Share this page:  
 

Multilingual Scriptures

(Compare books in 2 different language versions of your choice)

Comparison Search:

Select Language version and font:
You can only select max. of two versions.
Book:
Chapter:
Verse:
---------
From: To:

Free Search:

Select Language version and font:
Enter search text:

Multilingual Scriptures Home » Greek Septuagint Old Testament » 1 Chronicles

Greek Septuagint Old Testament
Chapter # Verse # Verse Detail
11αδαμ σηθ ενως
12καιναν μαλελεηλ ιαρεδ
13ενωχ μαθουσαλα λαμεχ
14νωε υἱοὶ νωε σημ χαμ ιαφεθ
15υἱοὶ ιαφεθ γαμερ μαγωγ μαδαι ιωυαν ελισα θοβελ μοσοχ καὶ θιρας
16καὶ υἱοὶ γαμερ ασχαναζ καὶ ριφαθ καὶ θοργαμα
17καὶ υἱοὶ ιωυαν ελισα καὶ θαρσις κίτιοι καὶ ῥόδιοι
18καὶ υἱοὶ χαμ χους καὶ μεστραιμ φουδ καὶ χανααν
19καὶ υἱοὶ χους σαβα καὶ ευιλατ καὶ σαβαθα καὶ ρεγμα καὶ σεβεκαθα καὶ υἱοὶ ρεγμα σαβα καὶ ουδαδαν
110καὶ χους ἐγέννησεν τὸν νεβρωδ οὗτος ἤρξατο τοῦ εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς
117υἱοὶ σημ αιλαμ καὶ ασσουρ καὶ αρφαξαδ
124σαλα
125εβερ φαλεκ ραγαυ
126σερουχ ναχωρ θαρα
127αβρααμ
128υἱοὶ δὲ αβρααμ ισαακ καὶ ισμαηλ
129αὗται δὲ αἱ γενέσεις πρωτοτόκου ισμαηλ ναβαιωθ καὶ κηδαρ ναβδεηλ μαβσαν
130μασμα ιδουμα μασση χοδδαδ θαιμαν
131ιεττουρ ναφες καὶ κεδμα οὗτοί εἰσιν υἱοὶ ισμαηλ
132καὶ υἱοὶ χεττουρας παλλακῆς αβρααμ καὶ ἔτεκεν αὐτῷ τὸν ζεμβραν ιεξαν μαδαν μαδιαμ σοβακ σωε καὶ υἱοὶ ιεξαν σαβα καὶ δαιδαν
133καὶ υἱοὶ μαδιαμ γαιφα καὶ οφερ καὶ ενωχ καὶ αβιδα καὶ ελδαα πάντες οὗτοι υἱοὶ χεττουρας
134καὶ ἐγέννησεν αβρααμ τὸν ισαακ καὶ υἱοὶ ισαακ ησαυ καὶ ιακωβ
135υἱοὶ ησαυ ελιφας καὶ ραγουηλ καὶ ιεουλ καὶ ιεγλομ καὶ κορε
136υἱοὶ ελιφας θαιμαν καὶ ωμαρ σωφαρ καὶ γοωθαμ καὶ κενεζ καὶ τῆς θαμνα αμαληκ
137καὶ υἱοὶ ραγουηλ ναχεθ ζαρε σομε καὶ μοζε
138υἱοὶ σηιρ λωταν σωβαλ σεβεγων ανα δησων ωσαρ δαισων
139καὶ υἱοὶ λωταν χορρι καὶ αιμαν καὶ αιλαθ καὶ ναμνα
140υἱοὶ σωβαλ γωλαμ μαναχαθ γαιβηλ σωβ καὶ ωναμ υἱοὶ δὲ σεβεγων αια καὶ ανα
141υἱοὶ ανα δαισων υἱοὶ δὲ δησων εμερων καὶ εσεβαν καὶ ιεθραν καὶ χαρραν
142καὶ υἱοὶ ωσαρ βαλααν καὶ ζουκαν καὶ ιωκαν υἱοὶ δαισων ως καὶ αρραν
143καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν βαλακ υἱὸς βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ δενναβα
144καὶ ἀπέθανεν βαλακ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ ιωβαβ υἱὸς ζαρα ἐκ βοσορρας
145καὶ ἀπέθανεν ιωβαβ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ ασομ ἐκ τῆς γῆς θαιμανων
146καὶ ἀπέθανεν ασομ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ αδαδ υἱὸς βαραδ ὁ πατάξας μαδιαμ ἐν τῷ πεδίῳ μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ γεθθαιμ
147καὶ ἀπέθανεν αδαδ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ σαμαα ἐκ μασεκκας
148καὶ ἀπέθανεν σαμαα καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ σαουλ ἐκ ροωβωθ τῆς παρὰ ποταμόν
149καὶ ἀπέθανεν σαουλ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ βαλαεννων υἱὸς αχοβωρ
150καὶ ἀπέθανεν βαλαεννων υἱὸς αχοβωρ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ αδαδ υἱὸς βαραδ καὶ ὄνομα τῇ πόλει αὐτοῦ φογωρ
151καὶ ἀπέθανεν αδαδ καὶ ἦσαν ἡγεμόνες εδωμ ἡγεμὼν θαμανα ἡγεμὼν γωλα ἡγεμὼν ιεθετ
152ἡγεμὼν ελιβαμας ἡγεμὼν ηλας ἡγεμὼν φινων
153ἡγεμὼν κενεζ ἡγεμὼν θαιμαν ἡγεμὼν μαβσαρ
154ἡγεμὼν μεγεδιηλ ἡγεμὼν ηραμ οὗτοι ἡγεμόνες εδωμ
21ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ισραηλ ρουβην συμεων λευι ιουδα ισσαχαρ ζαβουλων
22δαν ιωσηφ βενιαμιν νεφθαλι γαδ ασηρ
23υἱοὶ ιουδα ηρ αυναν σηλων τρεῖς ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς σαυας τῆς χαναανίτιδος καὶ ἦν ηρ ὁ πρωτότοκος ιουδα πονηρὸς ἐναντίον κυρίου καὶ ἀπέκτεινεν αὐτόν
24καὶ θαμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν φαρες καὶ τὸν ζαρα πάντες υἱοὶ ιουδα πέντε
25υἱοὶ φαρες αρσων καὶ ιεμουηλ
26καὶ υἱοὶ ζαρα ζαμβρι καὶ αιθαν καὶ αιμαν καὶ χαλχαλ καὶ δαρα πάντες πέντε
27καὶ υἱοὶ χαρμι αχαρ ὁ ἐμποδοστάτης ισραηλ ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα
28καὶ υἱοὶ αιθαν αζαρια
29καὶ υἱοὶ εσερων οἳ ἐτέχθησαν αὐτῷ ὁ ιραμεηλ καὶ ὁ ραμ καὶ ὁ χαλεβ καὶ αραμ
210καὶ αραμ ἐγέννησεν τὸν αμιναδαβ καὶ αμιναδαβ ἐγέννησεν τὸν ναασσων ἄρχοντα τοῦ οἴκου ιουδα
211καὶ ναασσων ἐγέννησεν τὸν σαλμων καὶ σαλμων ἐγέννησεν τὸν βοος
212καὶ βοος ἐγέννησεν τὸν ωβηδ καὶ ωβηδ ἐγέννησεν τὸν ιεσσαι
213καὶ ιεσσαι ἐγέννησεν τὸν πρωτότοκον αὐτοῦ ελιαβ αμιναδαβ ὁ δεύτερος σαμαα ὁ τρίτος
214ναθαναηλ ὁ τέταρτος ραδδαι ὁ πέμπτος
215ασομ ὁ ἕκτος δαυιδ ὁ ἕβδομος
216καὶ ἀδελφὴ αὐτῶν σαρουια καὶ αβιγαια καὶ υἱοὶ σαρουια αβεσσα καὶ ιωαβ καὶ ασαηλ τρεῖς
217καὶ αβιγαια ἐγέννησεν τὸν αμεσσα καὶ πατὴρ αμεσσα ιοθορ ὁ ισμαηλίτης
218καὶ χαλεβ υἱὸς εσερων ἐγέννησεν τὴν γαζουβα γυναῖκα καὶ τὴν ιεριωθ καὶ οὗτοι υἱοὶ αὐτῆς ιωασαρ καὶ σωβαβ καὶ ορνα
219καὶ ἀπέθανεν γαζουβα καὶ ἔλαβεν ἑαυτῷ χαλεβ τὴν εφραθ καὶ ἔτεκεν αὐτῷ τὸν ωρ
220καὶ ωρ ἐγέννησεν τὸν ουρι καὶ ουρι ἐγέννησεν τὸν βεσελεηλ
221καὶ μετὰ ταῦτα εἰσῆλθεν εσερων πρὸς τὴν θυγατέρα μαχιρ πατρὸς γαλααδ καὶ οὗτος ἔλαβεν αὐτήν καὶ αὐτὸς ἑξήκοντα ἦν ἐτῶν καὶ ἔτεκεν αὐτῷ τὸν σεγουβ
222καὶ σεγουβ ἐγέννησεν τὸν ιαϊρ καὶ ἦσαν αὐτῷ εἴκοσι τρεῖς πόλεις ἐν τῇ γαλααδ
223καὶ ἔλαβεν γεδσουρ καὶ αραμ τὰς κώμας ιαϊρ ἐξ αὐτῶν τὴν καναθ καὶ τὰς κώμας αὐτῆς ἑξήκοντα πόλεις πᾶσαι αὗται υἱῶν μαχιρ πατρὸς γαλααδ
224καὶ μετὰ τὸ ἀποθανεῖν εσερων ἦλθεν χαλεβ εἰς εφραθα καὶ ἡ γυνὴ εσερων αβια καὶ ἔτεκεν αὐτῷ τὸν ασχωδ πατέρα θεκωε
225καὶ ἦσαν υἱοὶ ιερεμεηλ πρωτοτόκου εσερων ὁ πρωτότοκος ραμ καὶ βαανα καὶ αραν καὶ ασομ ἀδελφὸς αὐτοῦ
226καὶ ἦν γυνὴ ἑτέρα τῷ ιερεμεηλ καὶ ὄνομα αὐτῇ αταρα αὕτη ἐστὶν μήτηρ οζομ
227καὶ ἦσαν υἱοὶ ραμ πρωτοτόκου ιερεμεηλ μαας καὶ ιαμιν καὶ ακορ
228καὶ ἦσαν υἱοὶ οζομ σαμαι καὶ ιαδαε καὶ υἱοὶ σαμαι ναδαβ καὶ αβισουρ
229καὶ ὄνομα τῆς γυναικὸς αβισουρ αβιχαιλ καὶ ἔτεκεν αὐτῷ τὸν αχαβαρ καὶ τὸν μωλιδ
230υἱοὶ ναδαβ σαλαδ καὶ αφφαιμ καὶ ἀπέθανεν σαλαδ οὐκ ἔχων τέκνα
231καὶ υἱοὶ αφφαιμ ισεμιηλ καὶ υἱοὶ ισεμιηλ σωσαν καὶ υἱοὶ σωσαν αχλαι
232καὶ υἱοὶ ιαδαε αχισαμαι ιεθερ ιωναθαν καὶ ἀπέθανεν ιεθερ οὐκ ἔχων τέκνα
233καὶ υἱοὶ ιωναθαν φαλεθ καὶ οζαζα οὗτοι ἦσαν υἱοὶ ιερεμεηλ
234καὶ οὐκ ἦσαν τῷ σωσαν υἱοί ἀλλ' ἢ θυγατέρες καὶ τῷ σωσαν παῖς αἰγύπτιος καὶ ὄνομα αὐτῷ ιωχηλ
235καὶ ἔδωκεν σωσαν τὴν θυγατέρα αὐτοῦ τῷ ιωχηλ παιδὶ αὐτοῦ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ τὸν εθθι
236καὶ εθθι ἐγέννησεν τὸν ναθαν καὶ ναθαν ἐγέννησεν τὸν ζαβεδ
237καὶ ζαβεδ ἐγέννησεν τὸν αφαληλ καὶ αφαληλ ἐγέννησεν τὸν ωβηδ
238καὶ ωβηδ ἐγέννησεν τὸν ιηου καὶ ιηου ἐγέννησεν τὸν αζαριαν
239καὶ αζαριας ἐγέννησεν τὸν χελλης καὶ χελλης ἐγέννησεν τὸν ελεασα
240καὶ ελεασα ἐγέννησεν τὸν σοσομαι καὶ σοσομαι ἐγέννησεν τὸν σαλουμ
241καὶ σαλουμ ἐγέννησεν τὸν ιεχεμιαν καὶ ιεχεμιας ἐγέννησεν τὸν ελισαμα
242καὶ υἱοὶ χαλεβ ἀδελφοῦ ιερεμεηλ μαρισα ὁ πρωτότοκος αὐτοῦ οὗτος πατὴρ ζιφ καὶ υἱοὶ μαρισα πατρὸς χεβρων
243καὶ υἱοὶ χεβρων κορε καὶ θαπους καὶ ρεκομ καὶ σεμαα
244καὶ σεμαα ἐγέννησεν τὸν ραεμ πατέρα ιερκααν καὶ ιερκααν ἐγέννησεν τὸν σαμαι
245καὶ υἱὸς αὐτοῦ μαων καὶ μαων πατὴρ βαιθσουρ
246καὶ γαιφα ἡ παλλακὴ χαλεβ ἐγέννησεν τὸν αρραν καὶ τὸν μωσα καὶ τὸν γεζουε καὶ αρραν ἐγέννησεν τὸν γεζουε
247καὶ υἱοὶ ιαδαι ραγεμ καὶ ιωαθαμ καὶ γηρσωμ καὶ φαλετ καὶ γαιφα καὶ σαγαφ
248καὶ ἡ παλλακὴ χαλεβ μωχα ἐγέννησεν τὸν σαβερ καὶ τὸν θαρχνα
249καὶ ἐγέννησεν σαγαφ πατέρα μαρμηνα καὶ τὸν σαου πατέρα μαχαβηνα καὶ πατέρα γαιβαα καὶ θυγάτηρ χαλεβ ασχα
250οὗτοι ἦσαν υἱοὶ χαλεβ υἱοὶ ωρ πρωτοτόκου εφραθα σωβαλ πατὴρ καριαθιαριμ
251σαλωμων πατὴρ βαιθλαεμ αριμ πατὴρ βαιθγεδωρ
252καὶ ἦσαν υἱοὶ τῷ σωβαλ πατρὶ καριαθιαριμ αραα εσι αμμανιθ
253εμοσφεως πόλις ιαϊρ αιθαλιμ καὶ μιφιθιμ καὶ ησαμαθιμ καὶ ημασαραϊμ ἐκ τούτων ἐξήλθοσαν οἱ σαραθαῖοι καὶ οἱ εσθαωλαῖοι
254υἱοὶ σαλωμων βαιθλαεμ νετωφαθι αταρωθ οἴκου ιωαβ καὶ ἥμισυ τῆς μαναθι ησαρεϊ
255πατριαὶ γραμματέων κατοικοῦντες ιαβες θαργαθιιμ σαμαθιιμ σωκαθιιμ οὗτοι οἱ κιναῖοι οἱ ἐλθόντες ἐκ μεσημα πατρὸς οἴκου ρηχαβ
31καὶ οὗτοι ἦσαν υἱοὶ δαυιδ οἱ τεχθέντες αὐτῷ ἐν χεβρων ὁ πρωτότοκος αμνων τῇ αχινααμ τῇ ιεζραηλίτιδι ὁ δεύτερος δανιηλ τῇ αβιγαια τῇ καρμηλίᾳ
32ὁ τρίτος αβεσσαλωμ υἱὸς μωχα θυγατρὸς θολμαι βασιλέως γεδσουρ ὁ τέταρτος αδωνια υἱὸς αγγιθ
33ὁ πέμπτος σαφατια τῆς αβιταλ ὁ ἕκτος ιεθρααμ τῇ αγλα γυναικὶ αὐτοῦ
34ἓξ ἐγεννήθησαν αὐτῷ ἐν χεβρων καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ
35καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν ιερουσαλημ σαμαα σωβαβ ναθαν καὶ σαλωμων τέσσαρες τῇ βηρσαβεε θυγατρὶ αμιηλ
36καὶ ιβααρ καὶ ελισαμα καὶ ελιφαλετ
37καὶ ναγε καὶ ναφαγ καὶ ιανουε
38καὶ ελισαμα καὶ ελιαδα καὶ ελιφαλετ ἐννέα
39πάντες υἱοὶ δαυιδ πλὴν τῶν υἱῶν τῶν παλλακῶν καὶ θημαρ ἀδελφὴ αὐτῶν
310υἱοὶ σαλωμων ροβοαμ αβια υἱὸς αὐτοῦ ασα υἱὸς αὐτοῦ ιωσαφατ υἱὸς αὐτοῦ
311ιωραμ υἱὸς αὐτοῦ οχοζια υἱὸς αὐτοῦ ιωας υἱὸς αὐτοῦ
312αμασιας υἱὸς αὐτοῦ αζαρια υἱὸς αὐτοῦ ιωαθαν υἱὸς αὐτοῦ
313αχαζ υἱὸς αὐτοῦ εζεκιας υἱὸς αὐτοῦ μανασσης υἱὸς αὐτοῦ
314αμων υἱὸς αὐτοῦ ιωσια υἱὸς αὐτοῦ
315καὶ υἱοὶ ιωσια πρωτότοκος ιωαναν ὁ δεύτερος ιωακιμ ὁ τρίτος σεδεκια ὁ τέταρτος σαλουμ
316καὶ υἱοὶ ιωακιμ ιεχονιας υἱὸς αὐτοῦ σεδεκιας υἱὸς αὐτοῦ
317καὶ υἱοὶ ιεχονια-ασιρ σαλαθιηλ υἱὸς αὐτοῦ
318μελχιραμ καὶ φαδαιας καὶ σανεσαρ καὶ ιεκεμια καὶ ωσαμω καὶ δενεθι
319καὶ υἱοὶ σαλαθιηλ ζοροβαβελ καὶ σεμεϊ καὶ υἱοὶ ζοροβαβελ μοσολλαμος καὶ ανανια καὶ σαλωμιθ ἀδελφὴ αὐτῶν
320καὶ ασουβε καὶ οολ καὶ βαραχια καὶ ασαδια καὶ ασοβαεσδ πέντε
321καὶ υἱοὶ ανανια φαλλετια καὶ ισαια υἱὸς αὐτοῦ ραφαια υἱὸς αὐτοῦ ορνα υἱὸς αὐτοῦ αβδια υἱὸς αὐτοῦ σεχενια υἱὸς αὐτοῦ
322καὶ υἱὸς σεχενια σαμαια καὶ υἱοὶ σαμαια χαττους καὶ ιωηλ καὶ μαρι καὶ νωαδια καὶ σαφαθ ἕξ
323καὶ υἱοὶ νωαδια ελιθεναν καὶ εζεκια καὶ εζρικαμ τρεῖς
324καὶ υἱοὶ ελιθεναν οδουια καὶ ελιασιβ καὶ φαλαια καὶ ακουν καὶ ιωαναν καὶ δαλαια καὶ ανανι ἑπτά
41καὶ υἱοὶ ιουδα φαρες αρσων καὶ χαρμι καὶ ωρ σουβαλ
42καὶ ραια υἱὸς αὐτοῦ καὶ σουβαλ ἐγέννησεν τὸν ιεθ καὶ ιεθ ἐγέννησεν τὸν αχιμι καὶ τὸν λααδ αὗται αἱ γενέσεις τοῦ σαραθι
43καὶ οὗτοι υἱοὶ αιταμ ιεζραηλ καὶ ραγμα καὶ ιαβας καὶ ὄνομα ἀδελφῆς αὐτῶν εσηλεββων
44καὶ φανουηλ πατὴρ γεδωρ καὶ αζηρ πατὴρ ωσαν οὗτοι υἱοὶ ωρ τοῦ πρωτοτόκου εφραθα πατρὸς βαιθλαεμ
45καὶ τῷ σαουρ πατρὶ θεκωε ἦσαν δύο γυναῖκες αωδα καὶ θοαδα
46καὶ ἔτεκεν αὐτῷ αωδα τὸν ωχαζαμ καὶ τὸν ηφαδ καὶ τὸν θαιμαν καὶ τὸν ασθηραν πάντες οὗτοι υἱοὶ αωδας
47καὶ υἱοὶ θοαδα σαρεθ καὶ σααρ καὶ εθναν
48καὶ κως ἐγέννησεν τὸν ενωβ καὶ τὸν σαβηβα καὶ γεννήσεις ἀδελφοῦ ρηχαβ υἱοῦ ιαριμ
49καὶ ἦν ιγαβης ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἡ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ιγαβης λέγουσα ἔτεκον ὡς γαβης
410καὶ ἐπεκαλέσατο ιγαβης τὸν θεὸν ισραηλ λέγων ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ ᾖ ἡ χείρ σου μετ' ἐμοῦ καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με καὶ ἐπήγαγεν ὁ θεὸς πάντα ὅσα ᾐτήσατο
411καὶ χαλεβ πατὴρ ασχα ἐγέννησεν τὸν μαχιρ οὗτος πατὴρ ασσαθων
412καὶ ασσαθων ἐγέννησεν τὸν βαθρεφαν καὶ τὸν φεσσηε καὶ τὸν θανα πατέρα πόλεως ναας ἀδελφοῦ εσελων τοῦ κενεζι οὗτοι ἄνδρες ρηφα
413καὶ υἱοὶ κενεζ γοθονιηλ καὶ σαραια καὶ υἱοὶ γοθονιηλ αθαθ
414καὶ μαναθι ἐγέννησεν τὸν γοφερα καὶ σαραια ἐγέννησεν τὸν ιωαβ πατέρα αγεαδδαϊρ ὅτι τέκτονες ἦσαν
415καὶ υἱοὶ χαλεβ υἱοῦ ιεφοννη ηρα αλα καὶ νοομ καὶ υἱοὶ αλα κενεζ
416καὶ υἱὸς αὐτοῦ γεσεηλ αμηαχι καὶ ζαφα καὶ ζαιρα καὶ εσεραηλ
417καὶ υἱοὶ εσρι ιεθερ μωραδ καὶ αφερ καὶ ιαλων καὶ ἐγέννησεν ιεθερ τὸν μαρων καὶ τὸν σεμαι καὶ τὸν μαρεθ πατέρα εσθεμων
418καὶ ἡ γυνὴ αὐτοῦ αὕτη αδια ἔτεκεν τὸν ιαρεδ πατέρα γεδωρ καὶ τὸν αβερ πατέρα σωχων καὶ τὸν ιεκθιηλ πατέρα ζανω καὶ οὗτοι υἱοὶ γελια θυγατρὸς φαραω ἣν ἔλαβεν μωρηδ
419καὶ υἱοὶ γυναικὸς τῆς ιδουιας ἀδελφῆς ναχεμ καὶ δαλια πατὴρ κεϊλα καὶ σεμειων πατὴρ ιωμαν καὶ υἱοὶ ναημ πατρὸς κεϊλα αγαρμι καὶ εσθεμωη μαχαθι
420καὶ υἱοὶ σεμιων αμνων καὶ ρανα υἱὸς αναν καὶ θιλων καὶ υἱοὶ ισεϊ ζωαθ καὶ υἱοὶ ζωαθ
421υἱοὶ σηλωμ υἱοῦ ιουδα ηρ πατὴρ ληχα καὶ λααδα πατὴρ μαρησα καὶ γενέσεις οἰκιῶν εφραθ αβακ τῷ οἴκῳ εσοβα
422καὶ ιωακιμ καὶ ἄνδρες χωζηβα καὶ ιωας καὶ σαραφ οἳ κατῴκησαν ἐν μωαβ καὶ ἀπέστρεψεν αὐτοὺς αβεδηριν αθουκιιν
423οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν ναταϊμ καὶ γαδηρα μετὰ τοῦ βασιλέως ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ
424υἱοὶ συμεων ναμουηλ καὶ ιαμιν ιαριβ ζαρε σαουλ
425σαλεμ υἱὸς αὐτοῦ μαβασαμ υἱὸς αὐτοῦ μασμα υἱὸς αὐτοῦ
426αμουηλ υἱὸς αὐτοῦ σαβουδ υἱὸς αὐτοῦ ζακχουρ υἱὸς αὐτοῦ σεμεϊ υἱὸς αὐτοῦ
427καὶ τῷ σεμεϊ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ ιουδα
428καὶ κατῴκησαν ἐν βηρσαβεε καὶ σαμα καὶ μωλαδα καὶ εσηρσουαλ
429καὶ ἐν βαλαα καὶ βοασομ καὶ θουλαδ
430καὶ βαθουηλ καὶ ερμα καὶ σεκλαγ
431καὶ βαιθμαρχαβωθ καὶ ἥμισυ σωσιμ καὶ οἶκον βαρουμσεωριμ αὗται πόλεις αὐτῶν ἕως βασιλέως δαυιδ
432καὶ ἐπαύλεις αὐτῶν αιταμ καὶ ηνρεμμων καὶ θοκκαν καὶ αισαν πόλεις πέντε
433καὶ πᾶσαι αἱ ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως βααλ αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν
434καὶ μοσωβαβ καὶ ιεμολοχ καὶ ιωσια υἱὸς αμασια
435καὶ ιωηλ καὶ οὗτος υἱὸς ισαβια υἱὸς σαραια υἱὸς ασιηλ
436καὶ ελιωηναι καὶ ιακαβα καὶ ιασουια καὶ ασαια καὶ εδιηλ καὶ ισμαηλ καὶ βαναια
437καὶ ζουζα υἱὸς σεφεϊ υἱοῦ αλλων υἱοῦ ιεδια υἱοῦ σαμαρι υἱοῦ σαμαιου
438οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος
439καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν γεραρα ἕως τῶν ἀνατολῶν τῆς γαι τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν
440καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία ὅτι ἐκ τῶν υἱῶν χαμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν
441καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ' ὀνόματος ἐν ἡμέραις εζεκιου βασιλέως ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς μιναίους οὓς εὕροσαν ἐκεῖ καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ὤ|κησαν ἀντ' αὐτῶν ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ
442καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν συμεων ἐπορεύθησαν εἰς ὄρος σηιρ ἄνδρες πεντακόσιοι καὶ φαλεττια καὶ νωαδια καὶ ραφαια καὶ οζιηλ υἱοὶ ιεσι ἄρχοντες αὐτῶν
443καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ αμαληκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης
51καὶ υἱοὶ ρουβην πρωτοτόκου ισραηλ ὅτι οὗτος ὁ πρωτότοκος καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ ιωσηφ υἱῷ ισραηλ καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια
52ὅτι ιουδας δυνατὸς ἰσχύι καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ καὶ ἡ εὐλογία τοῦ ιωσηφ
53υἱοὶ ρουβην πρωτοτόκου ισραηλ ενωχ καὶ φαλλους αρσων καὶ χαρμι
54υἱοὶ ιωηλ σεμεϊ καὶ βαναια υἱὸς αὐτοῦ καὶ υἱοὶ γουγ υἱοῦ σεμεϊ
55υἱὸς αὐτοῦ μιχα υἱὸς αὐτοῦ ρηχα υἱὸς αὐτοῦ βααλ
56υἱὸς αὐτοῦ βεηρα ὃν μετῴκισεν θαγλαθφαλνασαρ βασιλεὺς ασσουρ οὗτος ἄρχων τῶν ρουβην
57καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατριᾷ αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν ὁ ἄρχων ιωηλ καὶ ζαχαρια
58καὶ βαλεκ υἱὸς οζουζ υἱὸς σαμα υἱὸς ιωηλ οὗτος κατῴκησεν ἐν αροηρ καὶ ἐπὶ ναβαυ καὶ βεελμαων
59καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου ἀπὸ τοῦ ποταμοῦ εὐφράτου ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ γαλααδ
510καὶ ἐν ἡμέραις σαουλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς ἕως πάντες κατ' ἀνατολὰς τῆς γαλααδ
511υἱοὶ γαδ κατέναντι αὐτῶν κατῴκησαν ἐν τῇ βασαν ἕως σελχα
512ιωηλ ὁ πρωτότοκος καὶ σαφαμ ὁ δεύτερος καὶ ιανι ὁ γραμματεὺς ἐν βασαν
513καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν μιχαηλ μοσολλαμ καὶ σεβεε καὶ ιωρεε καὶ ιαχαν καὶ ζουε καὶ ωβηδ ἑπτά
514οὗτοι υἱοὶ αβιχαιλ υἱοῦ ουρι υἱοῦ ιδαι υἱοῦ γαλααδ υἱοῦ μιχαηλ υἱοῦ ισαι υἱοῦ ιουρι υἱοῦ ζαβουχαμ
515υἱοῦ αβδιηλ υἱοῦ γουνι ἄρχων οἴκου πατριῶν
516κατῴκουν ἐν γαλααδ ἐν βασαν καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχωρα σαρων ἕως ἐξόδου
517πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις ιωαθαμ βασιλέως ιουδα καὶ ἐν ἡμέραις ιεροβοαμ βασιλέως ισραηλ
518υἱοὶ ρουβην καὶ γαδ καὶ ἥμισυ φυλῆς μανασση ἐξ υἱῶν δυνάμεως ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν
519καὶ ἐποίουν πόλεμον μετὰ τῶν αγαρηνῶν καὶ ιτουραίων καὶ ναφισαίων καὶ ναδαβαίων
520καὶ κατίσχυσαν ἐπ' αὐτῶν καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ αγαραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν ὅτι πρὸς τὸν θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ καὶ ἐπήκουσεν αὐτοῖς ὅτι ἤλπισαν ἐπ' αὐτόν
521καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας
522ὅτι τραυματίαι πολλοὶ ἔπεσον ὅτι παρὰ τοῦ θεοῦ ὁ πόλεμος καὶ κατῴκησαν ἀντ' αὐτῶν ἕως τῆς μετοικεσίας
523καὶ οἱ ἡμίσεις φυλῆς μανασση κατῴκησαν ἐν τῇ γῇ ἀπὸ βασαν ἕως βααλερμων καὶ σανιρ καὶ ὄρος αερμων καὶ ἐν τῷ λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν
524καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν οφερ καὶ ισεϊ καὶ ελιηλ καὶ εσδριηλ καὶ ιερμια καὶ ωδουια καὶ ιεδιηλ ἄνδρες ἰσχυροὶ δυνάμει ἄνδρες ὀνομαστοί ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν
525καὶ ἠθέτησαν ἐν θεῷ πατέρων αὐτῶν καὶ ἐπόρνευσαν ὀπίσω θεῶν λαῶν τῆς γῆς οὓς ἐξῆρεν ὁ θεὸς ἀπὸ προσώπου αὐτῶν
526καὶ ἐπήγειρεν ὁ θεὸς ισραηλ τὸ πνεῦμα φαλωχ βασιλέως ασσουρ καὶ τὸ πνεῦμα θαγλαθφαλνασαρ βασιλέως ασσουρ καὶ μετῴκισεν τὸν ρουβην καὶ τὸν γαδδι καὶ τὸ ἥμισυ φυλῆς μανασση καὶ ἤγαγεν αὐτοὺς εἰς χαλαχ καὶ χαβωρ καὶ ἐπὶ ποταμὸν γωζαν ἕως τῆς ἡμέρας ταύτης
527υἱοὶ λευι γεδσων κααθ καὶ μεραρι
528καὶ υἱοὶ κααθ αμβραμ καὶ ισσααρ χεβρων καὶ οζιηλ
529καὶ υἱοὶ αμβραμ ααρων καὶ μωυσῆς καὶ μαριαμ καὶ υἱοὶ ααρων ναδαβ καὶ αβιουδ ελεαζαρ καὶ ιθαμαρ
530ελεαζαρ ἐγέννησεν τὸν φινεες φινεες ἐγέννησεν τὸν αβισου
531αβισου ἐγέννησεν τὸν βωκαι βωκαι ἐγέννησεν τὸν οζι
532οζι ἐγέννησε τὸν ζαραια ζαραια ἐγέννησεν τὸν μαριηλ
533καὶ μαριηλ ἐγέννησεν τὸν αμαρια καὶ αμαρια ἐγέννησεν τὸν αχιτωβ
534καὶ αχιτωβ ἐγέννησεν τὸν σαδωκ καὶ σαδωκ ἐγέννησεν τὸν αχιμαας
535καὶ αχιμαας ἐγέννησεν τὸν αζαρια καὶ αζαριας ἐγέννησεν τὸν ιωαναν
536καὶ ιωανας ἐγέννησεν τὸν αζαριαν οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν σαλωμων ἐν ιερουσαλημ
537καὶ ἐγέννησεν αζαρια τὸν αμαρια καὶ αμαρια ἐγέννησεν τὸν αχιτωβ
538καὶ αχιτωβ ἐγέννησεν τὸν σαδωκ καὶ σαδωκ ἐγέννησεν τὸν σαλωμ
539καὶ σαλωμ ἐγέννησεν τὸν χελκιαν καὶ χελκιας ἐγέννησεν τὸν αζαρια
540καὶ αζαριας ἐγέννησεν τὸν σαραια καὶ σαραιας ἐγέννησεν τὸν ιωσαδακ
541καὶ ιωσαδακ ἐπορεύθη ἐν τῇ μετοικίᾳ μετὰ ιουδα καὶ ιερουσαλημ ἐν χειρὶ ναβουχοδονοσορ
61υἱοὶ λευι γεδσων κααθ καὶ μεραρι
62καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν γεδσων λοβενι καὶ σεμεϊ
63υἱοὶ κααθ αμβραμ καὶ ισσααρ χεβρων καὶ οζιηλ
64υἱοὶ μεραρι μοολι καὶ ομουσι καὶ αὗται αἱ πατριαὶ τοῦ λευι κατὰ πατριὰς αὐτῶν
65τῷ γεδσων τῷ λοβενι υἱῷ αὐτοῦ ιεεθ υἱὸς αὐτοῦ ζεμμα υἱὸς αὐτοῦ
66ιωαχ υἱὸς αὐτοῦ αδδι υἱὸς αὐτοῦ ζαρα υἱὸς αὐτοῦ ιεθρι υἱὸς αὐτοῦ
67υἱοὶ κααθ αμιναδαβ υἱὸς αὐτοῦ κορε υἱὸς αὐτοῦ ασιρ υἱὸς αὐτοῦ
68ελκανα υἱὸς αὐτοῦ καὶ αβιασαφ υἱὸς αὐτοῦ ασιρ υἱὸς αὐτοῦ
69θααθ υἱὸς αὐτοῦ ουριηλ υἱὸς αὐτοῦ οζια υἱὸς αὐτοῦ σαουλ υἱὸς αὐτοῦ
610καὶ υἱοὶ ελκανα αμασι καὶ αχιμωθ
611ελκανα υἱὸς αὐτοῦ σουφι υἱὸς αὐτοῦ καὶ νααθ υἱὸς αὐτοῦ
612ελιαβ υἱὸς αὐτοῦ ιδαερ υἱὸς αὐτοῦ ελκανα υἱὸς αὐτοῦ
613υἱοὶ σαμουηλ ὁ πρωτότοκος σανι καὶ αβια
614υἱοὶ μεραρι μοολι λοβενι υἱὸς αὐτοῦ σεμεϊ υἱὸς αὐτοῦ οζα υἱὸς αὐτοῦ
615σομεα υἱὸς αὐτοῦ αγγια υἱὸς αὐτοῦ ασαια υἱὸς αὐτοῦ
616καὶ οὗτοι οὓς κατέστησεν δαυιδ ἐπὶ χεῖρας ἀ|δόντων ἐν οἴκῳ κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ
617καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς οἴκου μαρτυρίου ἐν ὀργάνοις ἕως οὗ ᾠκοδόμησεν σαλωμων τὸν οἶκον κυρίου ἐν ιερουσαλημ καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν
618καὶ οὗτοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ κααθ αιμαν ὁ ψαλτῳδὸς υἱὸς ιωηλ υἱοῦ σαμουηλ
619υἱοῦ ελκανα υἱοῦ ηδαδ υἱοῦ ελιηλ υἱοῦ θιε
620υἱοῦ σουφ υἱοῦ ελκανα υἱοῦ μεθ υἱοῦ αμασιου
621υἱοῦ ελκανα υἱοῦ ιωηλ υἱοῦ αζαρια υἱοῦ σαφανια
622υἱοῦ θααθ υἱοῦ ασιρ υἱοῦ αβιασαφ υἱοῦ κορε
623υἱοῦ ισσααρ υἱοῦ κααθ υἱοῦ λευι υἱοῦ ισραηλ
624καὶ ἀδελφὸς αὐτοῦ ασαφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ ασαφ υἱὸς βαραχια υἱοῦ σαμαα
625υἱοῦ μιχαηλ υἱοῦ μαασια υἱοῦ μελχια
626υἱοῦ αθανι υἱοῦ ζαραι υἱοῦ αδια
627υἱοῦ αιθαν υἱοῦ ζαμμα υἱοῦ σεμεϊ
628υἱοῦ ηχα υἱοῦ γεδσων υἱοῦ λευι
629καὶ υἱοὶ μεραρι ἀδελφοῦ αὐτῶν ἐξ ἀριστερῶν αιθαν υἱὸς κισαι υἱοῦ αβδι υἱοῦ μαλωχ
630υἱοῦ ασεβι υἱοῦ αμεσσια υἱοῦ χελκιου
631υἱοῦ αμασαι υἱοῦ βανι υἱοῦ σεμμηρ
632υἱοῦ μοολι υἱοῦ μουσι υἱοῦ μεραρι υἱοῦ λευι
633καὶ ἀδελφοὶ αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν οἱ λευῖται δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ θεοῦ
634καὶ ααρων καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο μωυσῆς παῖς τοῦ θεοῦ
635καὶ οὗτοι υἱοὶ ααρων ελεαζαρ υἱὸς αὐτοῦ φινεες υἱὸς αὐτοῦ αβισου υἱὸς αὐτοῦ
636βωκαι υἱὸς αὐτοῦ οζι υἱὸς αὐτοῦ ζαραια υἱὸς αὐτοῦ
637μαριηλ υἱὸς αὐτοῦ αμαρια υἱὸς αὐτοῦ αχιτωβ υἱὸς αὐτοῦ
638σαδωκ υἱὸς αὐτοῦ αχιμαας υἱὸς αὐτοῦ
639καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν ἐν τοῖς ὁρίοις αὐτῶν τοῖς υἱοῖς ααρων τῇ πατριᾷ τοῦ κααθι ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος
640καὶ ἔδωκαν αὐτοῖς τὴν χεβρων ἐν γῇ ιουδα καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς
641καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ χαλεβ υἱῷ ιεφοννη
642καὶ τοῖς υἱοῖς ααρων ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων τὴν χεβρων καὶ τὴν λοβνα καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν σελνα καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν εσθαμω καὶ τὰ περισπόρια αὐτῆς
643καὶ τὴν ιεθθαρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν δαβιρ καὶ τὰ περισπόρια αὐτῆς
644καὶ τὴν ασαν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ατταν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν βασαμυς καὶ τὰ περισπόρια αὐτῆς
645καὶ ἐκ φυλῆς βενιαμιν τὴν γαβεε καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν γαλεμεθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν αγχωχ καὶ τὰ περισπόρια αὐτῆς πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν
646καὶ τοῖς υἱοῖς κααθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς μανασση κλήρῳ πόλεις δέκα
647καὶ τοῖς υἱοῖς γεδσων κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς ισσαχαρ ἐκ φυλῆς ασηρ ἐκ φυλῆς νεφθαλι ἐκ φυλῆς μανασση ἐν τῇ βασαν πόλεις τρισκαίδεκα
648καὶ τοῖς υἱοῖς μεραρι κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς ρουβην ἐκ φυλῆς γαδ ἐκ φυλῆς ζαβουλων κλήρῳ πόλεις δέκα δύο
649καὶ ἔδωκαν οἱ υἱοὶ ισραηλ τοῖς λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν
650καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν ιουδα καὶ ἐκ φυλῆς υἱῶν συμεων τὰς πόλεις ταύτας ἃς ἐκάλεσεν αὐτὰς ἐπ' ὀνόματος
651καὶ ἀπὸ τῶν πατριῶν υἱῶν κααθ καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς εφραιμ
652καὶ ἔδωκαν αὐτῷ τὰς πόλεις τῶν φυγαδευτηρίων τὴν συχεμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει εφραιμ καὶ τὴν γαζερ καὶ τὰ περισπόρια αὐτῆς
653καὶ τὴν ιεκμααμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν βαιθωρων καὶ τὰ περισπόρια αὐτῆς
654καὶ τὴν εγλαμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν γεθρεμμων καὶ τὰ περισπόρια αὐτῆς
655καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς μανασση τὴν αναρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ιεβλααμ καὶ τὰ περισπόρια αὐτῆς κατὰ πατριὰν τοῖς υἱοῖς κααθ τοῖς καταλοίποις
656τοῖς υἱοῖς γεδσων ἀπὸ πατριῶν ἡμίσους φυλῆς μανασση τὴν γωλαν ἐκ τῆς βασαν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ασηρωθ καὶ τὰ περισπόρια αὐτῆς
657καὶ ἐκ φυλῆς ισσαχαρ τὴν κεδες καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν δεβερι καὶ τὰ περισπόρια αὐτῆς
658καὶ τὴν δαβωρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν αναμ καὶ τὰ περισπόρια αὐτῆς
659καὶ ἐκ φυλῆς ασηρ τὴν μασαλ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν αβαραν καὶ τὰ περισπόρια αὐτῆς
660καὶ τὴν ικακ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ροωβ καὶ τὰ περισπόρια αὐτῆς
661καὶ ἀπὸ φυλῆς νεφθαλι τὴν κεδες ἐν τῇ γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν χαμωθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν καριαθαιμ καὶ τὰ περισπόρια αὐτῆς
662τοῖς υἱοῖς μεραρι τοῖς καταλοίποις ἐκ φυλῆς ζαβουλων τὴν ρεμμων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν θαχχια καὶ τὰ περισπόρια αὐτῆς
663καὶ ἐκ τοῦ πέραν τοῦ ιορδάνου ιεριχω κατὰ δυσμὰς τοῦ ιορδάνου ἐκ φυλῆς ρουβην τὴν βοσορ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ιασα καὶ τὰ περισπόρια αὐτῆς
664καὶ τὴν καδημωθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν μωφααθ καὶ τὰ περισπόρια αὐτῆς
665καὶ ἐκ φυλῆς γαδ τὴν ραμωθ γαλααδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν μααναιμ καὶ τὰ περισπόρια αὐτῆς
666καὶ τὴν εσεβων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς
71καὶ τοῖς υἱοῖς ισσαχαρ θωλα καὶ φουα καὶ ιασουβ καὶ σεμερων τέσσαρες
72καὶ υἱοὶ θωλα οζι καὶ ραφαια καὶ ιεριηλ καὶ ιεμου καὶ ιεβασαμ καὶ σαμουηλ ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ θωλα ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις δαυιδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι
73καὶ υἱοὶ οζι ιεζρια καὶ υἱοὶ ιεζρια μιχαηλ καὶ οβδια καὶ ιωηλ καὶ ιεσια πέντε ἄρχοντες πάντες
74καὶ ἐπ' αὐτῶν κατὰ γενέσεις αὐτῶν κατ' οἴκους πατρικοὺς αὐτῶν ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς
75καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς ισσαχαρ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων
76βενιαμιν βαλε καὶ βαχιρ καὶ ιαδιηλ τρεῖς
77καὶ υἱοὶ βαλε ασεβων καὶ οζι καὶ οζιηλ καὶ ιεριμωθ καὶ ουρι πέντε ἄρχοντες οἴκων πατρικῶν ἰσχυροὶ δυνάμει καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριάκοντα τέσσαρες
78καὶ υἱοὶ βαχιρ ζαμαριας καὶ ιωας καὶ ελιεζερ καὶ ελιθεναν καὶ αμαρια καὶ ιεριμωθ καὶ αβιου καὶ αναθωθ καὶ γεμεεθ πάντες οὗτοι υἱοὶ βαχιρ
79καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει εἴκοσι χιλιάδες καὶ διακόσιοι
710καὶ υἱοὶ ιαδιηλ βαλααν καὶ υἱοὶ βαλααν ιαους καὶ βενιαμιν καὶ αωθ καὶ χανανα καὶ ζαιθαν καὶ ραμεσσαι καὶ αχισααρ
711πάντες οὗτοι υἱοὶ ιαδιηλ ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν
712καὶ σαπφιν καὶ απφιν καὶ υἱοὶ ραωμ υἱὸς αὐτοῦ αερ
713υἱοὶ νεφθαλι ιασιηλ καὶ γωνι καὶ ισσιηρ καὶ σαλωμ υἱοὶ βαλαα
714υἱοὶ μανασση ασεριηλ ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ σύρα ἔτεκεν τὸν μαχιρ πατέρα γαλααδ
715καὶ μαχιρ ἔλαβεν γυναῖκα τῷ αμφιν καὶ μαμφιν καὶ ὄνομα ἀδελφῆς αὐτοῦ μοωχα καὶ ὄνομα τῷ δευτέρῳ σαλπααδ καὶ ἐγεννήθησαν τῷ σαλπααδ θυγατέρες
716καὶ ἔτεκεν μοωχα γυνὴ μαχιρ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ φαρες καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ σορος υἱὸς αὐτοῦ ουλαμ
717καὶ υἱοὶ ουλαμ βαδαν οὗτοι υἱοὶ γαλααδ υἱοῦ μαχιρ υἱοῦ μανασση
718καὶ ἀδελφὴ αὐτοῦ ἡ μαλεχεθ ἔτεκεν τὸν ισαδεκ καὶ τὸν αβιεζερ καὶ τὸν μαελα
719καὶ ἦσαν υἱοὶ σεμιρα ιααιμ καὶ συχεμ καὶ λακεϊ καὶ ανιαμ
720καὶ υἱοὶ εφραιμ σωθαλα καὶ βαραδ υἱὸς αὐτοῦ καὶ θααθ υἱὸς αὐτοῦ ελεαδα υἱὸς αὐτοῦ νομεε υἱὸς αὐτοῦ
721ζαβεδ υἱὸς αὐτοῦ σωθελε υἱὸς αὐτοῦ καὶ εζερ καὶ ελεαδ καὶ ἀπέκτειναν αὐτοὺς ἄνδρες γεθ οἱ τεχθέντες ἐν τῇ γῇ ὅτι κατέβησαν λαβεῖν τὰ κτήνη αὐτῶν
722καὶ ἐπένθησεν εφραιμ πατὴρ αὐτῶν ἡμέρας πολλάς καὶ ἦλθον ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν
723καὶ εἰσῆλθεν πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ βαραγα ὅτι ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου
724καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις καὶ ᾠκοδόμησεν βαιθωρων τὴν κάτω καὶ τὴν ἄνω καὶ υἱοὶ οζαν σεηρα
725καὶ ραφη υἱοὶ αὐτοῦ ρασεφ καὶ θαλε υἱοὶ αὐτοῦ θαεν υἱὸς αὐτοῦ
726τῷ λααδαν υἱῷ αὐτοῦ αμιουδ υἱὸς αὐτοῦ ελισαμα υἱὸς αὐτοῦ
727νουμ υἱὸς αὐτοῦ ιησουε υἱὸς αὐτοῦ
728καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν βαιθηλ καὶ αἱ κῶμαι αὐτῆς κατ' ἀνατολὰς νααραν πρὸς δυσμαῖς γαζερ καὶ αἱ κῶμαι αὐτῆς καὶ συχεμ καὶ αἱ κῶμαι αὐτῆς ἕως γαιαν καὶ αἱ κῶμαι αὐτῆς
729καὶ ἕως ὁρίων υἱῶν μανασση βαιθσααν καὶ αἱ κῶμαι αὐτῆς θααναχ καὶ αἱ κῶμαι αὐτῆς καὶ βαλαδ καὶ αἱ κῶμαι αὐτῆς μαγεδδω καὶ αἱ κῶμαι αὐτῆς δωρ καὶ αἱ κῶμαι αὐτῆς ἐν ταύταις κατῴκησαν οἱ υἱοὶ ιωσηφ υἱοῦ ισραηλ
730υἱοὶ ασηρ ιεμνα καὶ ισουα καὶ ισουι καὶ βεριγα καὶ σορε ἀδελφὴ αὐτῶν
731καὶ υἱοὶ βεριγα χαβερ καὶ μελχιηλ οὗτος πατὴρ βερζαιθ
732καὶ χαβερ ἐγέννησεν τὸν ιαφαλητ καὶ τὸν σαμηρ καὶ τὸν χωθαμ καὶ τὴν σωλα ἀδελφὴν αὐτῶν
733καὶ υἱοὶ ιαφαλητ φεσηχι βαμαηλ καὶ ασιθ οὗτοι υἱοὶ ιαφαλητ
734καὶ υἱοὶ σεμμηρ αχιουραογα καὶ οβα καὶ αραμ
735καὶ βανηελαμ ἀδελφοὶ αὐτοῦ σωφα καὶ ιμανα καὶ σελλης καὶ αμαλ
736υἱοὶ σωφα χουχι αρναφαρ καὶ σουαλ καὶ βαρι καὶ ιμαρη
737σοβαλ καὶ ωδ καὶ σεμμα καὶ σαλισα καὶ ιεθραν καὶ βεηρα
738καὶ υἱοὶ ιεθερ ιφινα καὶ φασφα καὶ αρα
739καὶ υἱοὶ ωλα ορεχ ανιηλ καὶ ρασια
740πάντες οὗτοι υἱοὶ ασηρ πάντες ἄρχοντες πατριῶν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει ἄρχοντες ἡγούμενοι ἀριθμὸς αὐτῶν εἰς παράταξιν τοῦ πολεμεῖν ἀριθμὸς αὐτῶν ἄνδρες εἴκοσι ἓξ χιλιάδες
81καὶ βενιαμιν ἐγέννησεν τὸν βαλε πρωτότοκον αὐτοῦ καὶ ασβηλ τὸν δεύτερον ααρα τὸν τρίτον
82νωα τὸν τέταρτον καὶ ραφη τὸν πέμπτον
83καὶ ἦσαν υἱοὶ τῷ βαλε αδερ καὶ γηρα καὶ αβιουδ
84καὶ αβισουε καὶ νοομα καὶ αχια
85καὶ γηρα καὶ σωφαρφακ καὶ ωιμ
86οὗτοι υἱοὶ αωδ οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν γαβεε καὶ μετῴκισαν αὐτοὺς εἰς μαναχαθι
87καὶ νοομα καὶ αχια καὶ γηρα οὗτος ιγλααμ καὶ ἐγέννησεν τὸν ναανα καὶ τὸν αχιχωδ
88καὶ σααρημ ἐγέννησεν ἐν τῷ πεδίῳ μωαβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν ωσιμ καὶ τὴν βααδα γυναῖκα αὐτοῦ
89καὶ ἐγέννησεν ἐκ τῆς αδα γυναικὸς αὐτοῦ τὸν ιωβαβ καὶ τὸν σεβια καὶ τὸν μισα καὶ τὸν μελχαμ
810καὶ τὸν ιαως καὶ τὸν σαβια καὶ τὸν μαρμα οὗτοι ἄρχοντες πατριῶν
811καὶ ἐκ τῆς ωσιμ ἐγέννησεν τὸν αβιτωβ καὶ τὸν αλφααλ
812καὶ υἱοὶ αλφααλ ωβηδ μεσσααμ σεμμηρ οὗτος ᾠκοδόμησεν τὴν ωνω καὶ τὴν λοδ καὶ τὰς κώμας αὐτῆς
813καὶ βεριγα καὶ σαμα οὗτοι ἄρχοντες τῶν πατριῶν τοῖς κατοικοῦσιν αιλαμ καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας γεθ
814καὶ ἀδελφὸς αὐτοῦ σωσηκ καὶ ιαριμωθ
815καὶ ζαβαδια καὶ ωρηρ καὶ ωδηδ
816καὶ μιχαηλ καὶ ιεσφα καὶ ιωχα υἱοὶ βαριγα
817καὶ ζαβαδια καὶ μοσολλαμ καὶ αζακι καὶ αβαρ
818καὶ ισαμαρι καὶ ιεζλια καὶ ιωβαβ υἱοὶ ελφααλ
819καὶ ιακιμ καὶ ζεχρι καὶ ζαβδι
820καὶ ελιωηναι καὶ σαλθι καὶ ελιηλι
821καὶ αδαια καὶ βαραια καὶ σαμαραθ υἱοὶ σαμαϊ
822καὶ ισφαν καὶ ωβηδ καὶ ελεηλ
823καὶ αβαδων καὶ ζεχρι καὶ αναν
824καὶ ανανια καὶ αμβρι καὶ αιλαμ καὶ αναθωθια
825καὶ αθιν καὶ ιεφερια καὶ φελιηλ υἱοὶ σωσηκ
826καὶ σαμσαρια καὶ σααρια καὶ ογοθολια
827καὶ ιαρασια καὶ ηλια καὶ ζεχρι υἱοὶ ιρααμ
828οὗτοι ἄρχοντες πατριῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες οὗτοι κατῴκησαν ἐν ιερουσαλημ
829καὶ ἐν γαβαων κατῴκησεν πατὴρ γαβαων καὶ ὄνομα γυναικὶ αὐτοῦ μααχα
830καὶ υἱὸς αὐτῆς ὁ πρωτότοκος αβαδων καὶ σουρ καὶ κις καὶ βααλ καὶ νηρ καὶ ναδαβ
831καὶ γεδουρ καὶ ἀδελφὸς αὐτοῦ καὶ ζαχουρ καὶ μακαλωθ
832καὶ μακαλωθ ἐγέννησεν τὸν σεμαα καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν ιερουσαλημ μετὰ τῶν ἀδελφῶν αὐτῶν
833καὶ νηρ ἐγέννησεν τὸν κις καὶ κις ἐγέννησεν τὸν σαουλ καὶ σαουλ ἐγέννησεν τὸν ιωναθαν καὶ τὸν μελχισουε καὶ τὸν αμιναδαβ καὶ τὸν ασαβαλ
834καὶ υἱοὶ ιωναθαν μεριβααλ καὶ μεριβααλ ἐγέννησεν τὸν μιχια
835καὶ υἱοὶ μιχια φιθων καὶ μελχηλ καὶ θερεε καὶ αχαζ
836καὶ αχαζ ἐγέννησεν τὸν ιωιαδα καὶ ιωιαδα ἐγέννησεν τὸν γαλεμαθ καὶ τὸν ασμωθ καὶ τὸν ζαμβρι καὶ ζαμβρι ἐγέννησεν τὸν μαισα
837καὶ μαισα ἐγέννησεν τὸν βαανα ραφαια υἱὸς αὐτοῦ ελασα υἱὸς αὐτοῦ εσηλ υἱὸς αὐτοῦ
838καὶ τῷ εσηλ ἓξ υἱοί καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν εζρικαμ πρωτότοκος αὐτοῦ καὶ ισμαηλ καὶ σαραια καὶ αβδια καὶ αναν πάντες οὗτοι υἱοὶ εσηλ
839καὶ υἱοὶ ασηλ ἀδελφοῦ αὐτοῦ αιλαμ πρωτότοκος αὐτοῦ καὶ ιαις ὁ δεύτερος ελιφαλετ ὁ τρίτος
840καὶ ἦσαν υἱοὶ αιλαμ ἰσχυροὶ ἄνδρες δυνάμει τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν ἑκατὸν πεντήκοντα πάντες οὗτοι ἐξ υἱῶν βενιαμιν
91καὶ πᾶς ισραηλ ὁ συλλοχισμὸς αὐτῶν καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων ισραηλ καὶ ιουδα μετὰ τῶν ἀποικισθέντων εἰς βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν
92καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν ισραηλ οἱ ἱερεῖς οἱ λευῖται καὶ οἱ δεδομένοι
93καὶ ἐν ιερουσαλημ κατῴκησαν ἀπὸ τῶν υἱῶν ιουδα καὶ ἀπὸ τῶν υἱῶν βενιαμιν καὶ ἀπὸ τῶν υἱῶν εφραιμ καὶ μανασση
94γωθι υἱὸς αμμιουδ υἱοῦ αμρι υἱοῦ υἱῶν φαρες υἱοῦ ιουδα
95καὶ ἐκ τῶν σηλωνι ασαια πρωτότοκος αὐτοῦ καὶ υἱοὶ αὐτοῦ
96ἐκ τῶν υἱῶν ζαρα ιιηλ καὶ ἀδελφοὶ αὐτῶν ἑξακόσιοι καὶ ἐνενήκοντα
97καὶ ἐκ τῶν υἱῶν βενιαμιν σαλω υἱὸς μοσολλαμ υἱοῦ ωδουια υἱοῦ σαναα
98καὶ ιβαναα υἱὸς ιρααμ καὶ οὗτοι υἱοὶ οζι υἱοῦ μαχιρ καὶ μασσαλημ υἱὸς σαφατια υἱοῦ ραγουηλ υἱοῦ βαναια
99καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν ἐννακόσιοι πεντήκοντα ἕξ πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ' οἴκους πατριῶν αὐτῶν
910καὶ ἀπὸ τῶν ἱερέων ιωδαε καὶ ιωαριμ καὶ ιαχιν
911καὶ αζαρια υἱὸς χελκια υἱοῦ μοσολλαμ υἱοῦ σαδωκ υἱοῦ μαραιωθ υἱοῦ αχιτωβ ἡγούμενος οἴκου τοῦ θεοῦ
912καὶ αδαια υἱὸς ιρααμ υἱοῦ πασχωρ υἱοῦ μαλχια καὶ μαασαια υἱὸς αδιηλ υἱοῦ ιεδιου υἱοῦ μοσολλαμ υἱοῦ μασελμωθ υἱοῦ εμμηρ
913καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν χίλιοι ἑπτακόσιοι ἑξήκοντα ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ θεοῦ
914καὶ ἐκ τῶν λευιτῶν σαμαια υἱὸς ασωβ υἱοῦ εσρικαμ υἱοῦ ασαβια ἐκ τῶν υἱῶν μεραρι
915καὶ βακβακαρ καὶ αρης καὶ γαλαλ καὶ μανθανιας υἱὸς μιχα υἱοῦ ζεχρι υἱοῦ ασαφ
916καὶ αβδια υἱὸς σαμια υἱοῦ γαλαλ υἱοῦ ιδιθων καὶ βαραχια υἱὸς οσσα υἱοῦ ηλκανα ὁ κατοικῶν ἐν ταῖς κώμαις νετωφατι
917οἱ πυλωροί σαλωμ καὶ ακουβ καὶ ταλμαν καὶ αιμαν καὶ ἀδελφοὶ αὐτῶν σαλωμ ὁ ἄρχων
918καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ' ἀνατολάς αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν λευι
919καὶ σαλωμ υἱὸς κωρη υἱοῦ αβιασαφ υἱοῦ κορε καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ οἱ κορῖται ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς κυρίου φυλάσσοντες τὴν εἴσοδον
920καὶ φινεες υἱὸς ελεαζαρ ἡγούμενος ἦν ἐπ' αὐτῶν ἔμπροσθεν καὶ οὗτοι μετ' αὐτοῦ
921ζαχαριας υἱὸς μασαλαμι πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
922πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν ὁ καταλοχισμὸς αὐτῶν τούτους ἔστησεν δαυιδ καὶ σαμουηλ ὁ βλέπων τῇ πίστει αὐτῶν
923καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ κυρίου ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν
924κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι κατ' ἀνατολάς θάλασσαν βορρᾶν νότον
925καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων
926ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν οἱ λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ
927καὶ περικύκλῳ οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν ὅτι ἐπ' αὐτοὺς φυλακή καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ
928καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά
929καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως τοῦ οἴνου τοῦ ἐλαίου τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων
930καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα
931καὶ ματταθιας ἐκ τῶν λευιτῶν οὗτος ὁ πρωτότοκος τῷ σαλωμ τῷ κορίτῃ ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως
932καὶ βαναιας ὁ κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον
933καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν λευιτῶν διατεταγμέναι ἐφημερίαι ὅτι ἡμέρα καὶ νὺξ ἐπ' αὐτοῖς ἐν τοῖς ἔργοις
934οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες οὗτοι κατῴκησαν ἐν ιερουσαλημ
935καὶ ἐν γαβαων κατῴκησεν πατὴρ γαβαων ιιηλ καὶ ὄνομα γυναικὸς αὐτοῦ μοωχα
936καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος αβαδων καὶ σιρ καὶ κις καὶ βααλ καὶ νηρ καὶ ναδαβ
937καὶ γεδουρ καὶ ἀδελφὸς καὶ ζαχαρια καὶ μακελλωθ
938καὶ μακελλωθ ἐγέννησεν τὸν σαμαα καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν ιερουσαλημ μετὰ τῶν ἀδελφῶν αὐτῶν
939καὶ νηρ ἐγέννησεν τὸν κις καὶ κις ἐγέννησεν τὸν σαουλ καὶ σαουλ ἐγέννησεν τὸν ιωναθαν καὶ τὸν μελχισουε καὶ τὸν αμιναδαβ καὶ τὸν ισβααλ
940καὶ υἱὸς ιωναθαν μαριβααλ καὶ μαριβααλ ἐγέννησεν τὸν μιχα
941καὶ υἱοὶ μιχα φαιθων καὶ μαλαχ καὶ θαραχ
942καὶ αχαζ ἐγέννησεν τὸν ιαδα καὶ ιαδα ἐγέννησεν τὸν γαλεμεθ καὶ τὸν γαζμωθ καὶ τὸν ζαμβρι καὶ ζαμβρι ἐγέννησεν τὸν μασα
943καὶ μασα ἐγέννησεν τὸν βαανα ραφαια υἱὸς αὐτοῦ ελεασα υἱὸς αὐτοῦ εσηλ υἱὸς αὐτοῦ
944καὶ τῷ εσηλ ἓξ υἱοί καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν εσδρικαμ πρωτότοκος αὐτοῦ ισμαηλ καὶ σαρια καὶ αβδια καὶ αναν οὗτοι υἱοὶ εσηλ
101καὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς ισραηλ καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων καὶ ἔπεσον τραυματίαι ἐν ὄρει γελβουε
102καὶ κατεδίωξαν ἀλλόφυλοι ὀπίσω σαουλ καὶ ὀπίσω υἱῶν αὐτοῦ καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν ιωναθαν καὶ τὸν αμιναδαβ καὶ τὸν μελχισουε υἱοὺς σαουλ
103καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ σαουλ καὶ εὗρον αὐτὸν οἱ τοξόται ἐν τοῖς τόξοις καὶ πόνοις καὶ ἐπόνεσεν ἀπὸ τῶν τόξων
104καὶ εἶπεν σαουλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ σπάσαι τὴν ῥομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσίν μοι καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἐφοβεῖτο σφόδρα καὶ ἔλαβεν σαουλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ' αὐτήν
105καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανεν σαουλ καὶ ἔπεσεν καί γε αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν
106καὶ ἀπέθανεν σαουλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανεν
107καὶ εἶδεν πᾶς ἀνὴρ ισραηλ ὁ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν ισραηλ καὶ ὅτι ἀπέθανεν σαουλ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον καὶ ἦλθον ἀλλόφυλοι καὶ κατῴκησαν ἐν αὐταῖς
108καὶ ἐγένετο τῇ ἐχομένῃ καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας καὶ εὗρον τὸν σαουλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει γελβουε
109καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ
1010καὶ ἔθηκαν τὰ σκεύη αὐτοῦ ἐν οἴκῳ θεοῦ αὐτῶν καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ δαγων
1011καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες γαλααδ ἅπαντα ἃ ἐποίησαν ἀλλόφυλοι τῷ σαουλ καὶ τῷ ισραηλ
1012καὶ ἠγέρθησαν ἐκ γαλααδ πᾶς ἀνὴρ δυνατὸς καὶ ἔλαβον τὸ σῶμα σαουλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ καὶ ἤνεγκαν αὐτὰ εἰς ιαβις καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρῦν ἐν ιαβις καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας
1013καὶ ἀπέθανεν σαουλ ἐν ταῖς ἀνομίαις αὐτοῦ αἷς ἠνόμησεν τῷ κυρίῳ κατὰ τὸν λόγον κυρίου διότι οὐκ ἐφύλαξεν ὅτι ἐπηρώτησεν σαουλ ἐν τῷ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι καὶ ἀπεκρίνατο αὐτῷ σαμουηλ ὁ προφήτης
1014καὶ οὐκ ἐζήτησεν κύριον καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐπέστρεψεν τὴν βασιλείαν τῷ δαυιδ υἱῷ ιεσσαι
111καὶ ἦλθεν πᾶς ισραηλ πρὸς δαυιδ ἐν χεβρων λέγοντες ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς
112καὶ ἐχθὲς καὶ τρίτην ὄντος σαουλ βασιλέως σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν ισραηλ καὶ εἶπεν κύριος ὁ θεός σού σοι σὺ ποιμανεῖς τὸν λαόν μου τὸν ισραηλ καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ ισραηλ
113καὶ ἦλθον πάντες πρεσβύτεροι ισραηλ πρὸς τὸν βασιλέα εἰς χεβρων καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς δαυιδ διαθήκην ἐν χεβρων ἐναντίον κυρίου καὶ ἔχρισαν τὸν δαυιδ εἰς βασιλέα ἐπὶ ισραηλ κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς σαμουηλ
114καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες ισραηλ εἰς ιερουσαλημ αὕτη ιεβους καὶ ἐκεῖ οἱ ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν
115εἶπαν δὲ οἱ κατοικοῦντες ιεβους τῷ δαυιδ οὐκ εἰσελεύσῃ ὧδε καὶ προκατελάβετο τὴν περιοχὴν σιων αὕτη ἡ πόλις δαυιδ
116καὶ εἶπεν δαυιδ πᾶς τύπτων ιεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν καὶ ἀνέβη ἐπ' αὐτὴν ἐν πρώτοις ιωαβ υἱὸς σαρουια καὶ ἐγένετο εἰς ἄρχοντα
117καὶ ἐκάθισεν δαυιδ ἐν τῇ περιοχῇ διὰ τοῦτο ἐκάλεσεν αὐτὴν πόλιν δαυιδ
118καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν
119καὶ ἐπορεύετο δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος καὶ κύριος παντοκράτωρ μετ' αὐτοῦ
1110καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν οἳ ἦσαν τῷ δαυιδ οἱ κατισχύοντες μετ' αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς ισραηλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον κυρίου ἐπὶ ισραηλ
1111καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ δαυιδ ιεσεβααλ υἱὸς αχαμανι πρῶτος τῶν τριάκοντα οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί
1112καὶ μετ' αὐτὸν ελεαζαρ υἱὸς δωδαι ὁ αχωχι οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς
1113οὗτος ἦν μετὰ δαυιδ ἐν φασοδομιν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων
1114καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην
1115καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς δαυιδ εἰς τὸ σπήλαιον οδολλαμ καὶ παρεμβολὴ τῶν ἀλλοφύλων παρεμβεβλήκει ἐν τῇ κοιλάδι τῶν γιγάντων
1116καὶ δαυιδ τότε ἐν τῇ περιοχῇ καὶ τὸ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν βαιθλεεμ
1117καὶ ἐπεθύμησεν δαυιδ καὶ εἶπεν τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ
1118καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν βαιθλεεμ ὃς ἦν ἐν τῇ πύλῃ καὶ ἔλαβον καὶ ἦλθον πρὸς δαυιδ καὶ οὐκ ἠθέλησεν δαυιδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ
1119καὶ εἶπεν ἵλεώς μοι ὁ θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί
1120καὶ αβεσσα ἀδελφὸς ιωαβ οὗτος ἦν ἄρχων τῶν τριῶν οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν
1121ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο
1122καὶ βαναιας υἱὸς ιωδαε υἱὸς ἀνδρὸς δυνατοῦ πολλὰ ἔργα αὐτοῦ ὑπὲρ καβασαηλ οὗτος ἐπάταξεν τοὺς δύο αριηλ μωαβ καὶ οὗτος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος
1123καὶ οὗτος ἐπάταξεν τὸν ἄνδρα τὸν αἰγύπτιον ἄνδρα ὁρατὸν πεντάπηχυν καὶ ἐν χειρὶ τοῦ αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων καὶ κατέβη ἐπ' αὐτὸν βαναιας ἐν ῥάβδῳ καὶ ἀφείλατο ἐκ τῆς χειρὸς τοῦ αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ
1124ταῦτα ἐποίησεν βαναιας υἱὸς ιωδαε καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς
1125ὑπὲρ τοὺς τριάκοντα ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο καὶ κατέστησεν αὐτὸν δαυιδ ἐπὶ τὴν πατριὰν αὐτοῦ
1126καὶ δυνατοὶ τῶν δυνάμεων ασαηλ ἀδελφὸς ιωαβ ελεαναν υἱὸς δωδω ἐκ βαιθλαεμ
1127σαμμωθ ὁ αδι χελλης ὁ φελωνι
1128ωραι υἱὸς εκκης ὁ θεκωι αβιεζερ ὁ αναθωθι
1129σοβοχαι ὁ ασωθι ηλι ὁ αχωι
1130μοοραι ὁ νετωφαθι χολοδ υἱὸς νοοζα ὁ νετωφαθι
1131αιθι υἱὸς ριβαι ἐκ βουνοῦ βενιαμιν βαναιας ὁ φαραθωνι
1132ουρι ἐκ ναχαλιγαας αβιηλ ὁ γαραβεθθι
1133αζμωθ ὁ βεερμι ελιαβα ὁ σαλαβωνι
1134βενναιας οσομ ὁ γεννουνι ιωναθαν υἱὸς σωλα ὁ αραρι
1135αχιμ υἱὸς σαχαρ ὁ αραρι ελφαλ υἱὸς ουρ
1136οφαρ ὁ μοχοραθι αχια ὁ φελωνι
1137ησεραι ὁ χαρμαλι νααραι υἱὸς αζωβαι
1138ιωηλ ἀδελφὸς ναθαν μεβααρ υἱὸς αγαρι
1139σεληκ ὁ αμμωνι ναχωρ ὁ βερθι αἴρων σκεύη ιωαβ υἱοῦ σαρουια
1140ιρα ὁ ιεθηρι γαρηβ ὁ ιεθηρι
1141ουριας ὁ χεττι ζαβετ υἱὸς αχλια
1142αδινα υἱὸς σαιζα τοῦ ρουβην ἄρχων καὶ ἐπ' αὐτῷ τριάκοντα
1143αναν υἱὸς μοωχα καὶ ιωσαφατ ὁ βαιθανι
1144οζια ὁ ασταρωθι σαμμα καὶ ιιηλ υἱοὶ χωθαν τοῦ αραρι
1145ιεδιηλ υἱὸς σαμερι καὶ ιωαζαε ὁ ἀδελφὸς αὐτοῦ ὁ ιεασι
1146ελιηλ ὁ μιι καὶ ιαριβι καὶ ιωσια υἱὸς αὐτοῦ ελνααμ καὶ ιεθεμα ὁ μωαβίτης
1147αλιηλ καὶ ωβηδ καὶ ιεσιηλ ὁ μισαβια
121καὶ οὗτοι οἱ ἐλθόντες πρὸς δαυιδ εἰς σωκλαγ ἔτι συνεχομένου ἀπὸ προσώπου σαουλ υἱοῦ κις καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ
122καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις ἐκ τῶν ἀδελφῶν σαουλ ἐκ βενιαμιν
123ὁ ἄρχων αχιεζερ καὶ ιωας υἱὸς ασμα τοῦ γεβωθίτου καὶ ιωηλ καὶ ιωφαλητ υἱοὶ ασμωθ καὶ βερχια καὶ ιηουλ ὁ αναθωθι
124καὶ σαμαιας ὁ γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα
125ιερμιας καὶ ιεζιηλ καὶ ιωαναν καὶ ιωζαβαδ ὁ γαδαραθι
126ελιαζαι καὶ ιαριμουθ καὶ βααλια καὶ σαμαρια καὶ σαφατια ὁ χαραιφι
127ηλκανα καὶ ιησουνι καὶ οζριηλ καὶ ιωαζαρ καὶ ιεσβοαμ οἱ κορῖται
128καὶ ελια καὶ ζαβαδια υἱοὶ ιρααμ υἱοὶ τοῦ γεδωρ
129καὶ ἀπὸ τοῦ γαδδι ἐχωρίσθησαν πρὸς δαυιδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει
1210αζερ ὁ ἄρχων αβδια ὁ δεύτερος ελιαβ ὁ τρίτος
1211μασεμαννη ὁ τέταρτος ιερμια ὁ πέμπτος
1212εθθι ὁ ἕκτος ελιαβ ὁ ἕβδομος
1213ιωαναν ὁ ὄγδοος ελιαζερ ὁ ἔνατος
1214ιερμια ὁ δέκατος μαχαβανναι ὁ ἑνδέκατος
1215οὗτοι ἐκ τῶν υἱῶν γαδ ἄρχοντες τῆς στρατιᾶς εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις
1216οὗτοι οἱ διαβάντες τὸν ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν
1217καὶ ἦλθον ἀπὸ τῶν υἱῶν βενιαμιν καὶ ιουδα εἰς βοήθειαν τοῦ δαυιδ
1218καὶ δαυιδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς εἰ εἰς εἰρήνην ἥκατε πρός με εἴη μοι καρδία καθ' ἑαυτὴν ἐφ' ὑμᾶς καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός ἴδοι ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ ἐλέγξαιτο
1219καὶ πνεῦμα ἐνέδυσε τὸν αμασαι ἄρχοντα τῶν τριάκοντα καὶ εἶπεν πορεύου καὶ ὁ λαός σου δαυιδ υἱὸς ιεσσαι εἰρήνη εἰρήνη σοι καὶ εἰρήνη τοῖς βοηθοῖς σου ὅτι ἐβοήθησέν σοι ὁ θεός σου καὶ προσεδέξατο αὐτοὺς δαυιδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων
1220καὶ ἀπὸ μανασση προσεχώρησαν πρὸς δαυιδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ σαουλ εἰς πόλεμον καὶ οὐκ ἐβοήθησεν αὐτοῖς ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ σαουλ
1221ἐν τῷ πορευθῆναι αὐτὸν εἰς σωκλαγ προσεχώρησαν αὐτῷ ἀπὸ μανασση εδνα καὶ ιωζαβαθ καὶ ιωδιηλ καὶ μιχαηλ καὶ ιωσαβεθ καὶ ελιμουθ καὶ σελαθι ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ μανασση
1222καὶ αὐτοὶ συνεμάχησαν τῷ δαυιδ ἐπὶ τὸν γεδδουρ ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει
1223ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς δαυιδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ
1224καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς οἱ ἐλθόντες πρὸς δαυιδ εἰς χεβρων τοῦ ἀποστρέψαι τὴν βασιλείαν σαουλ πρὸς αὐτὸν κατὰ τὸν λόγον κυρίου
1225υἱοὶ ιουδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως
1226τῶν υἱῶν συμεων δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν
1227τῶν υἱῶν λευι τετρακισχίλιοι ἑξακόσιοι
1228καὶ ιωαδαε ὁ ἡγούμενος τῷ ααρων καὶ μετ' αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι
1229καὶ σαδωκ νέος δυνατὸς ἰσχύι καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο
1230καὶ ἐκ τῶν υἱῶν βενιαμιν τῶν ἀδελφῶν σαουλ τρεῖς χιλιάδες καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου σαουλ
1231καὶ ἀπὸ υἱῶν εφραιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ ἰσχύι ἄνδρες ὀνομαστοὶ κατ' οἴκους πατριῶν αὐτῶν
1232καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς μανασση δέκα ὀκτὼ χιλιάδες οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν δαυιδ
1233καὶ ἀπὸ τῶν υἱῶν ισσαχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς γινώσκοντες τί ποιήσαι ισραηλ εἰς τὰς ἀρχὰς αὐτῶν διακόσιοι καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ' αὐτῶν
1234καὶ ἀπὸ ζαβουλων ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ δαυιδ οὐχ ἑτεροκλινῶς
1235καὶ ἀπὸ νεφθαλι ἄρχοντες χίλιοι καὶ μετ' αὐτῶν ἐν θυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες
1236καὶ ἀπὸ τῶν δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι
1237καὶ ἀπὸ τοῦ ασηρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες
1238καὶ ἐκ πέραν τοῦ ιορδάνου ἀπὸ ρουβην καὶ γαδδι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς μανασση ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες
1239πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς χεβρων τοῦ βασιλεῦσαι τὸν δαυιδ ἐπὶ πάντα ισραηλ καὶ ὁ κατάλοιπος ισραηλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν δαυιδ
1240καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες ὅτι ἡτοίμασαν αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν
1241καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως ισσαχαρ καὶ ζαβουλων καὶ νεφθαλι ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα ἄλευρα παλάθας σταφίδας οἶνον καὶ ἔλαιον μόσχους καὶ πρόβατα εἰς πλῆθος ὅτι εὐφροσύνη ἐν ισραηλ
131καὶ ἐβουλεύσατο δαυιδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων παντὶ ἡγουμένῳ
132καὶ εἶπεν δαυιδ τῇ πάσῃ ἐκκλησίᾳ ισραηλ εἰ ἐφ' ὑμῖν ἀγαθὸν καὶ παρὰ κυρίου θεοῦ ἡμῶν εὐοδωθῇ ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ ισραηλ καὶ μετ' αὐτῶν οἱ ἱερεῖς οἱ λευῖται ἐν πόλεσιν κατασχέσεως αὐτῶν καὶ συναχθήσονται πρὸς ἡμᾶς
133καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν πρὸς ἡμᾶς ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ' ἡμερῶν σαουλ
134καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ
135καὶ ἐξεκκλησίασεν δαυιδ τὸν πάντα ισραηλ ἀπὸ ὁρίων αἰγύπτου καὶ ἕως εἰσόδου ημαθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ θεοῦ ἐκ πόλεως ιαριμ
136καὶ ἀνήγαγεν αὐτὴν δαυιδ καὶ πᾶς ισραηλ ἀνέβη εἰς πόλιν δαυιδ ἣ ἦν τοῦ ιουδα τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ κυρίου καθημένου ἐπὶ χερουβιν οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ
137καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ θεοῦ ἐπὶ ἅμαξαν καινὴν ἐξ οἴκου αμιναδαβ καὶ οζα καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν
138καὶ δαυιδ καὶ πᾶς ισραηλ παίζοντες ἐναντίον τοῦ θεοῦ ἐν πάσῃ δυνάμει καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν
139καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος καὶ ἐξέτεινεν οζα τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος
1310καὶ ἐθυμώθη ὀργῇ κύριος ἐπὶ οζα καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ θεοῦ
1311καὶ ἠθύμησεν δαυιδ ὅτι διέκοψεν κύριος διακοπὴν ἐν οζα καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον διακοπὴ οζα ἕως τῆς ἡμέρας ταύτης
1312καὶ ἐφοβήθη δαυιδ τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων πῶς εἰσοίσω πρὸς ἐμαυτὸν τὴν κιβωτὸν τοῦ θεοῦ
1313καὶ οὐκ ἀπέστρεψεν δαυιδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν δαυιδ καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον αβεδδαρα τοῦ γεθθαίου
1314καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ θεοῦ ἐν οἴκῳ αβεδδαρα τρεῖς μῆνας καὶ εὐλόγησεν ὁ θεὸς αβεδδαραμ καὶ πάντα τὰ αὐτοῦ
141καὶ ἀπέστειλεν χιραμ βασιλεὺς τύρου ἀγγέλους πρὸς δαυιδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον
142καὶ ἔγνω δαυιδ ὅτι ἡτοίμησεν αὐτὸν κύριος ἐπὶ ισραηλ ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ ισραηλ
143καὶ ἔλαβεν δαυιδ ἔτι γυναῖκας ἐν ιερουσαλημ καὶ ἐτέχθησαν δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες
144καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων οἳ ἦσαν αὐτῷ ἐν ιερουσαλημ σαμαα ισοβααμ ναθαν σαλωμων
145καὶ ιβααρ καὶ ελισαε καὶ ελιφαλετ
146καὶ ναγε καὶ ναφαγ καὶ ιανουου
147καὶ ελισαμαε καὶ βαλεγδαε καὶ ελιφαλετ
148καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη δαυιδ βασιλεὺς ἐπὶ πάντα ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν δαυιδ καὶ ἤκουσεν δαυιδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς
149καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων
1410καὶ ἠρώτησεν δαυιδ διὰ τοῦ θεοῦ λέγων εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου καὶ εἶπεν αὐτῷ κύριος ἀνάβηθι καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου
1411καὶ ἀνέβη εἰς βααλφαρασιν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ δαυιδ καὶ εἶπεν δαυιδ διέκοψεν ὁ θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου διακοπὴ φαρασιν
1412καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν καὶ εἶπεν δαυιδ κατακαῦσαι αὐτοὺς ἐν πυρί
1413καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων
1414καὶ ἠρώτησεν δαυιδ ἔτι ἐν θεῷ καὶ εἶπεν αὐτῷ ὁ θεός οὐ πορεύσῃ ὀπίσω αὐτῶν ἀποστρέφου ἀπ' αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων
1415καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων τότε ἐξελεύσῃ εἰς τὸν πόλεμον ὅτι ἐξῆλθεν ὁ θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων
1416καὶ ἐποίησεν καθὼς ἐνετείλατο αὐτῷ ὁ θεός καὶ ἐπάταξεν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ γαβαων ἕως γαζαρα
1417καὶ ἐγένετο ὄνομα δαυιδ ἐν πάσῃ τῇ γῇ καὶ κύριος ἔδωκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη
151καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει δαυιδ καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν
152τότε εἶπεν δαυιδ οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλ' ἢ τοὺς λευίτας ὅτι αὐτοὺς ἐξελέξατο κύριος αἴρειν τὴν κιβωτὸν κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος
153καὶ ἐξεκκλησίασεν δαυιδ τὸν πάντα ισραηλ εἰς ιερουσαλημ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν κυρίου εἰς τὸν τόπον ὃν ἡτοίμασεν αὐτῇ
154καὶ συνήγαγεν δαυιδ τοὺς υἱοὺς ααρων καὶ τοὺς λευίτας
155τῶν υἱῶν κααθ ουριηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν εἴκοσι
156τῶν υἱῶν μεραρι ασαια ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι πεντήκοντα
157τῶν υἱῶν γηρσαμ ιωηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν πεντήκοντα
158τῶν υἱῶν ελισαφαν σαμαιας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι
159τῶν υἱῶν χεβρων ελιηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ὀγδοήκοντα
1510τῶν υἱῶν οζιηλ αμιναδαβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν δέκα δύο
1511καὶ ἐκάλεσεν δαυιδ τὸν σαδωκ καὶ αβιαθαρ τοὺς ἱερεῖς καὶ τοὺς λευίτας τὸν ουριηλ ασαια ιωηλ σαμαιαν ελιηλ αμιναδαβ
1512καὶ εἶπεν αὐτοῖς ὑμεῖς ἄρχοντες πατριῶν τῶν λευιτῶν ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ θεοῦ ισραηλ οὗ ἡτοίμασα αὐτῇ
1513ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ θεὸς ἡμῶν ἐν ἡμῖν ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι
1514καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν θεοῦ ισραηλ
1515καὶ ἔλαβον οἱ υἱοὶ τῶν λευιτῶν τὴν κιβωτὸν τοῦ θεοῦ ὡς ἐνετείλατο μωυσῆς ἐν λόγῳ θεοῦ κατὰ τὴν γραφήν ἐν ἀναφορεῦσιν ἐπ' αὐτούς
1516καὶ εἶπεν δαυιδ τοῖς ἄρχουσιν τῶν λευιτῶν στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις ᾠδῶν νάβλαις καὶ κινύραις καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης
1517καὶ ἔστησαν οἱ λευῖται τὸν αιμαν υἱὸν ιωηλ ἐκ τῶν ἀδελφῶν αὐτοῦ ασαφ υἱὸς βαραχια καὶ ἐκ τῶν υἱῶν μεραρι ἀδελφῶν αὐτοῦ αιθαν υἱὸς κισαιου
1518καὶ μετ' αὐτῶν ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι ζαχαριας καὶ οζιηλ καὶ σεμιραμωθ καὶ ιιηλ καὶ ωνι καὶ ελιαβ καὶ βαναια καὶ μαασαια καὶ ματταθια καὶ ελιφαλια καὶ μακενια καὶ αβδεδομ καὶ ιιηλ καὶ οζιας οἱ πυλωροί
1519καὶ οἱ ψαλτῳδοί αιμαν ασαφ καὶ αιθαν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι
1520ζαχαριας καὶ οζιηλ σεμιραμωθ ιιηλ ωνι ελιαβ μασαιας βαναιας ἐν νάβλαις ἐπὶ αλαιμωθ
1521καὶ ματταθιας καὶ ελιφαλιας καὶ μακενιας καὶ αβδεδομ καὶ ιιηλ καὶ οζιας ἐν κινύραις αμασενιθ τοῦ ἐνισχῦσαι
1522καὶ χωνενια ἄρχων τῶν λευιτῶν ἄρχων τῶν ᾠδῶν ὅτι συνετὸς ἦν
1523καὶ βαραχια καὶ ηλκανα πυλωροὶ τῆς κιβωτοῦ
1524καὶ σοβνια καὶ ιωσαφατ καὶ ναθαναηλ καὶ αμασαι καὶ ζαχαρια καὶ βαναι καὶ ελιεζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ αβδεδομ καὶ ιια πυλωροὶ τῆς κιβωτοῦ τοῦ θεοῦ
1525καὶ ἦν δαυιδ καὶ οἱ πρεσβύτεροι ισραηλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐξ οἴκου αβδεδομ ἐν εὐφροσύνῃ
1526καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν θεὸν τοὺς λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς
1527καὶ δαυιδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ χωνενιας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ἀ|δόντων καὶ ἐπὶ δαυιδ στολὴ βυσσίνη
1528καὶ πᾶς ισραηλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφερ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις ἀναφωνοῦντες νάβλαις καὶ ἐν κινύραις
1529καὶ ἐγένετο κιβωτὸς διαθήκης κυρίου καὶ ἦλθεν ἕως πόλεως δαυιδ καὶ μελχολ θυγάτηρ σαουλ παρέκυψεν διὰ τῆς θυρίδος καὶ εἶδεν τὸν βασιλέα δαυιδ ὀρχούμενον καὶ παίζοντα καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς
161καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ δαυιδ καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον τοῦ θεοῦ
162καὶ συνετέλεσεν δαυιδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου
163καὶ διεμέρισεν παντὶ ἀνδρὶ ισραηλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην
164καὶ ἔταξεν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης κυρίου ἐκ τῶν λευιτῶν λειτουργοῦντας ἀναφωνοῦντας καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν κύριον τὸν θεὸν ισραηλ
165ασαφ ὁ ἡγούμενος καὶ δευτερεύων αὐτῷ ζαχαριας ιιηλ σεμιραμωθ ιιηλ ματταθιας ελιαβ καὶ βαναιας καὶ αβδεδομ καὶ ιιηλ ἐν ὀργάνοις νάβλαις καὶ κινύραις καὶ ασαφ ἐν κυμβάλοις ἀναφωνῶν
166καὶ βαναιας καὶ οζιηλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ
167ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τότε ἔταξεν δαυιδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ ασαφ καὶ τῶν ἀδελφῶν αὐτοῦ
168ἐξομολογεῖσθε τῷ κυρίῳ ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ
169ᾄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ διηγήσασθε πᾶσιν τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν κύριος
1610αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ
1611ζητήσατε τὸν κύριον καὶ ἰσχύσατε ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός
1612μνημονεύετε τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ
1613σπέρμα ισραηλ παῖδες αὐτοῦ υἱοὶ ιακωβ ἐκλεκτοὶ αὐτοῦ
1614αὐτὸς κύριος ὁ θεὸς ἡμῶν ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ
1615μνημονεύων εἰς αἰῶνα διαθήκης αὐτοῦ λόγον αὐτοῦ ὃν ἐνετείλατο εἰς χιλίας γενεάς
1616ὃν διέθετο τῷ αβρααμ καὶ τὸν ὅρκον αὐτοῦ τῷ ισαακ
1617ἔστησεν αὐτὸν τῷ ιακωβ εἰς πρόσταγμα τῷ ισραηλ διαθήκην αἰώνιον
1618λέγων σοὶ δώσω τὴν γῆν χανααν σχοίνισμα κληρονομίας ὑμῶν
1619ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ
1620καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον
1621οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτοὺς καὶ ἤλεγξεν περὶ αὐτῶν βασιλεῖς
1622μὴ ἅψησθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε
1623ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ
1625ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς
1626ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα καὶ ὁ θεὸς ἡμῶν οὐρανὸν ἐποίησεν
1627δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ
1628δότε τῷ κυρίῳ πατριαὶ τῶν ἐθνῶν δότε τῷ κυρίῳ δόξαν καὶ ἰσχύν
1629δότε τῷ κυρίῳ δόξαν ὀνόματος αὐτοῦ λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ
1630φοβηθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ κατορθωθήτω ἡ γῆ καὶ μὴ σαλευθήτω
1631εὐφρανθήτω ὁ οὐρανός καὶ ἀγαλλιάσθω ἡ γῆ καὶ εἰπάτωσαν ἐν τοῖς ἔθνεσιν κύριος βασιλεύων
1632βομβήσει ἡ θάλασσα σὺν τῷ πληρώματι καὶ ξύλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷ
1633τότε εὐφρανθήσεται τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου κυρίου ὅτι ἦλθεν κρῖναι τὴν γῆν
1634ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
1635καὶ εἴπατε σῶσον ἡμᾶς ὁ θεὸς τῆς σωτηρίας ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσίν σου
1636εὐλογημένος κύριος ὁ θεὸς ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος καὶ ἐρεῖ πᾶς ὁ λαός αμην καὶ ᾔνεσαν τῷ κυρίῳ
1637καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης κυρίου τὸν ασαφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διὰ παντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν
1638καὶ αβδεδομ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑξήκοντα καὶ ὀκτώ καὶ αβδεδομ υἱὸς ιδιθων καὶ οσσα εἰς πυλωρούς
1639καὶ τὸν σαδωκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον σκηνῆς κυρίου ἐν βαμα τῇ ἐν γαβαων
1640τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πρωὶ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ κυρίου ὅσα ἐνετείλατο ἐφ' υἱοῖς ισραηλ ἐν χειρὶ μωυσῆ τοῦ θεράποντος τοῦ θεοῦ
1641καὶ μετ' αὐτοῦ αιμαν καὶ ιδιθων καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ' ὀνόματος τοῦ αἰνεῖν τὸν κύριον ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
1642καὶ μετ' αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ θεοῦ υἱοὶ ιδιθων εἰς τὴν πύλην
1643καὶ ἐπορεύθη ἅπας ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐπέστρεψεν δαυιδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ
171καὶ ἐγένετο ὡς κατῴκησεν δαυιδ ἐν οἴκῳ αὐτοῦ καὶ εἶπεν δαυιδ πρὸς ναθαν τὸν προφήτην ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ καὶ ἡ κιβωτὸς διαθήκης κυρίου ὑποκάτω δέρρεων
172καὶ εἶπεν ναθαν πρὸς δαυιδ πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει ὅτι ὁ θεὸς μετὰ σοῦ
173καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος κυρίου πρὸς ναθαν λέγων
174πορεύου καὶ εἰπὸν πρὸς δαυιδ τὸν παῖδά μου οὕτως εἶπεν κύριος οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ
175ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν ισραηλ ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καταλύματι
176ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ ισραηλ εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν ισραηλ τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον
177καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου δαυιδ τάδε λέγει κύριος παντοκράτωρ ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ισραηλ
178καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύθης καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς
179καὶ θήσομαι τόπον τῷ λαῷ μου ισραηλ καὶ καταφυτεύσω αὐτόν καὶ κατασκηνώσει καθ' ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι καὶ οὐ προσθήσει ἀδικία τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ' ἀρχῆς
1710καὶ ἀφ' ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου ισραηλ καὶ ἐταπείνωσα ἅπαντας τοὺς ἐχθρούς σου καὶ αὐξήσω σε καὶ οἶκον οἰκοδομήσει σοι κύριος
1711καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ ὃς ἔσται ἐκ τῆς κοιλίας σου καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ
1712αὐτὸς οἰκοδομήσει μοι οἶκον καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος
1713ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσθέν σου
1714καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος
1715κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην οὕτως ἐλάλησεν ναθαν πρὸς δαυιδ
1716καὶ ἦλθεν ὁ βασιλεὺς δαυιδ καὶ ἐκάθισεν ἀπέναντι κυρίου καὶ εἶπεν τίς εἰμι ἐγώ κύριε ὁ θεός καὶ τίς ὁ οἶκός μου ὅτι ἠγάπησάς με ἕως αἰῶνος
1717καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου ὁ θεός καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν καὶ ἐπεῖδές με ὡς ὅρασις ἀνθρώπου καὶ ὕψωσάς με κύριε ὁ θεός
1718τί προσθήσει ἔτι δαυιδ πρὸς σὲ τοῦ δοξάσαι καὶ σὺ τὸν δοῦλόν σου οἶδας
1719καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην
1720κύριε οὐκ ἔστιν ὅμοιός σοι καὶ οὐκ ἔστιν πλὴν σοῦ κατὰ πάντα ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν
1721καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου ισραηλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι ἑαυτῷ λαὸν τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανὲς τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου οὓς ἐλυτρώσω ἐξ αἰγύπτου ἔθνη
1722καὶ ἔδωκας τὸν λαόν σου ισραηλ σεαυτῷ λαὸν ἕως αἰῶνος καὶ σύ κύριε αὐτοῖς εἰς θεόν
1723καὶ νῦν κύριε ὁ λόγος σου ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πιστωθήτω ἕως αἰῶνος
1724λεγόντων κύριε κύριε παντοκράτωρ θεὸς ισραηλ καὶ ὁ οἶκος δαυιδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου
1725ὅτι σύ κύριε ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου
1726καὶ νῦν κύριε σὺ εἶ αὐτὸς ὁ θεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα
1727καὶ νῦν ἤρξω τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου ὅτι σύ κύριε εὐλόγησας καὶ εὐλόγησον εἰς τὸν αἰῶνα
181καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβεν τὴν γεθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων
182καὶ ἐπάταξεν τὴν μωαβ καὶ ἦσαν μωαβ παῖδες τῷ δαυιδ φέροντες δῶρα
183καὶ ἐπάταξεν δαυιδ τὸν αδρααζαρ βασιλέα σουβα ημαθ πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν εὐφράτην
184καὶ προκατελάβετο δαυιδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν καὶ παρέλυσεν δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα
185καὶ ἦλθεν σύρος ἐκ δαμασκοῦ βοηθῆσαι αδρααζαρ βασιλεῖ σουβα καὶ ἐπάταξεν δαυιδ ἐν τῷ σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν
186καὶ ἔθετο δαυιδ φρουρὰν ἐν συρίᾳ τῇ κατὰ δαμασκόν καὶ ἦσαν τῷ δαυιδ εἰς παῖδας φέροντας δῶρα καὶ ἔσῳζεν κύριος τὸν δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο
187καὶ ἔλαβεν δαυιδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς οἳ ἦσαν ἐπὶ τοὺς παῖδας αδρααζαρ καὶ ἤνεγκεν αὐτοὺς εἰς ιερουσαλημ
188καὶ ἐκ τῆς μεταβηχας καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν αδρααζαρ ἔλαβεν δαυιδ χαλκὸν πολὺν σφόδρα ἐξ αὐτοῦ ἐποίησεν σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ
189καὶ ἤκουσεν θωα βασιλεὺς ημαθ ὅτι ἐπάταξεν δαυιδ τὴν πᾶσαν δύναμιν αδρααζαρ βασιλέως σουβα
1810καὶ ἀπέστειλεν τὸν ιδουραμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα δαυιδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀνὴρ πολέμιος θωα ἦν τῷ αδρααζαρ καὶ πάντα τὰ σκεύη ἀργυρᾶ καὶ χρυσᾶ
1811καὶ ταῦτα ἡγίασεν δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν ἐξ ιδουμαίας καὶ μωαβ καὶ ἐξ υἱῶν αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ αμαληκ
1812καὶ αβεσσα υἱὸς σαρουια ἐπάταξεν τὴν ιδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν ὀκτὼ καὶ δέκα χιλιάδας
1813καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς καὶ ἦσαν πάντες οἱ ιδουμαῖοι παῖδες δαυιδ καὶ ἔσῳζεν κύριος τὸν δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο
1814καὶ ἐβασίλευσεν δαυιδ ἐπὶ πάντα ισραηλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ
1815καὶ ιωαβ υἱὸς σαρουια ἐπὶ τῆς στρατιᾶς καὶ ιωσαφατ υἱὸς αχιλουδ ὑπομνηματογράφος
1816καὶ σαδωκ υἱὸς αχιτωβ καὶ αχιμελεχ υἱὸς αβιαθαρ ἱερεῖς καὶ σουσα γραμματεὺς
1817καὶ βαναιας υἱὸς ιωδαε ἐπὶ τοῦ χερεθθι καὶ τοῦ φελεθθι καὶ υἱοὶ δαυιδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως
191καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανεν ναας βασιλεὺς υἱῶν αμμων καὶ ἐβασίλευσεν αναν υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
192καὶ εἶπεν δαυιδ ποιήσω ἔλεος μετὰ αναν υἱοῦ ναας ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ' ἐμοῦ ἔλεος καὶ ἀπέστειλεν ἀγγέλους δαυιδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ καὶ ἦλθον παῖδες δαυιδ εἰς γῆν υἱῶν αμμων τοῦ παρακαλέσαι αὐτόν
193καὶ εἶπον ἄρχοντες αμμων πρὸς αναν μὴ δοξάζων δαυιδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακαλοῦντας οὐχ ὅπως ἐξερευνήσωσιν τὴν πόλιν τοῦ κατασκοπῆσαι τὴν γῆν ἦλθον παῖδες αὐτοῦ πρὸς σέ
194καὶ ἔλαβεν αναν τοὺς παῖδας δαυιδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφεῖλεν τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς καὶ ἀπέστειλεν αὐτούς
195καὶ ἦλθον ἀπαγγεῖλαι τῷ δαυιδ περὶ τῶν ἀνδρῶν καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα καὶ εἶπεν ὁ βασιλεύς καθίσατε ἐν ιεριχω ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἀνακάμψατε
196καὶ εἶδον οἱ υἱοὶ αμμων ὅτι ᾐσχύνθη λαὸς δαυιδ καὶ ἀπέστειλεν αναν καὶ οἱ υἱοὶ αμμων χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ συρίας μεσοποταμίας καὶ ἐκ συρίας μοοχα καὶ ἐκ σωβα ἅρματα καὶ ἱππεῖς
197καὶ ἐμισθώσαντο ἑαυτοῖς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα μωχα καὶ τὸν λαὸν αὐτοῦ καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι μαιδαβα καὶ οἱ υἱοὶ αμμων συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἦλθον εἰς τὸ πολεμῆσαι
198καὶ ἤκουσεν δαυιδ καὶ ἀπέστειλεν τὸν ιωαβ καὶ πᾶσαν τὴν στρατιὰν τῶν δυνατῶν
199καὶ ἐξῆλθον οἱ υἱοὶ αμμων καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθ' ἑαυτοὺς ἐν τῷ πεδίῳ
1910καὶ εἶδεν ιωαβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ ισραηλ καὶ παρετάξαντο ἐναντίον τοῦ σύρου
1911καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ αβεσσα ἀδελφοῦ αὐτοῦ καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν αμμων
1912καὶ εἶπεν ἐὰν κρατήσῃ ὑπὲρ ἐμὲ σύρος καὶ ἔσῃ μοι εἰς σωτηρίαν καὶ ἐὰν υἱοὶ αμμων κρατήσωσιν ὑπὲρ σέ καὶ σώσω σε
1913ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν καὶ κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιήσει
1914καὶ παρετάξατο ιωαβ καὶ ὁ λαὸς ὁ μετ' αὐτοῦ κατέναντι σύρων εἰς πόλεμον καὶ ἔφυγον ἀπ' αὐτοῦ
1915καὶ οἱ υἱοὶ αμμων εἶδον ὅτι ἔφυγον σύροι καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου ιωαβ καὶ ἀπὸ προσώπου αβεσσα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ ἦλθεν ιωαβ εἰς ιερουσαλημ
1916καὶ εἶδεν σύρος ὅτι ἐτροπώσατο αὐτὸν ισραηλ καὶ ἀπέστειλεν ἀγγέλους καὶ ἐξήγαγον τὸν σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ καὶ σωφαχ ἀρχιστράτηγος δυνάμεως αδρααζαρ ἔμπροσθεν αὐτῶν
1917καὶ ἀπηγγέλη τῷ δαυιδ καὶ συνήγαγεν τὸν πάντα ισραηλ καὶ διέβη τὸν ιορδάνην καὶ ἦλθεν ἐπ' αὐτοὺς καὶ παρετάξατο ἐπ' αὐτούς καὶ παρατάσσεται σύρος ἐξ ἐναντίας δαυιδ καὶ ἐπολέμησαν αὐτόν
1918καὶ ἔφυγεν σύρος ἀπὸ προσώπου δαυιδ καὶ ἀπέκτεινεν δαυιδ ἀπὸ τοῦ σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζῶν καὶ τὸν σωφαχ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν
1919καὶ εἶδον παῖδες αδρααζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου ισραηλ καὶ διέθεντο μετὰ δαυιδ καὶ ἐδούλευσαν αὐτῷ καὶ οὐκ ἠθέλησεν σύρος τοῦ βοηθῆσαι τοῖς υἱοῖς αμμων ἔτι
201καὶ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν ιωαβ πᾶσαν τὴν δύναμιν τῆς στρατιᾶς καὶ ἔφθειραν τὴν χώραν υἱῶν αμμων καὶ ἦλθεν καὶ περιεκάθισεν τὴν ραββα καὶ δαυιδ ἐκάθητο ἐν ιερουσαλημ καὶ ἐπάταξεν ιωαβ τὴν ραββα καὶ κατέσκαψεν αὐτήν
202καὶ ἔλαβεν δαυιδ τὸν στέφανον μολχολ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ ἐν αὐτῷ λίθος τίμιος καὶ ἦν ἐπὶ τὴν κεφαλὴν δαυιδ καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα
203καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν καὶ διέπρισεν πρίοσιν καὶ ἐν σκεπάρνοις σιδηροῖς καὶ οὕτως ἐποίησεν δαυιδ τοῖς πᾶσιν υἱοῖς αμμων καὶ ἀνέστρεψεν δαυιδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς ιερουσαλημ
204καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν γαζερ μετὰ τῶν ἀλλοφύλων τότε ἐπάταξεν σοβοχαι ὁ ουσαθι τὸν σαφου ἀπὸ τῶν υἱῶν τῶν γιγάντων καὶ ἐταπείνωσεν αὐτόν
205καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων καὶ ἐπάταξεν ελλαναν υἱὸς ιαϊρ τὸν λεεμι ἀδελφὸν γολιαθ τοῦ γεθθαίου καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων
206καὶ ἐγένετο ἔτι πόλεμος ἐν γεθ καὶ ἦν ἀνὴρ ὑπερμεγέθης καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἕξ εἴκοσι τέσσαρες καὶ οὗτος ἦν ἀπόγονος γιγάντων
207καὶ ὠνείδισεν τὸν ισραηλ καὶ ἐπάταξεν αὐτὸν ιωναθαν υἱὸς σαμαα ἀδελφοῦ δαυιδ
208οὗτοι ἐγένοντο ραφα ἐν γεθ πάντες ἦσαν τέσσαρες γίγαντες καὶ ἔπεσον ἐν χειρὶ δαυιδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ
211καὶ ἔστη διάβολος ἐν τῷ ισραηλ καὶ ἐπέσεισεν τὸν δαυιδ τοῦ ἀριθμῆσαι τὸν ισραηλ
212καὶ εἶπεν ὁ βασιλεὺς δαυιδ πρὸς ιωαβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως πορεύθητε ἀριθμήσατε τὸν ισραηλ ἀπὸ βηρσαβεε καὶ ἕως δαν καὶ ἐνέγκατε πρός με καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν
213καὶ εἶπεν ιωαβ προσθείη κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ ὡς αὐτοὶ ἑκατονταπλασίως καὶ οἱ ὀφθαλμοὶ κυρίου μου τοῦ βασιλέως βλέποντες πάντες τῷ κυρίῳ μου παῖδες ἵνα τί ζητεῖ ὁ κύριός μου τοῦτο ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ ισραηλ
214τὸ δὲ ῥῆμα τοῦ βασιλέως ἐκραταιώθη ἐπὶ τῷ ιωαβ καὶ ἐξῆλθεν ιωαβ καὶ διῆλθεν ἐν παντὶ ὁρίῳ ισραηλ καὶ ἦλθεν εἰς ιερουσαλημ
215καὶ ἔδωκεν ιωαβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ δαυιδ καὶ ἦν πᾶς ισραηλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν καὶ ιουδας τετρακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν
216καὶ τὸν λευι καὶ τὸν βενιαμιν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν ὅτι κατίσχυσεν λόγος τοῦ βασιλέως τὸν ιωαβ
217καὶ πονηρὸν ἐφάνη ἐναντίον τοῦ θεοῦ περὶ τοῦ πράγματος τούτου καὶ ἐπάταξεν τὸν ισραηλ
218καὶ εἶπεν δαυιδ πρὸς τὸν θεόν ἡμάρτηκα σφόδρα ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου ὅτι ἐματαιώθην σφόδρα
219καὶ ἐλάλησεν κύριος πρὸς γαδ ὁρῶντα δαυιδ λέγων
2110πορεύου καὶ λάλησον πρὸς δαυιδ λέγων οὕτως λέγει κύριος τρία αἴρω ἐγὼ ἐπὶ σέ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι
2111καὶ ἦλθεν γαδ πρὸς δαυιδ καὶ εἶπεν αὐτῷ οὕτως λέγει κύριος ἔκλεξαι σεαυτῷ
2112ἢ τρία ἔτη λιμοῦ ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου καὶ μάχαιραν ἐχθρῶν σου τοῦ ἐξολεθρεῦσαι ἢ τρεῖς ἡμέρας ῥομφαίαν κυρίου καὶ θάνατον ἐν τῇ γῇ καὶ ἄγγελος κυρίου ἐξολεθρεύων ἐν πάσῃ κληρονομίᾳ ισραηλ καὶ νῦν ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με λόγον
2113καὶ εἶπεν δαυιδ πρὸς γαδ στενά μοι καὶ τὰ τρία σφόδρα ἐμπεσοῦμαι δὴ εἰς χεῖρας κυρίου ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω
2114καὶ ἔδωκεν κύριος θάνατον ἐν ισραηλ καὶ ἔπεσον ἐξ ισραηλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν
2115καὶ ἀπέστειλεν ὁ θεὸς ἄγγελον εἰς ιερουσαλημ τοῦ ἐξολεθρεῦσαι αὐτήν καὶ ὡς ἐξωλέθρευσεν εἶδεν κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ ἐξολεθρεύοντι ἱκανούσθω σοι ἄνες τὴν χεῖρά σου καὶ ὁ ἄγγελος κυρίου ἑστὼς ἐν τῷ ἅλῳ ορνα τοῦ ιεβουσαίου
2116καὶ ἐπῆρεν δαυιδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ἄγγελον κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ ιερουσαλημ καὶ ἔπεσεν δαυιδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν
2117καὶ εἶπεν δαυιδ πρὸς τὸν θεόν οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ καὶ ἐγώ εἰμι ὁ ἁμαρτών κακοποιῶν ἐκακοποίησα καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν κύριε ὁ θεός γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν κύριε
2118καὶ ἄγγελος κυρίου εἶπεν τῷ γαδ τοῦ εἰπεῖν πρὸς δαυιδ ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον τῷ κυρίῳ ἐν ἅλῳ ορνα τοῦ ιεβουσαίου
2119καὶ ἀνέβη δαυιδ κατὰ τὸν λόγον γαδ ὃν ἐλάλησεν ἐν ὀνόματι κυρίου
2120καὶ ἐπέστρεψεν ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τέσσαρες υἱοὶ αὐτοῦ μετ' αὐτοῦ μεθαχαβιν καὶ ορνα ἦν ἀλοῶν πυρούς
2121καὶ ἦλθεν δαυιδ πρὸς ορναν καὶ ορνα ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησεν τῷ δαυιδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν
2122καὶ εἶπεν δαυιδ πρὸς ορνα δός μοι τὸν τόπον σου τῆς ἅλω καὶ οἰκοδομήσω ἐπ' αὐτῷ θυσιαστήριον τῷ κυρίῳ ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ
2123καὶ εἶπεν ορνα πρὸς δαυιδ λαβὲ σεαυτῷ καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον αὐτοῦ ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον καὶ τὰς ἁμάξας εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν τὰ πάντα δέδωκα
2124καὶ εἶπεν ὁ βασιλεὺς δαυιδ τῷ ορνα οὐχί ὅτι ἀγοράζων ἀγοράζω ἐν ἀργυρίῳ ἀξίῳ ὅτι οὐ μὴ λάβω ἅ ἐστίν σοι κυρίῳ τοῦ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν κυρίῳ
2125καὶ ἔδωκεν δαυιδ τῷ ορνα ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους
2126καὶ ᾠκοδόμησεν δαυιδ ἐκεῖ θυσιαστήριον κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου καὶ ἐβόησεν πρὸς κύριον καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατανάλωσεν τὴν ὁλοκαύτωσιν
2127καὶ εἶπεν κύριος πρὸς τὸν ἄγγελον καὶ κατέθηκεν τὴν ῥομφαίαν εἰς τὸν κολεόν
2128ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν δαυιδ ὅτι ἐπήκουσεν αὐτῷ κύριος ἐν τῷ ἅλῳ ορνα τοῦ ιεβουσαίου καὶ ἐθυσίασεν ἐκεῖ
2129καὶ σκηνὴ κυρίου ἣν ἐποίησεν μωυσῆς ἐν τῇ ἐρήμῳ καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν βαμα ἐν γαβαων
2130καὶ οὐκ ἠδύνατο δαυιδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν θεόν ὅτι κατέσπευσεν ἀπὸ προσώπου τῆς ῥομφαίας ἀγγέλου κυρίου
221καὶ εἶπεν δαυιδ οὗτός ἐστιν ὁ οἶκος κυρίου τοῦ θεοῦ καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ ισραηλ
222καὶ εἶπεν δαυιδ συναγαγεῖν πάντας τοὺς προσηλύτους ἐν γῇ ισραηλ καὶ κατέστησεν λατόμους λατομῆσαι λίθους ξυστοὺς τοῦ οἰκοδομῆσαι οἶκον τῷ θεῷ
223καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τῶν θυρωμάτων καὶ τῶν πυλῶν καὶ τοὺς στροφεῖς ἡτοίμασεν δαυιδ καὶ χαλκὸν εἰς πλῆθος οὐκ ἦν σταθμός
224καὶ ξύλα κέδρινα οὐκ ἦν ἀριθμός ὅτι ἐφέροσαν οἱ σιδώνιοι καὶ οἱ τύριοι ξύλα κέδρινα εἰς πλῆθος τῷ δαυιδ
225καὶ εἶπεν δαυιδ σαλωμων ὁ υἱός μου παιδάριον ἁπαλόν καὶ ὁ οἶκος τοῦ οἰκοδομῆσαι τῷ κυρίῳ εἰς μεγαλωσύνην ἄνω εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πᾶσαν τὴν γῆν ἑτοιμάσω αὐτῷ καὶ ἡτοίμασεν δαυιδ εἰς πλῆθος ἔμπροσθεν τῆς τελευτῆς αὐτοῦ
226καὶ ἐκάλεσεν σαλωμων τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ τοῦ οἰκοδομῆσαι τὸν οἶκον τῷ κυρίῳ θεῷ ισραηλ
227καὶ εἶπεν δαυιδ σαλωμων τέκνον ἐμοὶ ἐγένετο ἐπὶ ψυχῇ τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ
228καὶ ἐγένετο ἐπ' ἐμοὶ λόγος κυρίου λέγων αἷμα εἰς πλῆθος ἐξέχεας καὶ πολέμους μεγάλους ἐποίησας οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τῆς γῆς ἐναντίον μου
229ἰδοὺ υἱὸς τίκτεταί σοι οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν κυκλόθεν ὅτι σαλωμων ὄνομα αὐτῷ καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ ισραηλ ἐν ταῖς ἡμέραις αὐτοῦ
2210οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου καὶ οὗτος ἔσται μοι εἰς υἱὸν κἀγὼ αὐτῷ εἰς πατέρα καὶ ἀνορθώσω θρόνον βασιλείας αὐτοῦ ἐν ισραηλ ἕως αἰῶνος
2211καὶ νῦν υἱέ μου ἔσται μετὰ σοῦ κύριος καὶ εὐοδώσει καὶ οἰκοδομήσεις οἶκον τῷ κυρίῳ θεῷ σου ὡς ἐλάλησεν περὶ σοῦ
2212ἀλλ' ἢ δῴη σοι σοφίαν καὶ σύνεσιν κύριος καὶ κατισχύσαι σε ἐπὶ ισραηλ καὶ τοῦ φυλάσσεσθαι καὶ τοῦ ποιεῖν τὸν νόμον κυρίου τοῦ θεοῦ σου
2213τότε εὐοδώσει ἐὰν φυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο κύριος τῷ μωυσῇ ἐπὶ ισραηλ ἀνδρίζου καὶ ἴσχυε μὴ φοβοῦ μηδὲ πτοηθῇς
2214καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας καὶ χαλκὸν καὶ σίδηρον οὗ οὐκ ἔστιν σταθμός ὅτι εἰς πλῆθός ἐστιν καὶ ξύλα καὶ λίθους ἡτοίμασα καὶ πρὸς ταῦτα πρόσθες
2215καὶ μετὰ σοῦ εἰς πλῆθος ποιούντων ἔργα τεχνῖται καὶ οἰκοδόμοι λίθων καὶ τέκτονες ξύλων καὶ πᾶς σοφὸς ἐν παντὶ ἔργῳ
2216ἐν χρυσίῳ ἐν ἀργυρίῳ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ οὐκ ἔστιν ἀριθμός ἀνάστηθι καὶ ποίει καὶ κύριος μετὰ σοῦ
2217καὶ ἐνετείλατο δαυιδ τοῖς πᾶσιν ἄρχουσιν ισραηλ ἀντιλαβέσθαι τῷ σαλωμων υἱῷ αὐτοῦ
2218οὐχὶ κύριος μεθ' ὑμῶν καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόθεν ὅτι ἔδωκεν ἐν χερσὶν τοὺς κατοικοῦντας τὴν γῆν καὶ ὑπετάγη ἡ γῆ ἐναντίον κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ
2219νῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ κυρίῳ θεῷ ὑμῶν καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα κυρίῳ τῷ θεῷ ὑμῶν τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης κυρίου καὶ σκεύη τὰ ἅγια τοῦ θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι κυρίου
231καὶ δαυιδ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ ἐβασίλευσεν σαλωμων τὸν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ ἐπὶ ισραηλ
232καὶ συνήγαγεν τοὺς πάντας ἄρχοντας ισραηλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς λευίτας
233καὶ ἠριθμήθησαν οἱ λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας
234ἀπὸ τούτων ἐργοδιῶκται ἐπὶ τὰ ἔργα οἴκου κυρίου εἴκοσι τέσσαρες χιλιάδες καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι
235καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν τοῖς ὀργάνοις οἷς ἐποίησεν τοῦ αἰνεῖν τῷ κυρίῳ
236καὶ διεῖλεν αὐτοὺς δαυιδ ἐφημερίας τοῖς υἱοῖς λευι τῷ γεδσων κααθ μεραρι
237καὶ τῷ παροσωμ τῷ εδαν καὶ τῷ σεμεϊ
238υἱοὶ τῷ εδαν ὁ ἄρχων ιιηλ καὶ ζεθομ καὶ ιωηλ τρεῖς
239υἱοὶ σεμεϊ σαλωμιθ καὶ ιιηλ καὶ αιδαν τρεῖς οὗτοι ἄρχοντες τῶν πατριῶν τῷ εδαν
2310καὶ τοῖς υἱοῖς σεμεϊ ιεθ καὶ ζιζα καὶ ιωας καὶ βερια οὗτοι υἱοὶ σεμεϊ τέσσαρες
2311καὶ ἦν ιεθ ὁ ἄρχων καὶ ζιζα ὁ δεύτερος καὶ ιωας καὶ βερια οὐκ ἐπλήθυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν
2312υἱοὶ κααθ αμβραμ ισσααρ χεβρων οζιηλ τέσσαρες
2313υἱοὶ αμβραμ ααρων καὶ μωυσῆς καὶ διεστάλη ααρων τοῦ ἁγιασθῆναι ἅγια ἁγίων αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος τοῦ θυμιᾶν ἐναντίον τοῦ κυρίου λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος
2314καὶ μωυσῆς ἄνθρωπος τοῦ θεοῦ υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ λευι
2315υἱοὶ μωυσῆ γηρσαμ καὶ ελιεζερ
2316υἱοὶ γηρσαμ σουβαηλ ὁ ἄρχων
2317καὶ ἦσαν υἱοὶ τῷ ελιεζερ ρααβια ὁ ἄρχων καὶ οὐκ ἦσαν τῷ ελιεζερ υἱοὶ ἕτεροι καὶ υἱοὶ ρααβια ηὐξήθησαν εἰς ὕψος
2318υἱοὶ ισσααρ σαλωμωθ ὁ ἄρχων
2319υἱοὶ χεβρων ιδουδ ὁ ἄρχων αμαδια ὁ δεύτερος οζιηλ ὁ τρίτος ικεμιας ὁ τέταρτος
2320υἱοὶ οζιηλ μιχας ὁ ἄρχων καὶ ισια ὁ δεύτερος
2321υἱοὶ μεραρι μοολι καὶ μουσι υἱοὶ μοολι ελεαζαρ καὶ κις
2322καὶ ἀπέθανεν ελεαζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ' ἢ θυγατέρες καὶ ἔλαβον αὐτὰς υἱοὶ κις ἀδελφοὶ αὐτῶν
2323υἱοὶ μουσι μοολι καὶ εδερ καὶ ιαριμωθ τρεῖς
2324οὗτοι υἱοὶ λευι κατ' οἴκους πατριῶν αὐτῶν ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω
2325ὅτι εἶπεν δαυιδ κατέπαυσεν κύριος ὁ θεὸς ισραηλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν ιερουσαλημ ἕως αἰῶνος
2326καὶ οἱ λευῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς
2327ὅτι ἐν τοῖς λόγοις δαυιδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν λευι ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω
2328ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῖρα ααρων τοῦ λειτουργεῖν ἐν οἴκῳ κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ θεοῦ
2329εἰς τοὺς ἄρτους τῆς προθέσεως εἰς τὴν σεμίδαλιν τῆς θυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς τήγανον καὶ εἰς τὴν πεφυραμένην καὶ εἰς πᾶν μέτρον
2330καὶ τοῦ στῆναι πρωὶ τοῦ αἰνεῖν ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ οὕτως τὸ ἑσπέρας
2331καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς κατὰ ἀριθμὸν κατὰ τὴν κρίσιν ἐπ' αὐτοῖς διὰ παντὸς τῷ κυρίῳ
2332καὶ φυλάξουσιν τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς υἱῶν ααρων ἀδελφῶν αὐτῶν τοῦ λειτουργεῖν ἐν οἴκῳ κυρίου
241καὶ τοῖς υἱοῖς ααρων διαιρέσεις υἱοὶ ααρων ναδαβ καὶ αβιουδ ελεαζαρ καὶ ιθαμαρ
242καὶ ἀπέθανεν ναδαβ καὶ αβιουδ ἐναντίον τοῦ πατρὸς αὐτῶν καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς καὶ ἱεράτευσεν ελεαζαρ καὶ ιθαμαρ υἱοὶ ααρων
243καὶ διεῖλεν αὐτοὺς δαυιδ καὶ σαδωκ ἐκ τῶν υἱῶν ελεαζαρ καὶ αχιμελεχ ἐκ τῶν υἱῶν ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν
244καὶ εὑρέθησαν υἱοὶ ελεαζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς ιθαμαρ καὶ διεῖλεν αὐτούς τοῖς υἱοῖς ελεαζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα καὶ τοῖς υἱοῖς ιθαμαρ ὀκτὼ κατ' οἴκους πατριῶν
245καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοῖς υἱοῖς ελεαζαρ καὶ ἐν τοῖς υἱοῖς ιθαμαρ
246καὶ ἔγραψεν αὐτοὺς σαμαιας υἱὸς ναθαναηλ ὁ γραμματεὺς ἐκ τοῦ λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ σαδωκ ὁ ἱερεὺς καὶ αχιμελεχ υἱὸς αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν λευιτῶν οἴκου πατριᾶς εἷς εἷς τῷ ελεαζαρ καὶ εἷς εἷς τῷ ιθαμαρ
247καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ ιαριβ τῷ ιδεϊα ὁ δεύτερος
248τῷ χαρημ ὁ τρίτος τῷ σεωριμ ὁ τέταρτος
249τῷ μελχια ὁ πέμπτος τῷ μιαμιν ὁ ἕκτος
2410τῷ κως ὁ ἕβδομος τῷ αβια ὁ ὄγδοος
2411τῷ ἰησοῦ ὁ ἔνατος τῷ σεχενια ὁ δέκατος
2412τῷ ελιασιβ ὁ ἑνδέκατος τῷ ιακιμ ὁ δωδέκατος
2413τῷ οχχοφφα ὁ τρισκαιδέκατος τῷ ισβααλ ὁ τεσσαρεσκαιδέκατος
2414τῷ βελγα ὁ πεντεκαιδέκατος τῷ εμμηρ ὁ ἑκκαιδέκατος
2415τῷ χηζιρ ὁ ἑπτακαιδέκατος τῷ αφεσση ὁ ὀκτωκαιδέκατος
2416τῷ φεταια ὁ ἐννεακαιδέκατος τῷ εζεκηλ ὁ εἰκοστός
2417τῷ ιαχιν ὁ εἷς καὶ εἰκοστός τῷ γαμουλ ὁ δεύτερος καὶ εἰκοστός
2418τῷ δαλαια ὁ τρίτος καὶ εἰκοστός τῷ μαασαι ὁ τέταρτος καὶ εἰκοστός
2419αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς ααρων πατρὸς αὐτῶν ὡς ἐνετείλατο κύριος ὁ θεὸς ισραηλ
2420καὶ τοῖς υἱοῖς λευι τοῖς καταλοίποις τοῖς υἱοῖς αμβραμ σουβαηλ τοῖς υἱοῖς σουβαηλ ιαδια
2421τῷ ρααβια ὁ ἄρχων ιεσιας
2422καὶ τῷ ισσαρι σαλωμωθ τοῖς υἱοῖς σαλωμωθ ιαθ
2423υἱοὶ ιεδιου αμαδια ὁ δεύτερος ιαζιηλ ὁ τρίτος ιοκομ ὁ τέταρτος
2424υἱοὶ οζιηλ μιχα υἱοὶ μιχα σαμηρ
2425ἀδελφὸς μιχα ισια υἱοὶ ισια ζαχαρια
2426υἱοὶ μεραρι μοολι καὶ μουσι υἱοὶ οζια υἱοὶ βοννι
2427υἱοὶ μεραρι τῷ οζια υἱοὶ αὐτοῦ ισοαμ καὶ ζακχουρ καὶ αβδι
2428τῷ μοολι ελεαζαρ καὶ ιθαμαρ καὶ ἀπέθανεν ελεαζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί
2429τῷ κις υἱοὶ τοῦ κις ιραμαηλ
2430καὶ υἱοὶ τοῦ μουσι μοολι καὶ εδερ καὶ ιαριμωθ οὗτοι υἱοὶ τῶν λευιτῶν κατ' οἴκους πατριῶν αὐτῶν
2431καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ ααρων ἐναντίον τοῦ βασιλέως καὶ σαδωκ καὶ αχιμελεχ καὶ ἀρχόντων πατριῶν τῶν ἱερέων καὶ τῶν λευιτῶν πατριάρχαι αρααβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι
251καὶ ἔστησεν δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς ασαφ καὶ αιμαν καὶ ιδιθων τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν
252υἱοὶ ασαφ ζακχουρ καὶ ιωσηφ καὶ ναθανιας καὶ εραηλ υἱοὶ ασαφ ἐχόμενοι ασαφ τοῦ προφήτου ἐχόμενοι τοῦ βασιλέως
253τῷ ιδιθων υἱοὶ ιδιθων γοδολια καὶ σουρι καὶ ισαια καὶ σεμεϊ καὶ ασαβια καὶ ματταθιας ἕξ μετὰ τὸν πατέρα αὐτῶν ιδιθων ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ
254τῷ αιμανι υἱοὶ αιμαν βουκιας καὶ μανθανιας καὶ αζαραηλ καὶ σουβαηλ καὶ ιεριμωθ καὶ ανανιας καὶ ανανι καὶ ηλιαθα καὶ γοδολλαθι καὶ ρωμεμθι-ωδ καὶ ιεσβακασα καὶ μαλληθι καὶ ωθηρι καὶ μεαζωθ
255πάντες οὗτοι υἱοὶ τῷ αιμαν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας καὶ ἔδωκεν ὁ θεὸς τῷ αιμαν υἱοὺς δέκα τέσσαρας καὶ θυγατέρας τρεῖς
256πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως καὶ ασαφ καὶ ιδιθων καὶ αιμανι
257καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν δεδιδαγμένοι ᾄδειν κυρίῳ πᾶς συνίων διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ
258καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν τελείων καὶ μανθανόντων
259καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ ασαφ τῷ ιωσηφ γοδολια ὁ δεύτερος ηνια ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ δέκα δύο
2510ὁ τρίτος ζακχουρ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2511ὁ τέταρτος ιεσδρι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2512ὁ πέμπτος ναθανιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2513ὁ ἕκτος βουκιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2514ὁ ἕβδομος ισεριηλ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2515ὁ ὄγδοος ιωσια υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2516ὁ ἔνατος μανθανιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2517ὁ δέκατος σεμεϊ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2518ὁ ἑνδέκατος αζαρια υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2519ὁ δωδέκατος ασαβια υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2520ὁ τρισκαιδέκατος σουβαηλ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2521ὁ τεσσαρεσκαιδέκατος ματταθιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2522ὁ πεντεκαιδέκατος ιεριμωθ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2523ὁ ἑκκαιδέκατος ανανιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2524ὁ ἑπτακαιδέκατος ιεσβακασα υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2525ὁ ὀκτωκαιδέκατος ανανι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2526ὁ ἐννεακαιδέκατος μελληθι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2527ὁ εἰκοστὸς ελιαθα υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2528ὁ εἰκοστὸς πρῶτος ηθιρ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2529ὁ εἰκοστὸς δεύτερος γοδολλαθι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2530ὁ τρίτος καὶ εἰκοστὸς μεαζωθ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
2531ὁ τέταρτος καὶ εἰκοστὸς ρωμεμθι-ωδ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
261εἰς διαιρέσεις τῶν πυλῶν υἱοῖς κορεϊμ μοσολλαμια υἱὸς κωρη ἐκ τῶν υἱῶν αβιασαφ
262καὶ τῷ μοσολλαμια υἱοί ζαχαριας ὁ πρωτότοκος ιδιηλ ὁ δεύτερος ζαβαδιας ὁ τρίτος ιεθνουηλ ὁ τέταρτος
263ωλαμ ὁ πέμπτος ιωαναν ὁ ἕκτος ελιωηναι ὁ ἕβδομος
264καὶ τῷ αβδεδομ υἱοί σαμαιας ὁ πρωτότοκος ιωζαβαδ ὁ δεύτερος ιωαα ὁ τρίτος σωχαρ ὁ τέταρτος ναθαναηλ ὁ πέμπτος
265αμιηλ ὁ ἕκτος ισσαχαρ ὁ ἕβδομος φολλαθι ὁ ὄγδοος ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός
266καὶ τῷ σαμαια υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου ρωσαι εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ ὅτι δυνατοὶ ἦσαν
267υἱοὶ σαμαια γοθνι καὶ ραφαηλ καὶ ωβηδ καὶ ελζαβαδ καὶ αχιου υἱοὶ δυνατοί ελιου καὶ σαβχια καὶ ισβακωμ
268πάντες ἀπὸ τῶν υἱῶν αβδεδομ αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ οἱ πάντες ἑξήκοντα δύο τῷ αβδεδομ
269καὶ τῷ μοσολλαμια υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί
2610καὶ τῷ ωσα τῶν υἱῶν μεραρι υἱοὶ φυλάσσοντες τὴν ἀρχήν ὅτι οὐκ ἦν πρωτότοκος καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα
2611τῆς διαιρέσεως τῆς δευτέρας ταβλαι ὁ τρίτος ζαχαριας ὁ τέταρτος πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ ωσα τρισκαίδεκα
2612τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ κυρίου
2613καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ' οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα
2614καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ σαλαμια καὶ ζαχαρια υἱοὶ ιωας τῷ μελχια ἔβαλον κλήρους καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ
2615τῷ αβδεδομ νότον κατέναντι οἴκου εσεφιν
2616εἰς δεύτερον τῷ ωσα πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως φυλακὴ κατέναντι φυλακῆς
2617πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν βορρᾶ τῆς ἡμέρας τέσσαρες νότον τῆς ἡμέρας τέσσαρες καὶ εἰς τὸ εσεφιν δύο
2618εἰς διαδεχομένους καὶ πρὸς δυσμαῖς τέσσαρες καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους
2619αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς κορε καὶ τοῖς υἱοῖς μεραρι
2620καὶ οἱ λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων
2621υἱοὶ λαδαν υἱοὶ τῷ γηρσωνι τῷ λαδαν ἄρχοντες πατριῶν τῷ λαδαν τῷ γηρσωνι ιιηλ
2622καὶ υἱοὶ ιιηλ ζεθομ καὶ ιωηλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου
2623τῷ αμβραμ καὶ ισσααρ χεβρων καὶ οζιηλ
2624καὶ σουβαηλ ὁ τοῦ γηρσαμ τοῦ μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν
2625καὶ τῷ ἀδελφῷ αὐτοῦ τῷ ελιεζερ ρααβιας υἱὸς καὶ ιωσαιας καὶ ιωραμ καὶ ζεχρι καὶ σαλωμωθ
2626αὐτὸς σαλωμωθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων οὓς ἡγίασεν δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως
2627ἃ ἔλαβεν ἐκ τῶν πολέμων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ' αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ
2628καὶ ἐπὶ πάντων τῶν ἁγίων σαμουηλ τοῦ προφήτου καὶ σαουλ τοῦ κις καὶ αβεννηρ τοῦ νηρ καὶ ιωαβ τοῦ σαρουια πᾶν ὃ ἡγίασαν διὰ χειρὸς σαλωμωθ καὶ τῶν ἀδελφῶν αὐτοῦ
2629τῷ ισσαρι χωνενια καὶ υἱοὶ αὐτοῦ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν ισραηλ τοῦ γραμματεύειν καὶ διακρίνειν
2630τῷ χεβρωνι ασαβιας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ ισραηλ πέραν τοῦ ιορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως
2631τοῦ χεβρωνι ιουδιας ὁ ἄρχων τῶν χεβρωνι κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν ιαζηρ τῆς γαλααδίτιδος
2632καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί δισχίλιοι ἑπτακόσιοι ἄρχοντες πατριῶν καὶ κατέστησεν αὐτοὺς δαυιδ ὁ βασιλεὺς ἐπὶ τοῦ ρουβηνι καὶ γαδδι καὶ ἡμίσους φυλῆς μανασση εἰς πᾶν πρόσταγμα κυρίου καὶ λόγον βασιλέως
271καὶ υἱοὶ ισραηλ κατ' ἀριθμὸν αὐτῶν ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ λαῷ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις εἰς πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνὸς εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες
272καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου ιεσβοαμ ὁ τοῦ ζαβδιηλ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες
273ἀπὸ τῶν υἱῶν φαρες ἄρχων πάντων τῶν ἀρχόντων τῆς δυνάμεως τοῦ μηνὸς τοῦ πρώτου
274καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου δωδια ὁ εχωχι καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες ἄρχοντες δυνάμεως
275ὁ τρίτος τὸν μῆνα τὸν τρίτον βαναιας ὁ τοῦ ιωδαε ὁ ἱερεὺς ὁ ἄρχων καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
276αὐτὸς βαναιας δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ αμιζαβαθ υἱὸς αὐτοῦ
277ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον ασαηλ ὁ ἀδελφὸς ιωαβ καὶ ζαβδιας ὁ υἱὸς αὐτοῦ καὶ οἱ ἀδελφοί καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
278ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος σαμαωθ ὁ ιεσραε καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι τέσσαρες χιλιάδες
279ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ οδουιας ὁ τοῦ εκκης ὁ θεκωίτης καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
2710ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ χελλης ὁ ἐκ φαλλους ἀπὸ τῶν υἱῶν εφραιμ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
2711ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ σοβοχαι ὁ ισαθι τῷ ζαραϊ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
2712ὁ ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ αβιεζερ ὁ ἐξ αναθωθ ἐκ γῆς βενιαμιν καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
2713ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ μεηρα ὁ ἐκ νετουφατ τῷ ζαραϊ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
2714ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ βαναιας ὁ ἐκ φαραθων τῶν υἱῶν εφραιμ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
2715ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον χολδαι ὁ νετωφατι τῷ γοθονιηλ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
2716καὶ ἐπὶ τῶν φυλῶν ισραηλ τῷ ρουβην ἡγούμενος ελιεζερ ὁ τοῦ ζεχρι τῷ συμεων σαφατιας ὁ τοῦ μααχα
2717τῷ λευι ασαβιας ὁ τοῦ καμουηλ τῷ ααρων σαδωκ
2718τῷ ιουδα ελιαβ τῶν ἀδελφῶν δαυιδ τῷ ισσαχαρ αμβρι ὁ τοῦ μιχαηλ
2719τῷ ζαβουλων σαμαιας ὁ τοῦ αβδιου τῷ νεφθαλι ιεριμωθ ὁ τοῦ εσριηλ
2720τῷ εφραιμ ωση ὁ τοῦ οζιου τῷ ἡμίσει φυλῆς μανασση ιωηλ ὁ τοῦ φαδαια
2721τῷ ἡμίσει φυλῆς μανασση τῷ ἐν τῇ γαλααδ ιαδδαι ὁ τοῦ ζαβδιου τοῖς υἱοῖς βενιαμιν ασιηλ ὁ τοῦ αβεννηρ
2722τῷ δαν αζαραηλ ὁ τοῦ ιωραμ οὗτοι πατριάρχαι τῶν φυλῶν ισραηλ
2723καὶ οὐκ ἔλαβεν δαυιδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω ὅτι κύριος εἶπεν πληθῦναι τὸν ισραηλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ
2724καὶ ιωαβ ὁ τοῦ σαρουια ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ καὶ οὐ συνετέλεσεν καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ τὸν ισραηλ καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως δαυιδ
2725καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως ασμωθ ὁ τοῦ ωδιηλ καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις ιωναθαν ὁ τοῦ οζιου
2726ἐπὶ δὲ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων εσδρι ὁ τοῦ χολουβ
2727καὶ ἐπὶ τῶν χωρίων σεμεϊ ὁ ἐκ ραμα καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου ζαχρι ὁ τοῦ σεφνι
2728καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ βαλανας ὁ γεδωρίτης ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου ιωας
2729καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ ασιδων σατραις ὁ σαρωνίτης καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσιν σωφατ ὁ τοῦ αδλι
2730ἐπὶ δὲ τῶν καμήλων ωβιλ ὁ ισμαηλίτης ἐπὶ δὲ τῶν ὄνων ιαδιας ὁ ἐκ μεραθων
2731καὶ ἐπὶ τῶν προβάτων ιαζιζ ὁ αγαρίτης πάντες οὗτοι προστάται ὑπαρχόντων δαυιδ τοῦ βασιλέως
2732καὶ ιωναθαν ὁ πατράδελφος δαυιδ σύμβουλος ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός καὶ ιιηλ ὁ τοῦ αχαμανι μετὰ τῶν υἱῶν τοῦ βασιλέως
2733καὶ αχιτοφελ σύμβουλος τοῦ βασιλέως καὶ χουσι πρῶτος φίλος τοῦ βασιλέως
2734καὶ μετὰ τοῦτον αχιτοφελ ἐχόμενος ιωδαε ὁ τοῦ βαναιου καὶ αβιαθαρ καὶ ιωαβ ἀρχιστράτηγος τοῦ βασιλέως
281καὶ ἐξεκκλησίασεν δαυιδ πάντας τοὺς ἄρχοντας ισραηλ ἄρχοντας τῶν κριτῶν καὶ τοὺς ἄρχοντας τῶν ἐφημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων καὶ τοὺς γαζοφύλακας καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ καὶ τοὺς δυνάστας καὶ τοὺς μαχητὰς τῆς στρατιᾶς ἐν ιερουσαλημ
282καὶ ἔστη δαυιδ ἐν μέσῳ τῆς ἐκκλησίας καὶ εἶπεν ἀκούσατέ μου ἀδελφοὶ καὶ λαός μου ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομῆσαι οἶκον ἀναπαύσεως τῆς κιβωτοῦ διαθήκης κυρίου καὶ στάσιν ποδῶν κυρίου ἡμῶν καὶ ἡτοίμασα τὰ εἰς τὴν κατασκήνωσιν ἐπιτήδεια
283καὶ ὁ θεὸς εἶπεν οὐκ οἰκοδομήσεις ἐμοὶ οἶκον τοῦ ἐπονομάσαι τὸ ὄνομά μου ἐπ' αὐτῷ ὅτι ἄνθρωπος πολεμιστὴς εἶ σὺ καὶ αἵματα ἐξέχεας
284καὶ ἐξελέξατο κύριος ὁ θεὸς ισραηλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἶναι βασιλέα ἐπὶ ισραηλ εἰς τὸν αἰῶνα καὶ ἐν ιουδα ᾑρέτικεν τὸ βασίλειον καὶ ἐξ οἴκου ιουδα τὸν οἶκον τοῦ πατρός μου καὶ ἐν τοῖς υἱοῖς τοῦ πατρός μου ἐν ἐμοὶ ἠθέλησεν τοῦ γενέσθαι με βασιλέα ἐπὶ τῷ παντὶ ισραηλ
285καὶ ἀπὸ πάντων τῶν υἱῶν μου ὅτι πολλοὺς υἱοὺς ἔδωκέν μοι κύριος ἐξελέξατο ἐν σαλωμων τῷ υἱῷ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας κυρίου ἐπὶ τὸν ισραηλ
286καὶ εἶπέν μοι ὁ θεός σαλωμων ὁ υἱός σου οἰκοδομήσει τὸν οἶκόν μου καὶ τὴν αὐλήν μου ὅτι ᾑρέτικα ἐν αὐτῷ εἶναί μου υἱόν κἀγὼ ἔσομαι αὐτῷ εἰς πατέρα
287καὶ κατορθώσω τὴν βασιλείαν αὐτοῦ ἕως αἰῶνος ἐὰν ἰσχύσῃ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ κρίματά μου ὡς ἡ ἡμέρα αὕτη
288καὶ νῦν κατὰ πρόσωπον πάσης ἐκκλησίας κυρίου καὶ ἐν ὠσὶν θεοῦ ἡμῶν φυλάξασθε καὶ ζητήσατε πάσας τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ἡμῶν ἵνα κληρονομήσητε τὴν γῆν τὴν ἀγαθὴν καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν μεθ' ὑμᾶς ἕως αἰῶνος
289καὶ νῦν σαλωμων υἱέ μου γνῶθι τὸν θεὸν τῶν πατέρων σου καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ ὅτι πάσας καρδίας ἐτάζει κύριος καὶ πᾶν ἐνθύμημα γιγνώσκει ἐὰν ζητήσῃς αὐτόν εὑρεθήσεταί σοι καὶ ἐὰν καταλείψῃς αὐτόν καταλείψει σε εἰς τέλος
2810ἰδὲ τοίνυν ὅτι κύριος ᾑρέτικέν σε οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα ἴσχυε καὶ ποίει
2811καὶ ἔδωκεν δαυιδ σαλωμων τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ καὶ τῶν ζακχω αὐτοῦ καὶ τῶν ὑπερῴων καὶ τῶν ἀποθηκῶν τῶν ἐσωτέρων καὶ τοῦ οἴκου τοῦ ἐξιλασμοῦ
2812καὶ τὸ παράδειγμα ὃ εἶχεν ἐν πνεύματι αὐτοῦ τῶν αὐλῶν οἴκου κυρίου καὶ πάντων τῶν παστοφορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποθήκας οἴκου κυρίου καὶ τῶν ἀποθηκῶν τῶν ἁγίων
2813καὶ τῶν καταλυμάτων τῶν ἐφημεριῶν τῶν ἱερέων καὶ τῶν λευιτῶν εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου κυρίου καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν τῆς λατρείας οἴκου κυρίου
2814καὶ τὸν σταθμὸν τῆς ὁλκῆς αὐτῶν τῶν τε χρυσῶν καὶ ἀργυρῶν
2815λυχνιῶν τὴν ὁλκὴν ἔδωκεν αὐτῷ καὶ τῶν λύχνων
2816ἔδωκεν αὐτῷ ὁμοίως τὸν σταθμὸν τῶν τραπεζῶν τῆς προθέσεως ἑκάστης τραπέζης χρυσῆς καὶ ὡσαύτως τῶν ἀργυρῶν
2817καὶ τῶν κρεαγρῶν καὶ σπονδείων καὶ τῶν φιαλῶν τῶν χρυσῶν καὶ τὸν σταθμὸν τῶν χρυσῶν καὶ τῶν ἀργυρῶν κεφφουρε ἑκάστου σταθμοῦ
2818καὶ τὸν τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων ἐκ χρυσίου δοκίμου σταθμὸν ὑπέδειξεν αὐτῷ καὶ τὸ παράδειγμα τοῦ ἅρματος τῶν χερουβιν τῶν διαπεπετασμένων ταῖς πτέρυξιν καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης κυρίου
2819πάντα ἐν γραφῇ χειρὸς κυρίου ἔδωκεν δαυιδ σαλωμων κατὰ τὴν περιγενηθεῖσαν αὐτῷ σύνεσιν τῆς κατεργασίας τοῦ παραδείγματος
2820καὶ εἶπεν δαυιδ σαλωμων τῷ υἱῷ αὐτοῦ ἴσχυε καὶ ἀνδρίζου καὶ ποίει μὴ φοβοῦ μηδὲ πτοηθῇς ὅτι κύριος ὁ θεός μου μετὰ σοῦ οὐκ ἀνήσει σε καὶ οὐ μή σε ἐγκαταλίπῃ ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν λειτουργίας οἴκου κυρίου
2821καὶ ἰδοὺ αἱ ἐφημερίαι τῶν ἱερέων καὶ τῶν λευιτῶν εἰς πᾶσαν λειτουργίαν οἴκου τοῦ θεοῦ καὶ μετὰ σοῦ ἐν πάσῃ πραγματείᾳ καὶ πᾶς πρόθυμος ἐν σοφίᾳ κατὰ πᾶσαν τέχνην καὶ οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς εἰς πάντας τοὺς λόγους σου
291καὶ εἶπεν δαυιδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ σαλωμων ὁ υἱός μου εἷς ὃν ᾑρέτικεν ἐν αὐτῷ κύριος νέος καὶ ἁπαλός καὶ τὸ ἔργον μέγα ὅτι οὐκ ἀνθρώπῳ ἡ οἰκοδομή ἀλλ' ἢ κυρίῳ θεῷ
292κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον θεοῦ μου χρυσίον ἀργύριον χαλκόν σίδηρον ξύλα λίθους σοομ καὶ πληρώσεως καὶ λίθους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ πάριον πολύν
293καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ θεοῦ μου ἔστιν μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον καὶ ἰδοὺ δέδωκα εἰς οἶκον θεοῦ μου εἰς ὕψος ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων
294τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ σουφιρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξαλειφθῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ
295διὰ χειρὸς τεχνιτῶν καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον κυρίῳ
296καὶ προεθυμήθησαν ἄρχοντες τῶν πατριῶν καὶ οἱ ἄρχοντες τῶν υἱῶν ισραηλ καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι καὶ οἱ προστάται τῶν ἔργων καὶ οἱ οἰκονόμοι τοῦ βασιλέως
297καὶ ἔδωκαν εἰς τὰ ἔργα οἴκου κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσοῦς μυρίους καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν
298καὶ οἷς εὑρέθη παρ' αὐτοῖς λίθος ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου κυρίου διὰ χειρὸς ιιηλ τοῦ γηρσωνι
299καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ κυρίῳ καὶ δαυιδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως
2910καὶ εὐλόγησεν ὁ βασιλεὺς δαυιδ τὸν κύριον ἐνώπιον τῆς ἐκκλησίας λέγων εὐλογητὸς εἶ κύριε ὁ θεὸς ισραηλ ὁ πατὴρ ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος
2911σοί κύριε ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς καὶ ἔθνος
2912παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα σὺ πάντων ἄρχεις κύριε ὁ ἄρχων πάσης ἀρχῆς καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία καὶ ἐν χειρί σου παντοκράτωρ μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα
2913καὶ νῦν κύριε ἐξομολογούμεθά σοι καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου
2914καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός μου ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα ὅτι σὰ τὰ πάντα καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι
2915ὅτι πάροικοί ἐσμεν ἐναντίον σου καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμῶν ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς καὶ οὐκ ἔστιν ὑπομονή
2916κύριε ὁ θεὸς ἡμῶν πᾶν τὸ πλῆθος τοῦτο ὃ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου ἐκ χειρός σού ἐστιν καὶ σοὶ τὰ πάντα
2917καὶ ἔγνων κύριε ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπᾷς ἐν ἁπλότητι καρδίας προεθυμήθην πάντα ταῦτα καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι
2918κύριε ὁ θεὸς αβρααμ καὶ ισαακ καὶ ισραηλ τῶν πατέρων ἡμῶν φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρὸς σέ
2919καὶ σαλωμων τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ τοῦ ἐπὶ τέλος ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου
2920καὶ εἶπεν δαυιδ πάσῃ τῇ ἐκκλησίᾳ εὐλογήσατε κύριον τὸν θεὸν ὑμῶν καὶ εὐλόγησεν πᾶσα ἡ ἐκκλησία κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τῷ κυρίῳ καὶ τῷ βασιλεῖ
2921καὶ ἔθυσεν δαυιδ τῷ κυρίῳ θυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας μόσχους χιλίους κριοὺς χιλίους ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτῶν καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ ισραηλ
2922καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν σαλωμων υἱὸν δαυιδ καὶ ἔχρισαν αὐτὸν τῷ κυρίῳ εἰς βασιλέα καὶ σαδωκ εἰς ἱερωσύνην
2923καὶ ἐκάθισεν σαλωμων ἐπὶ θρόνου δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ εὐδοκήθη καὶ ἐπήκουσαν αὐτοῦ πᾶς ισραηλ
2924οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ πάντες υἱοὶ τοῦ βασιλέως δαυιδ πατρὸς αὐτοῦ ὑπετάγησαν αὐτῷ
2925καὶ ἐμεγάλυνεν κύριος τὸν σαλωμων ἐπάνωθεν ἐναντίον παντὸς ισραηλ καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ
2926καὶ δαυιδ υἱὸς ιεσσαι ἐβασίλευσεν ἐπὶ ισραηλ
2927ἔτη τεσσαράκοντα ἐν χεβρων ἔτη ἑπτὰ καὶ ἐν ιερουσαλημ ἔτη τριάκοντα τρία
2928καὶ ἐτελεύτησεν ἐν γήρει καλῷ πλήρης ἡμερῶν πλούτῳ καὶ δόξῃ καὶ ἐβασίλευσεν σαλωμων υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
2929οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως δαυιδ οἱ πρότεροι καὶ οἱ ὕστεροι γεγραμμένοι εἰσὶν ἐν λόγοις σαμουηλ τοῦ βλέποντος καὶ ἐπὶ λόγων ναθαν τοῦ προφήτου καὶ ἐπὶ λόγων γαδ τοῦ βλέποντος
2930περὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τῆς δυναστείας αὐτοῦ καὶ οἱ καιροί οἳ ἐγένοντο ἐπ' αὐτῷ καὶ ἐπὶ τὸν ισραηλ καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς