ἠνωτίσαντο καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ λαῶν τῆς γῆς
1931καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐποίησας αὐτοὺς συντέλειαν καὶ οὐκ ἐγκατέλιπες αὐτούς ὅτι ἰσχυρὸς εἶ καὶ ἐλεήμων καὶ οἰκτίρμων
1932καὶ νῦν ὁ θεὸς ἡμῶν ὁ ἰσχυρὸς ὁ μέγας ὁ κραταιὸς καὶ ὁ φοβερὸς φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου μὴ ὀλιγωθήτω ἐνώπιόν σου πᾶς ὁ μόχθος ὃς εὗρεν ἡμᾶς καὶ τοὺς βασιλεῖς ἡμῶν καὶ τοὺς ἄρχοντας ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς προφήτας ἡμῶν καὶ τοὺς πατέρας ἡμῶν καὶ ἐν παντὶ τῷ λαῷ σου ἀπὸ ἡμερῶν βασιλέων ασσουρ καὶ ἕως τῆς ἡμέρας ταύτης
1933καὶ σὺ δίκαιος ἐπὶ πᾶσι τοῖς ἐρχομένοις ἐφ' ἡμᾶς ὅτι ἀλήθειαν ἐποίησας καὶ ἡμεῖς ἐξημάρτομεν
1934καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν καὶ οἱ ἱερεῖς ἡμῶν καὶ οἱ πατέρες ἡμῶν οὐκ ἐποίησαν τὸν νόμον σου καὶ οὐ προσέσχον τῶν ἐντολῶν σου καὶ τὰ μαρτύριά σου ἃ διεμαρτύρω αὐτοῖς
1935καὶ αὐτοὶ ἐν βασιλείᾳ σου καὶ ἐν ἀγαθωσύνῃ σου τῇ πολλῇ ᾗ ἔδωκας αὐτοῖς καὶ ἐν τῇ γῇ τῇ πλατείᾳ καὶ λιπαρᾷ ᾗ ἔδωκας ἐνώπιον αὐτῶν οὐκ ἐδούλευσάν σοι καὶ οὐκ ἀπέστρεψαν ἀπὸ ἐπιτηδευμάτων αὐτῶν τῶν πονηρῶν
1936ἰδού ἐσμεν σήμερον δοῦλοι καὶ ἡ γῆ ἣν ἔδωκας τοῖς πατράσιν ἡμῶν φαγεῖν τὸν καρπὸν αὐτῆς
1937τοῖς βασιλεῦσιν οἷς ἔδωκας ἐφ' ἡμᾶς ἐν ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὰ σώματα ἡμῶν ἐξουσιάζουσιν καὶ ἐν κτήνεσιν ἡμῶν ὡς ἀρεστὸν αὐτοῖς καὶ ἐν θλίψει μεγάλῃ ἐσμέν
201καὶ ἐν πᾶσι τούτοις ἡμεῖς διατιθέμεθα πίστιν καὶ γράφομεν καὶ ἐπισφραγίζουσιν πάντες ἄρχοντες ἡμῶν λευῖται ἡμῶν ἱερεῖς ἡμῶν
202καὶ ἐπὶ τῶν σφραγιζόντων νεεμιας υἱὸς αχαλια καὶ σεδεκιας
203υἱὸς σαραια καὶ αζαρια καὶ ιερμια
204φασουρ αμαρια μελχια
205ατους σεβανι μαλουχ
206ιραμ μεραμωθ αβδια
207δανιηλ γαναθων βαρουχ
208μεσουλαμ αβια μιαμιν
209μααζια βελγαι σαμαια οὗτοι ἱερεῖς
2010καὶ οἱ λευῖται ἰησοῦς υἱὸς αζανια βαναιου ἀπὸ υἱῶν ηναδαδ καδμιηλ
2011καὶ οἱ ἀδελφοὶ αὐτοῦ σαβανια ωδουια καλιτα φελεϊα αναν
2012μιχα ροωβ εσεβιας
2013ζαχωρ σαραβια σεβανια
2014ωδουια υἱοὶ βανουναι
2015ἄρχοντες τοῦ λαοῦ φορος φααθμωαβ ηλαμ ζαθουια υἱοὶ
2016βανι ασγαδ βηβαι
2017εδανια βαγοι ηδιν
2018ατηρ εζεκια αζουρ
2019οδουια ησαμ βησι
2020αριφ αναθωθ νωβαι
2021μαγαφης μεσουλαμ ηζιρ
2022μεσωζεβηλ σαδδουκ ιεδδουα
2023φαλτια αναν αναια
2024ωσηε ανανια ασουβ
2025αλωης φαλαϊ σωβηκ
2026ραουμ εσαβανα μαασαια
2027καὶ αϊα αιναν ηναν
2028μαλουχ ηραμ βαανα
2029καὶ οἱ κατάλοιποι τοῦ λαοῦ οἱ ἱερεῖς οἱ λευῖται οἱ πυλωροί οἱ ᾄδοντες οἱ ναθινιμ καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ γυναῖκες αὐτῶν υἱοὶ αὐτῶν θυγατέρες αὐτῶν πᾶς ὁ εἰδὼς καὶ συνίων
2030ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ θεοῦ ὃς ἐδόθη ἐν χειρὶ μωυσῆ δούλου τοῦ θεοῦ καὶ φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς κυρίου ἡμῶν καὶ κρίματα αὐτοῦ
2031καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς καὶ τὰς θυγατέρας αὐτῶν οὐ λημψόμεθα τοῖς υἱοῖς ἡμῶν
2032καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι οὐκ ἀγορῶμεν παρ' αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον καὶ ἀπαίτησιν πάσης χειρός
2033καὶ στήσομεν ἐφ' ἡμᾶς ἐντολὰς δοῦναι ἐφ' ἡμᾶς τρίτον τοῦ διδράχμου κατ' ἐνιαυτὸν εἰς δουλείαν οἴκου θεοῦ ἡμῶν
2034εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων τῶν νουμηνιῶν εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ισραηλ καὶ εἰς ἔργα οἴκου θεοῦ ἡμῶν
2035καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ ὁ λαός ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν εἰς οἶκον πατριῶν ἡμῶν εἰς καιροὺς ἀπὸ χρόνων ἐνιαυτὸν κατ' ἐνιαυτόν ἐκκαῦσαι ἐπὶ τὸ θυσιαστήριον κυρίου θεοῦ ἡμῶν ὡς γέγραπται ἐν τῷ νόμῳ
2036καὶ ἐνέγκαι τὰ πρωτογενήματα τῆς γῆς ἡμῶν καὶ πρωτογενήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατ' ἐνιαυτὸν εἰς οἶκον κυρίου
2037καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν ὡς γέγραπται ἐν τῷ νόμῳ καὶ τὰ πρωτότοκα βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν οἴκῳ θεοῦ ἡμῶν
2038καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου οἴνου καὶ ἐλαίου οἴσομεν τοῖς ἱερεῦσιν εἰς γαζοφυλάκιον οἴκου τοῦ θεοῦ καὶ δεκάτην γῆς ἡμῶν τοῖς λευίταις καὶ αὐτοὶ οἱ λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσιν δουλείας ἡμῶν
2039καὶ ἔσται ὁ ἱερεὺς υἱὸς ααρων μετὰ τοῦ λευίτου ἐν τῇ δεκάτῃ τοῦ λευίτου καὶ οἱ λευῖται ἀνοίσουσιν τὴν δεκάτην τῆς δεκάτης εἰς οἶκον θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ θεοῦ
2040ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ ισραηλ καὶ οἱ υἱοὶ τοῦ λευι τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου καὶ ἐκεῖ σκεύη τὰ ἅγια καὶ οἱ ἱερεῖς οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ θεοῦ ἡμῶν
211καὶ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν ιερουσαλημ καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν ιερουσαλημ πόλει τῇ ἁγίᾳ καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσιν
212καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν ιερουσαλημ
213καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας οἳ ἐκάθισαν ἐν ιερουσαλημ καὶ ἐν πόλεσιν ιουδα ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ ἐν πόλεσιν αὐτῶν ισραηλ οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ οἱ ναθιναῖοι καὶ οἱ υἱοὶ δούλων σαλωμων
214καὶ ἐν ιερουσαλημ ἐκάθισαν ἀπὸ υἱῶν ιουδα καὶ ἀπὸ υἱῶν βενιαμιν ἀπὸ υἱῶν ιουδα αθαια υἱὸς αζαια υἱὸς ζαχαρια υἱὸς αμαρια υἱὸς σαφατια υἱὸς μαλεληλ καὶ ἀπὸ υἱῶν φαρες
215καὶ μαασια υἱὸς βαρουχ υἱὸς χαλαζα υἱὸς οζια υἱὸς αδαια υἱὸς ιωριβ υἱὸς θηζια υἱὸς τοῦ σηλωνι
216πάντες υἱοὶ φαρες οἱ καθήμενοι ἐν ιερουσαλημ τετρακόσιοι ἑξήκοντα ὀκτὼ ἄνδρες δυνάμεως
217καὶ οὗτοι υἱοὶ βενιαμιν σηλω υἱὸς μεσουλαμ υἱὸς ιωαδ υἱὸς φαδαια υἱὸς κωλια υἱὸς μασαια υἱὸς αιθιηλ υἱὸς ιεσια
218καὶ ὀπίσω αὐτοῦ γηβι σηλι ἐννακόσιοι εἴκοσι ὀκτώ
219καὶ ιωηλ υἱὸς ζεχρι ἐπίσκοπος ἐπ' αὐτούς καὶ ιουδας υἱὸς ασανα ἐπὶ τῆς πόλεως δεύτερος
2110ἀπὸ τῶν ἱερέων καὶ ιαδια υἱὸς ιωριβ ιαχιν
2111σαραια υἱὸς ελκια υἱὸς μεσουλαμ υἱὸς σαδδουκ υἱὸς μαριωθ υἱὸς αϊτωβ ἀπέναντι οἴκου τοῦ θεοῦ
2112καὶ ἀδελφοὶ αὐτῶν ποιοῦντες τὸ ἔργον τοῦ οἴκου αμασι υἱὸς ζαχαρια υἱὸς φασσουρ υἱὸς μελχια
2113ἄρχοντες πατριῶν διακόσιοι τεσσαράκοντα δύο καὶ αμεσσαι υἱὸς εσδριηλ
2114καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως ἑκατὸν εἴκοσι ὀκτώ καὶ ἐπίσκοπος ἐπ' αὐτῶν βαδιηλ
2115καὶ ἀπὸ τῶν λευιτῶν σαμαια υἱὸς ασουβ υἱὸς εζρι
2117καὶ μαθανια υἱὸς μιχα καὶ ωβηδ υἱὸς σαμουι
2118διακόσιοι ὀγδοήκοντα τέσσαρες
2119καὶ οἱ πυλωροὶ ακουβ τελαμιν καὶ οἱ ἀδελφοὶ αὐτῶν ἑκατὸν ἑβδομήκοντα δύο
2122καὶ ἐπίσκοπος λευιτῶν υἱὸς βανι οζι υἱὸς ασαβια υἱὸς μιχα ἀπὸ υἱῶν ασαφ τῶν ἀ|δόντων ἀπέναντι ἔργου οἴκου τοῦ θεοῦ
2123ὅτι ἐντολὴ τοῦ βασιλέως ἐπ' αὐτούς
2124καὶ παθαια υἱὸς βασηζα πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν ῥῆμα τῷ λαῷ
2125καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν καὶ ἀπὸ υἱῶν ιουδα ἐκάθισαν ἐν καριαθαρβοκ
2126καὶ ἐν ιησου
2127καὶ ἐν βεηρσαβεε
2130καὶ ἐπαύλεις αὐτῶν λαχις καὶ ἀγροὶ αὐτῆς καὶ παρενεβάλοσαν ἐν βεηρσαβεε
2131καὶ οἱ υἱοὶ βενιαμιν ἀπὸ γαβα μαχαμας
2136καὶ ἀπὸ τῶν λευιτῶν μερίδες ιουδα τῷ βενιαμιν
221καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ λευῖται οἱ ἀναβαίνοντες μετὰ ζοροβαβελ υἱοῦ σαλαθιηλ καὶ ἰησοῦ σαραια ιερμια εσδρα
222αμαρια μαλουχ
223σεχενια
227οὗτοι ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις ἰησοῦ
228καὶ οἱ λευῖται ιησου βανουι καδμιηλ σαραβια ιουδα μαχανια ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ
229εἰς τὰς ἐφημερίας
2210καὶ ἰησοῦς ἐγέννησεν τὸν ιωακιμ καὶ ιωακιμ ἐγέννησεν τὸν ελιασιβ καὶ ελιασιβ τὸν ιωδαε
2211καὶ ιωδαε ἐγέννησεν τὸν ιωναθαν καὶ ιωναθαν ἐγέννησεν τὸν ιαδου
2212καὶ ἐν ἡμέραις ιωακιμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῷ σαραια μαραια τῷ ιερμια ανανια
2213τῷ εσδρα μεσουλαμ τῷ αμαρια ιωαναν
2214τῷ μαλουχ ιωναθαν τῷ σεχενια ιωσηφ
2215τῷ αρεμ αδνας τῷ μαριωθ ελκαι
2216τῷ αδδαι ζαχαριας τῷ γαναθων μοσολλαμ
2217τῷ αβια ζεχρι τῷ βενιαμιν ἐν καιροῖς τῷ φελητι
2218τῷ βαλγα σαμουε τῷ σεμεια ιωναθαν
2219τῷ ιωιαριβ μαθθαναι τῷ ιδια οζι
2220τῷ σαλλαι καλλαι τῷ αμουκ αβεδ
2221τῷ ελκια ασαβιας τῷ ιεδεϊου ναθαναηλ
2222οἱ λευῖται ἐν ἡμέραις ελιασιβ ιωαδα καὶ ιωαναν καὶ ιδουα γεγραμμένοι ἄρχοντες πατριῶν καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ δαρείου τοῦ πέρσου
2223υἱοὶ λευι ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν ιωαναν υἱοῦ ελισουβ
2224καὶ ἄρχοντες τῶν λευιτῶν ασαβια καὶ σαραβια καὶ ιησου καὶ υἱοὶ καδμιηλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν καὶ αἰνεῖν ἐν ἐντολῇ δαυιδ ἀνθρώπου τοῦ θεοῦ ἐφημερία πρὸς ἐφημερίαν
2225ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς
2226ἐν ἡμέραις ιωακιμ υἱοῦ ἰησοῦ υἱοῦ ιωσεδεκ καὶ ἐν ἡμέραις νεεμια καὶ εσδρας ὁ ἱερεὺς ὁ γραμματεύς
2227καὶ ἐν ἐγκαινίοις τείχους ιερουσαλημ ἐζήτησαν τοὺς λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς ιερουσαλημ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθα καὶ ἐν ᾠδαῖς κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι
2228καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ἀ|δόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς ιερουσαλημ καὶ ἀπὸ ἐπαύλεων
2229καὶ ἀπὸ ἀγρῶν ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν ιερουσαλημ
2230καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος
2231καὶ ἀνήνεγκα τοὺς ἄρχοντας ιουδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας
2232καὶ ἐπορεύθη ὀπίσω αὐτῶν ωσαια καὶ ἥμισυ ἀρχόντων ιουδα
2233καὶ αζαριας εσδρας καὶ μεσουλαμ
2234ιουδα καὶ βενιαμιν καὶ σαμαια καὶ ιερμια
2235καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν ζαχαριας υἱὸς ιωναθαν υἱὸς σαμαια υἱὸς μαθανια υἱὸς μιχαια υἱὸς ζακχουρ υἱὸς ασαφ
2236καὶ ἀδελφοὶ αὐτοῦ σαμαια καὶ οζιηλ αἰνεῖν ἐν ᾠδαῖς δαυιδ ἀνθρώπου τοῦ θεοῦ καὶ εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν
2237ἐπὶ πύλης τοῦ αιν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως δαυιδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου δαυιδ καὶ ἕως πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς
2238καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς καὶ ἐγὼ ὀπίσω αὐτῆς καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουριμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος
2239καὶ ὑπεράνω τῆς πύλης εφραιμ καὶ ἐπὶ πύλην τῆς ισανα καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ ανανεηλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς
2240καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ θεοῦ καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ' ἐμοῦ
2241καὶ οἱ ἱερεῖς ελιακιμ μαασιας βενιαμιν μιχαιας ελιωηναι ζαχαριας ανανιας ἐν σάλπιγξιν
2242καὶ μαασιας καὶ σεμειας καὶ ελεαζαρ καὶ οζι καὶ ιωαναν καὶ μελχιας καὶ αιλαμ καὶ εζουρ καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν
2243καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν ιερουσαλημ ἀπὸ μακρόθεν
2244καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων τοῖς θησαυροῖς ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς λευίταις ὅτι εὐφροσύνη ἦν ἐν ιουδα ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς λευίτας τοὺς ἑστῶτας
2245καὶ ἐφύλαξαν φυλακὰς θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωροὺς ὡς ἐντολαὶ δαυιδ καὶ σαλωμων υἱοῦ αὐτοῦ
2246ὅτι ἐν ἡμέραις δαυιδ ασαφ ἀπ' ἀρχῆς πρῶτος τῶν ἀ|δόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ θεῷ
2247καὶ πᾶς ισραηλ ἐν ἡμέραις ζοροβαβελ διδόντες μερίδας τῶν ἀ|δόντων καὶ τῶν πυλωρῶν λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ καὶ ἁγιάζοντες τοῖς λευίταις καὶ οἱ λευῖται ἁγιάζοντες τοῖς υἱοῖς ααρων
231ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ μωυσῆ ἐν ὠσὶν τοῦ λαοῦ καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ ὅπως μὴ εἰσέλθωσιν αμμανῖται καὶ μωαβῖται ἐν ἐκκλησίᾳ θεοῦ ἕως αἰῶνος
232ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς ισραηλ ἐν ἄρτῳ καὶ ἐν ὕδατι καὶ ἐμισθώσαντο ἐπ' αὐτὸν τὸν βαλααμ καταράσασθαι καὶ ἔστρεψεν ὁ θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν
233καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον καὶ ἐχωρίσθησαν πᾶς ἐπίμικτος ἐν ισραηλ
234καὶ πρὸ τούτου ελιασιβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου θεοῦ ἡμῶν ἐγγίων τωβια
235καὶ ἐποίησεν αὐτῷ γαζοφυλάκιον μέγα καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μανααν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου ἐντολὴν τῶν λευιτῶν καὶ τῶν ἀ|δόντων καὶ τῶν πυλωρῶν καὶ ἀπαρχὰς τῶν ἱερέων
236καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν ιερουσαλημ ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ αρθασασθα βασιλέως βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα καὶ μετὰ τέλος ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως
237καὶ ἦλθον εἰς ιερουσαλημ καὶ συνῆκα ἐν τῇ πονηρίᾳ ᾗ ἐποίησεν ελισουβ τῷ τωβια ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ θεοῦ
238καὶ πονηρόν μοι ἐφάνη σφόδρα καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκου τωβια ἔξω ἀπὸ τοῦ γαζοφυλακίου
239καὶ εἶπα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ θεοῦ τὴν μαναα καὶ τὸν λίβανον
2310καὶ ἔγνων ὅτι μερίδες τῶν λευιτῶν οὐκ ἐδόθησαν καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ οἱ λευῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον
2311καὶ ἐμαχεσάμην τοῖς στρατηγοῖς καὶ εἶπα διὰ τί ἐγκατελείφθη ὁ οἶκος τοῦ θεοῦ καὶ συνήγαγον αὐτοὺς καὶ ἔστησα αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν
2312καὶ πᾶς ιουδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς
2313ἐπὶ χεῖρα σελεμια τοῦ ἱερέως καὶ σαδδουκ τοῦ γραμματέως καὶ φαδαια ἀπὸ τῶν λευιτῶν καὶ ἐπὶ χεῖρα αὐτῶν αναν υἱὸς ζακχουρ υἱὸς μαθανια ὅτι πιστοὶ ἐλογίσθησαν ἐπ' αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν
2314μνήσθητί μου ὁ θεός ἐν ταύτῃ καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου ὃ ἐποίησα ἐν οἴκῳ κυρίου τοῦ θεοῦ
2315ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν ιουδα πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ καὶ φέροντας δράγματα καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα καὶ φέροντας εἰς ιερουσαλημ ἐν ἡμέρᾳ τοῦ σαββάτου καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν
2316καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς ιουδα καὶ ἐν ιερουσαλημ
2317καὶ ἐμαχεσάμην τοῖς υἱοῖς ιουδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς τίς ὁ λόγος οὗτος ὁ πονηρός ὃν ὑμεῖς ποιεῖτε καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου
2318οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν καὶ ἤνεγκεν ἐπ' αὐτοὺς ὁ θεὸς ἡμῶν καὶ ἐφ' ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ ισραηλ βεβηλῶσαι τὸ σάββατον
2319καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι ιερουσαλημ πρὸ τοῦ σαββάτου καὶ εἶπα καὶ ἔκλεισαν τὰς πύλας καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου
2320καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω ιερουσαλημ ἅπαξ καὶ δίς
2321καὶ διεμαρτυράμην ἐν αὐτοῖς καὶ εἶπα πρὸς αὐτούς διὰ τί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους ἐὰν δευτερώσητε ἐκτενῶ τὴν χεῖρά μου ἐν ὑμῖν ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ
2322καὶ εἶπα τοῖς λευίταις οἳ ἦσαν καθαριζόμενοι καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου πρὸς ταῦτα μνήσθητί μου ὁ θεός καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου
2323καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς ιουδαίους οἳ ἐκάθισαν γυναῖκας ἀζωτίας αμμανίτιδας μωαβίτιδας
2324καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες ἀζωτιστὶ καὶ οὔκ εἰσιν ἐπιγινώσκοντες λαλεῖν ιουδαϊστί
2325καὶ ἐμαχεσάμην μετ' αὐτῶν καὶ κατηρασάμην αὐτοὺς καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας καὶ ἐμαδάρωσα αὐτοὺς καὶ ὥρκισα αὐτοὺς ἐν τῷ θεῷ ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν
2326οὐχ οὕτως ἥμαρτεν σαλωμων βασιλεὺς ισραηλ καὶ ἐν ἔθνεσιν πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ καὶ ἀγαπώμενος τῷ θεῷ ἦν καὶ ἔδωκεν αὐτὸν ὁ θεὸς εἰς βασιλέα ἐπὶ πάντα ισραηλ καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι
2327καὶ ὑμῶν μὴ ἀκουσόμεθα ποιῆσαι τὴν πᾶσαν πονηρίαν ταύτην ἀσυνθετῆσαι ἐν τῷ θεῷ ἡμῶν καθίσαι γυναῖκας ἀλλοτρίας
2328καὶ ἀπὸ υἱῶν ιωαδα τοῦ ελισουβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ σαναβαλλατ τοῦ ωρωνίτου καὶ ἐξέβρασα αὐτὸν ἀπ' ἐμοῦ
2329μνήσθητι αὐτοῖς ὁ θεός ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας καὶ διαθήκης τῆς ἱερατείας καὶ τοὺς λευίτας
2330καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσιν καὶ τοῖς λευίταις ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ
2331καὶ τὸ δῶρον τῶν ξυλοφόρων ἐν καιροῖς ἀπὸ χρόνων καὶ ἐν τοῖς βακχουρίοις μνήσθητί μου ὁ θεὸς ἡμῶν εἰς ἀγαθωσύνην