Share this page:  
 

Multilingual Scriptures

(Compare books in 2 different language versions of your choice)

Comparison Search:

Select Language version and font:
You can only select max. of two versions.
Book:
Chapter:
Verse:
---------
From: To:

Free Search:

Select Language version and font:
Enter search text:

Multilingual Scriptures Home » Greek Septuagint Old Testament » 2 Kings

Greek Septuagint Old Testament
Chapter # Verse # Verse Detail
11καὶ ἠθέτησεν μωαβ ἐν ισραηλ μετὰ τὸ ἀποθανεῖν αχααβ
12καὶ ἔπεσεν οχοζιας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν σαμαρείᾳ καὶ ἠρρώστησεν καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπεν πρὸς αὐτούς δεῦτε καὶ ἐπιζητήσατε ἐν τῇ βααλ μυῖαν θεὸν ακκαρων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δι' αὐτοῦ
13καὶ ἄγγελος κυρίου ἐλάλησεν πρὸς ηλιου τὸν θεσβίτην λέγων ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων οχοζιου βασιλέως σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν ισραηλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῇ βααλ μυῖαν θεὸν ακκαρων
14καὶ οὐχ οὕτως ὅτι τάδε λέγει κύριος ἡ κλίνη ἐφ' ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ' αὐτῆς ὅτι ἐκεῖ θανάτῳ ἀποθανῇ καὶ ἐπορεύθη ηλιου καὶ εἶπεν πρὸς αὐτούς
15καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν καὶ εἶπεν πρὸς αὐτούς τί ὅτι ἐπεστρέψατε
16καὶ εἶπαν πρὸς αὐτόν ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν τάδε λέγει κύριος εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν ισραηλ σὺ πορεύῃ ζητῆσαι ἐν τῇ βααλ μυῖαν θεὸν ακκαρων οὐχ οὕτως ἡ κλίνη ἐφ' ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ' αὐτῆς ὅτι θανάτῳ ἀποθανῇ
17καὶ ἐλάλησεν πρὸς αὐτοὺς λέγων τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους
18καὶ εἶπον πρὸς αὐτόν ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ εἶπεν ηλιου ὁ θεσβίτης οὗτός ἐστιν
19καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἡγούμενον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἀνέβη καὶ ἦλθεν πρὸς αὐτόν καὶ ἰδοὺ ηλιου ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ ὁ βασιλεὺς ἐκάλεσέν σε κατάβηθι
110καὶ ἀπεκρίθη ηλιου καὶ εἶπεν πρὸς τὸν πεντηκόνταρχον καὶ εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ
111καὶ προσέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἀνέβη καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ τάδε λέγει ὁ βασιλεύς ταχέως κατάβηθι
112καὶ ἀπεκρίθη ηλιου καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ εἰμι καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ
113καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον πεντηκόνταρχον τρίτον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτὸν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι ηλιου καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ ἐντιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου
114ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτῶν καὶ νῦν ἐντιμωθήτω δὴ ἡ ψυχὴ τῶν δούλων σου ἐν ὀφθαλμοῖς σου
115καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς ηλιου καὶ εἶπεν κατάβηθι μετ' αὐτοῦ μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν καὶ ἀνέστη ηλιου καὶ κατέβη μετ' αὐτοῦ πρὸς τὸν βασιλέα
116καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν ηλιου τάδε λέγει κύριος τί ὅτι ἀπέστειλας ἀγγέλους ζητῆσαι ἐν τῇ βααλ μυῖαν θεὸν ακκαρων οὐχ οὕτως ἡ κλίνη ἐφ' ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ' αὐτῆς ὅτι θανάτῳ ἀποθανῇ
117καὶ ἀπέθανεν κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ηλιου
118καὶ τὰ λοιπὰ τῶν λόγων οχοζιου ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
118a
118b
118c
118d
21καὶ ἐγένετο ἐν τῷ ἀνάγειν κύριον τὸν ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη ηλιου καὶ ελισαιε ἐκ γαλγαλων
22καὶ εἶπεν ηλιου πρὸς ελισαιε κάθου δὴ ἐνταῦθα ὅτι κύριος ἀπέσταλκέν με ἕως βαιθηλ καὶ εἶπεν ελισαιε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ καταλείψω σε καὶ ἦλθον εἰς βαιθηλ
23καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν βαιθηλ πρὸς ελισαιε καὶ εἶπον πρὸς αὐτόν εἰ ἔγνως ὅτι κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου καὶ εἶπεν κἀγὼ ἔγνωκα σιωπᾶτε
24καὶ εἶπεν ηλιου πρὸς ελισαιε κάθου δὴ ἐνταῦθα ὅτι κύριος ἀπέσταλκέν με εἰς ιεριχω καὶ εἶπεν ελισαιε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἦλθον εἰς ιεριχω
25καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν ιεριχω πρὸς ελισαιε καὶ εἶπαν πρὸς αὐτόν εἰ ἔγνως ὅτι σήμερον λαμβάνει κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου καὶ εἶπεν καί γε ἐγὼ ἔγνων σιωπᾶτε
26καὶ εἶπεν αὐτῷ ηλιου κάθου δὴ ὧδε ὅτι κύριος ἀπέσταλκέν με ἕως τοῦ ιορδάνου καὶ εἶπεν ελισαιε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἐπορεύθησαν ἀμφότεροι
27καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ ιορδάνου
28καὶ ἔλαβεν ηλιου τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ
29καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ ηλιου εἶπεν πρὸς ελισαιε αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναλημφθῆναί με ἀπὸ σοῦ καὶ εἶπεν ελισαιε γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ' ἐμέ
210καὶ εἶπεν ηλιου ἐσκλήρυνας τοῦ αἰτήσασθαι ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ καὶ ἔσται σοι οὕτως καὶ ἐὰν μή οὐ μὴ γένηται
211καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων καὶ ἀνελήμφθη ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν
212καὶ ελισαιε ἑώρα καὶ ἐβόα πάτερ πάτερ ἅρμα ισραηλ καὶ ἱππεὺς αὐτοῦ καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα
213καὶ ὕψωσεν τὴν μηλωτὴν ηλιου ἣ ἔπεσεν ἐπάνωθεν ελισαιε καὶ ἐπέστρεψεν ελισαιε καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ ιορδάνου
214καὶ ἔλαβεν τὴν μηλωτὴν ηλιου ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ οὐ διέστη καὶ εἶπεν ποῦ ὁ θεὸς ηλιου αφφω καὶ ἐπάταξεν τὰ ὕδατα καὶ διερράγησαν ἔνθα καὶ ἔνθα καὶ διέβη ελισαιε
215καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν ιεριχω ἐξ ἐναντίας καὶ εἶπον ἐπαναπέπαυται τὸ πνεῦμα ηλιου ἐπὶ ελισαιε καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν
216καὶ εἶπον πρὸς αὐτόν ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου μήποτε ἦρεν αὐτὸν πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ ιορδάνῃ ἢ ἐφ' ἓν τῶν ὀρέων ἢ ἐφ' ἕνα τῶν βουνῶν καὶ εἶπεν ελισαιε οὐκ ἀποστελεῖτε
217καὶ παρεβιάσαντο αὐτὸν ἕως ὅτου ᾐσχύνετο καὶ εἶπεν ἀποστείλατε καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν
218καὶ ἀνέστρεψαν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν ιεριχω καὶ εἶπεν ελισαιε οὐκ εἶπον πρὸς ὑμᾶς μὴ πορευθῆτε
219καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς ελισαιε ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή καθὼς ὁ κύριος βλέπει καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη
220καὶ εἶπεν ελισαιε λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα καὶ ἔλαβον πρὸς αὐτόν
221καὶ ἐξῆλθεν ελισαιε εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπεν τάδε λέγει κύριος ἴαμαι τὰ ὕδατα ταῦτα οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη
222καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα ελισαιε ὃ ἐλάλησεν
223καὶ ἀνέβη ἐκεῖθεν εἰς βαιθηλ καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ ἀνάβαινε φαλακρέ ἀνάβαινε
224καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτὰ καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι κυρίου καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἐξ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας
225καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ καρμήλιον καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς σαμάρειαν
31καὶ ιωραμ υἱὸς αχααβ ἐβασίλευσεν ἐν ισραηλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ ιωσαφατ βασιλεῖ ιουδα καὶ ἐβασίλευσεν δώδεκα ἔτη
32καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ καὶ μετέστησεν τὰς στήλας τοῦ βααλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ
33πλὴν ἐν τῇ ἁμαρτίᾳ ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ' αὐτῆς
34καὶ μωσα βασιλεὺς μωαβ ἦν νωκηδ καὶ ἐπέστρεφεν τῷ βασιλεῖ ισραηλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων
35καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν αχααβ καὶ ἠθέτησεν βασιλεὺς μωαβ ἐν βασιλεῖ ισραηλ
36καὶ ἐξῆλθεν ὁ βασιλεὺς ιωραμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ σαμαρείας καὶ ἐπεσκέψατο τὸν ισραηλ
37καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς ιωσαφατ βασιλέα ιουδα λέγων βασιλεὺς μωαβ ἠθέτησεν ἐν ἐμοί εἰ πορεύσῃ μετ' ἐμοῦ εἰς μωαβ εἰς πόλεμον καὶ εἶπεν ἀναβήσομαι ὅμοιός μοι ὅμοιός σοι ὡς ὁ λαός μου ὁ λαός σου ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου
38καὶ εἶπεν ποίᾳ ὁδῷ ἀναβῶ καὶ εἶπεν ὁδὸν ἔρημον εδωμ
39καὶ ἐπορεύθη ὁ βασιλεὺς ισραηλ καὶ ὁ βασιλεὺς ιουδα καὶ ὁ βασιλεὺς εδωμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσιν τοῖς ἐν τοῖς ποσὶν αὐτῶν
310καὶ εἶπεν ὁ βασιλεὺς ισραηλ ὦ ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ μωαβ
311καὶ εἶπεν ιωσαφατ οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου καὶ ἐπιζητήσωμεν τὸν κύριον παρ' αὐτοῦ καὶ ἀπεκρίθη εἷς τῶν παίδων βασιλέως ισραηλ καὶ εἶπεν ὧδε ελισαιε υἱὸς σαφατ ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας ηλιου
312καὶ εἶπεν ιωσαφατ ἔστιν αὐτῷ ῥῆμα κυρίου καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς ισραηλ καὶ ιωσαφατ βασιλεὺς ιουδα καὶ βασιλεὺς εδωμ
313καὶ εἶπεν ελισαιε πρὸς βασιλέα ισραηλ τί ἐμοὶ καὶ σοί δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς ισραηλ μή ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας μωαβ
314καὶ εἶπεν ελισαιε ζῇ κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ ὅτι εἰ μὴ πρόσωπον ιωσαφατ βασιλέως ιουδα ἐγὼ λαμβάνω εἰ ἐπέβλεψα πρὸς σὲ καὶ εἶδόν σε
315καὶ νυνὶ δὲ λαβέ μοι ψάλλοντα καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων καὶ ἐγένετο ἐπ' αὐτὸν χεὶρ κυρίου
316καὶ εἶπεν τάδε λέγει κύριος ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους βοθύνους
317ὅτι τάδε λέγει κύριος οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν καὶ ὁ χειμάρρους οὗτος πλησθήσεται ὕδατος καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν
318καὶ κούφη αὕτη ἐν ὀφθαλμοῖς κυρίου καὶ παραδώσω τὴν μωαβ ἐν χειρὶ ὑμῶν
319καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξετε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις
320καὶ ἐγένετο τὸ πρωὶ ἀναβαινούσης τῆς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ εδωμ καὶ ἐπλήσθη ἡ γῆ ὕδατος
321καὶ πᾶσα μωαβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ βασιλεῖς πολεμεῖν αὐτούς καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένου ζώνην καὶ ἐπάνω καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου
322καὶ ὤρθρισαν τὸ πρωί καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα καὶ εἶδεν μωαβ ἐξ ἐναντίας τὰ ὕδατα πυρρὰ ὡσεὶ αἷμα
323καὶ εἶπαν αἷμα τοῦτο τῆς ῥομφαίας ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξαν ἀνὴρ τὸν πλησίον αὐτοῦ καὶ νῦν ἐπὶ τὰ σκῦλα μωαβ
324καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν ισραηλ καὶ ισραηλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν μωαβ καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν καὶ εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν μωαβ
325καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ὕδατος ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους καὶ ἐκύκλευσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν
326καὶ εἶδεν ὁ βασιλεὺς μωαβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος καὶ ἔλαβεν μεθ' ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα εδωμ καὶ οὐκ ἠδυνήθησαν
327καὶ ἔλαβεν τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον ὃς ἐβασίλευσεν ἀντ' αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ ισραηλ καὶ ἀπῆραν ἀπ' αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν
41καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς ελισαιε λέγουσα ὁ δοῦλός σου ὁ ἀνήρ μου ἀπέθανεν καὶ σὺ ἔγνως ὅτι δοῦλος ἦν φοβούμενος τὸν κύριον καὶ ὁ δανιστὴς ἦλθεν λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους
42καὶ εἶπεν ελισαιε τί ποιήσω σοι ἀνάγγειλόν μοι τί ἐστίν σοι ἐν τῷ οἴκῳ ἡ δὲ εἶπεν οὐκ ἔστιν τῇ δούλῃ σου οὐθὲν ἐν τῷ οἴκῳ ὅτι ἀλλ' ἢ ὃ ἀλείψομαι ἔλαιον
43καὶ εἶπεν πρὸς αὐτήν δεῦρο αἴτησον σαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σου σκεύη κενά μὴ ὀλιγώσῃς
44καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωθὲν ἀρεῖς
45καὶ ἀπῆλθεν παρ' αὐτοῦ καὶ ἐποίησεν οὕτως καὶ ἀπέκλεισεν τὴν θύραν κατ' αὐτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς αὐτοὶ προσήγγιζον πρὸς αὐτήν καὶ αὐτὴ ἐπέχεεν
46ἕως ἐπλήσθησαν τὰ σκεύη καὶ εἶπεν πρὸς τοὺς υἱοὺς αὐτῆς ἐγγίσατε ἔτι πρός με σκεῦος καὶ εἶπον αὐτῇ οὐκ ἔστιν ἔτι σκεῦος καὶ ἔστη τὸ ἔλαιον
47καὶ ἦλθεν καὶ ἀπήγγειλεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ εἶπεν ελισαιε δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτείσεις τοὺς τόκους σου καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ
48καὶ ἐγένετο ἡμέρα καὶ διέβη ελισαιε εἰς σουμαν καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον καὶ ἐγένετο ἀφ' ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινεν τοῦ ἐκεῖ φαγεῖν
49καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ' ἡμᾶς διὰ παντός
410ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ
411καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ
412καὶ εἶπεν πρὸς γιεζι τὸ παιδάριον αὐτοῦ κάλεσόν μοι τὴν σωμανῖτιν ταύτην καὶ ἐκάλεσεν αὐτήν καὶ ἔστη ἐνώπιον αὐτοῦ
413καὶ εἶπεν αὐτῷ εἰπὸν δὴ πρὸς αὐτήν ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην τί δεῖ ποιῆσαί σοι εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως ἡ δὲ εἶπεν ἐν μέσῳ τοῦ λαοῦ μου ἐγώ εἰμι οἰκῶ
414καὶ εἶπεν τί δεῖ ποιῆσαι αὐτῇ καὶ εἶπεν γιεζι τὸ παιδάριον αὐτοῦ καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης
415καὶ ἐκάλεσεν αὐτήν καὶ ἔστη παρὰ τὴν θύραν
416καὶ εἶπεν ελισαιε πρὸς αὐτήν εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα σὺ περιειληφυῖα υἱόν ἡ δὲ εἶπεν μή κύριέ μου μὴ διαψεύσῃ τὴν δούλην σου
417καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα ὡς ἐλάλησεν πρὸς αὐτὴν ελισαιε
418καὶ ἡδρύνθη τὸ παιδάριον καὶ ἐγένετο ἡνίκα ἐξῆλθεν τὸ παιδάριον πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας
419καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτοῦ τὴν κεφαλήν μου τὴν κεφαλήν μου καὶ εἶπεν τῷ παιδαρίῳ ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ
420καὶ ἦρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας καὶ ἀπέθανεν
421καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἀπέκλεισεν κατ' αὐτοῦ καὶ ἐξῆλθεν
422καὶ ἐκάλεσεν τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἐπιστρέψω
423καὶ εἶπεν τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον οὐ νεομηνία οὐδὲ σάββατον ἡ δὲ εἶπεν εἰρήνη
424καὶ ἐπέσαξεν τὴν ὄνον καὶ εἶπεν πρὸς τὸ παιδάριον αὐτῆς ἄγε πορεύου μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι ὅτι ἐὰν εἴπω σοι
425δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς τὸ ὄρος τὸ καρμήλιον καὶ ἐγένετο ὡς εἶδεν ελισαιε ἐρχομένην αὐτήν καὶ εἶπεν πρὸς γιεζι τὸ παιδάριον αὐτοῦ ἰδοὺ δὴ ἡ σωμανῖτις ἐκείνη
426νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς εἰ εἰρήνη σοι εἰ εἰρήνη τῷ ἀνδρί σου εἰ εἰρήνη τῷ παιδαρίῳ ἡ δὲ εἶπεν εἰρήνη
427καὶ ἦλθεν πρὸς ελισαιε εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ καὶ ἤγγισεν γιεζι ἀπώσασθαι αὐτήν καὶ εἶπεν ελισαιε ἄφες αὐτήν ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ καὶ κύριος ἀπέκρυψεν ἀπ' ἐμοῦ καὶ οὐκ ἀνήγγειλέν μοι
428ἡ δὲ εἶπεν μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ κυρίου μου οὐκ εἶπα οὐ πλανήσεις μετ' ἐμοῦ
429καὶ εἶπεν ελισαιε τῷ γιεζι ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου καὶ δεῦρο ὅτι ἐὰν εὕρῃς ἄνδρα οὐκ εὐλογήσεις αὐτόν καὶ ἐὰν εὐλογήσῃ σε ἀνήρ οὐκ ἀποκριθήσῃ αὐτῷ καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου
430καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἀνέστη ελισαιε καὶ ἐπορεύθη ὀπίσω αὐτῆς
431καὶ γιεζι διῆλθεν ἔμπροσθεν αὐτῆς καὶ ἐπέθηκεν τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων οὐκ ἠγέρθη τὸ παιδάριον
432καὶ εἰσῆλθεν ελισαιε εἰς τὸν οἶκον καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ
433καὶ εἰσῆλθεν ελισαιε εἰς τὸν οἶκον καὶ ἀπέκλεισεν τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν καὶ προσηύξατο πρὸς κύριον
434καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκεν τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ διέκαμψεν ἐπ' αὐτόν καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου
435καὶ ἐπέστρεψεν καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις καὶ ἤνοιξεν τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ
436καὶ ἐξεβόησεν ελισαιε πρὸς γιεζι καὶ εἶπεν κάλεσον τὴν σωμανῖτιν ταύτην καὶ ἐκάλεσεν καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ εἶπεν ελισαιε λαβὲ τὸν υἱόν σου
437καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ ἔλαβεν τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθεν
438καὶ ελισαιε ἐπέστρεψεν εἰς γαλγαλα καὶ ὁ λιμὸς ἐν τῇ γῇ καὶ οἱ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ καὶ εἶπεν ελισαιε τῷ παιδαρίῳ αὐτοῦ ἐπίστησον τὸν λέβητα τὸν μέγαν καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν
439καὶ ἐξῆλθεν εἷς εἰς τὸν ἀγρὸν συλλέξαι αριωθ καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ καὶ συνέλεξεν ἀπ' αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος ὅτι οὐκ ἔγνωσαν
440καὶ ἐνέχει τοῖς ἀνδράσιν φαγεῖν καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψήματος καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπον θάνατος ἐν τῷ λέβητι ἄνθρωπε τοῦ θεοῦ καὶ οὐκ ἠδύναντο φαγεῖν
441καὶ εἶπεν λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα καὶ εἶπεν ελισαιε πρὸς γιεζι τὸ παιδάριον ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν καὶ οὐκ ἐγενήθη ἔτι ἐκεῖ ῥῆμα πονηρὸν ἐν τῷ λέβητι
442καὶ ἀνὴρ διῆλθεν ἐκ βαιθσαρισα καὶ ἤνεγκεν πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ πρωτογενημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας καὶ εἶπεν δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν
443καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν καὶ εἶπεν δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν ὅτι τάδε λέγει κύριος φάγονται καὶ καταλείψουσιν
444καὶ ἔφαγον καὶ κατέλιπον κατὰ τὸ ῥῆμα κυρίου
51καὶ ναιμαν ὁ ἄρχων τῆς δυνάμεως συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεθαυμασμένος προσώπῳ ὅτι ἐν αὐτῷ ἔδωκεν κύριος σωτηρίαν συρίᾳ καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύι λελεπρωμένος
52καὶ συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς ισραηλ νεάνιδα μικράν καὶ ἦν ἐνώπιον τῆς γυναικὸς ναιμαν
53ἡ δὲ εἶπεν τῇ κυρίᾳ αὐτῆς ὄφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ θεοῦ τοῦ ἐν σαμαρείᾳ τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ
54καὶ εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς ισραηλ
55καὶ εἶπεν βασιλεὺς συρίας πρὸς ναιμαν δεῦρο εἴσελθε καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα ισραηλ καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς
56καὶ ἤνεγκεν τὸ βιβλίον πρὸς τὸν βασιλέα ισραηλ λέγων καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ ἰδοὺ ἀπέστειλα πρὸς σὲ ναιμαν τὸν δοῦλόν μου καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ
57καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς ισραηλ τὸ βιβλίον διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν μὴ θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι ὅτι οὗτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός με
58καὶ ἐγένετο ὡς ἤκουσεν ελισαιε ὅτι διέρρηξεν ὁ βασιλεὺς ισραηλ τὰ ἱμάτια ἑαυτοῦ καὶ ἀπέστειλεν πρὸς τὸν βασιλέα ισραηλ λέγων ἵνα τί διέρρηξας τὰ ἱμάτιά σου ἐλθέτω δὴ πρός με ναιμαν καὶ γνώτω ὅτι ἔστιν προφήτης ἐν ισραηλ
59καὶ ἦλθεν ναιμαν ἐν ἵππῳ καὶ ἅρματι καὶ ἔστη ἐπὶ θύρας οἴκου ελισαιε
510καὶ ἀπέστειλεν ελισαιε ἄγγελον πρὸς αὐτὸν λέγων πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ ιορδάνῃ καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι καὶ καθαρισθήσῃ
511καὶ ἐθυμώθη ναιμαν καὶ ἀπῆλθεν καὶ εἶπεν ἰδοὺ δὴ ἔλεγον ὅτι ἐξελεύσεται πρός με καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν
512οὐχὶ ἀγαθὸς αβανα καὶ φαρφαρ ποταμοὶ δαμασκοῦ ὑπὲρ ιορδάνην καὶ πάντα τὰ ὕδατα ισραηλ οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι καὶ ἐξέκλινεν καὶ ἀπῆλθεν ἐν θυμῷ
513καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν μέγαν λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ οὐχὶ ποιήσεις καὶ ὅτι εἶπεν πρὸς σέ λοῦσαι καὶ καθαρίσθητι
514καὶ κατέβη ναιμαν καὶ ἐβαπτίσατο ἐν τῷ ιορδάνῃ ἑπτάκι κατὰ τὸ ῥῆμα ελισαιε καὶ ἐπέστρεψεν ἡ σὰρξ αὐτοῦ ὡς σὰρξ παιδαρίου μικροῦ καὶ ἐκαθαρίσθη
515καὶ ἐπέστρεψεν πρὸς ελισαιε αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ καὶ ἦλθεν καὶ ἔστη καὶ εἶπεν ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστιν θεὸς ἐν πάσῃ τῇ γῇ ὅτι ἀλλ' ἢ ἐν τῷ ισραηλ καὶ νῦν λαβὲ τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου
516καὶ εἶπεν ελισαιε ζῇ κύριος ᾧ παρέστην ἐνώπιον αὐτοῦ εἰ λήμψομαι καὶ παρεβιάσατο αὐτὸν λαβεῖν καὶ ἠπείθησεν
517καὶ εἶπεν ναιμαν καὶ εἰ μή δοθήτω δὴ τῷ δούλῳ σου γόμος ζεύγους ἡμιόνων καὶ σύ μοι δώσεις ἐκ τῆς γῆς τῆς πυρρᾶς ὅτι οὐ ποιήσει ἔτι ὁ δοῦλός σου ὁλοκαύτωμα καὶ θυσίασμα θεοῖς ἑτέροις ἀλλ' ἢ τῷ κυρίῳ μόνῳ
518καὶ ἱλάσεται κύριος τῷ δούλῳ σου ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον ρεμμαν προσκυνῆσαι αὐτὸν καὶ ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου καὶ προσκυνήσω ἐν οἴκῳ ρεμμαν ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν οἴκῳ ρεμμαν καὶ ἱλάσεται δὴ κύριος τῷ δούλῳ σου ἐν τῷ λόγῳ τούτῳ
519καὶ εἶπεν ελισαιε πρὸς ναιμαν δεῦρο εἰς εἰρήνην καὶ ἀπῆλθεν ἀπ' αὐτοῦ εἰς δεβραθα τῆς γῆς
520καὶ εἶπεν γιεζι τὸ παιδάριον ελισαιε ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ ναιμαν τοῦ σύρου τούτου τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχεν ζῇ κύριος ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήμψομαι παρ' αὐτοῦ τι
521καὶ ἐδίωξε γιεζι ὀπίσω τοῦ ναιμαν καὶ εἶδεν αὐτὸν ναιμαν τρέχοντα ὀπίσω αὐτοῦ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ
522καὶ εἶπεν εἰρήνη ὁ κύριός μου ἀπέστειλέν με λέγων ἰδοὺ νῦν ἦλθον πρός με δύο παιδάρια ἐξ ὄρους εφραιμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς
523καὶ εἶπεν ναιμαν λαβὲ διτάλαντον ἀργυρίου καὶ ἔλαβεν ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ καὶ ἦραν ἔμπροσθεν αὐτοῦ
524καὶ ἦλθον εἰς τὸ σκοτεινόν καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέθετο ἐν οἴκῳ καὶ ἐξαπέστειλεν τοὺς ἄνδρας
525καὶ αὐτὸς εἰσῆλθεν καὶ παρειστήκει πρὸς τὸν κύριον αὐτοῦ καὶ εἶπεν πρὸς αὐτὸν ελισαιε πόθεν γιεζι καὶ εἶπεν γιεζι οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα
526καὶ εἶπεν πρὸς αὐτὸν ελισαιε οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι καὶ νῦν ἔλαβες τὸ ἀργύριον καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ λήμψῃ ἐν αὐτῷ κήπους καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας
527καὶ ἡ λέπρα ναιμαν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών
61καὶ εἶπον οἱ υἱοὶ τῶν προφητῶν πρὸς ελισαιε ἰδοὺ δὴ ὁ τόπος ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου στενὸς ἀφ' ἡμῶν
62πορευθῶμεν δὴ ἕως τοῦ ιορδάνου καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκὸν μίαν καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ καὶ εἶπεν δεῦτε
63καὶ εἶπεν ὁ εἷς ἐπιεικέως δεῦρο μετὰ τῶν δούλων σου καὶ εἶπεν ἐγὼ πορεύσομαι
64καὶ ἐπορεύθη μετ' αὐτῶν καὶ ἦλθον εἰς τὸν ιορδάνην καὶ ἔτεμνον τὰ ξύλα
65καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ καὶ ἐβόησεν ὦ κύριε καὶ αὐτὸ κεχρημένον
66καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ ποῦ ἔπεσεν καὶ ἔδειξεν αὐτῷ τὸν τόπον καὶ ἀπέκνισεν ξύλον καὶ ἔρριψεν ἐκεῖ καὶ ἐπεπόλασεν τὸ σιδήριον
67καὶ εἶπεν ὕψωσον σαυτῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτό
68καὶ βασιλεὺς συρίας ἦν πολεμῶν ἐν ισραηλ καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ λέγων εἰς τὸν τόπον τόνδε τινὰ ελμωνι παρεμβαλῶ
69καὶ ἀπέστειλεν ελισαιε πρὸς τὸν βασιλέα ισραηλ λέγων φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ ὅτι ἐκεῖ συρία κέκρυπται
610καὶ ἀπέστειλεν ὁ βασιλεὺς ισραηλ εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ελισαιε καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο
611καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως συρίας περὶ τοῦ λόγου τούτου καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσίν με βασιλεῖ ισραηλ
612καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ οὐχί κύριέ μου βασιλεῦ ὅτι ελισαιε ὁ προφήτης ὁ ἐν ισραηλ ἀναγγέλλει τῷ βασιλεῖ ισραηλ πάντας τοὺς λόγους οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμιείῳ τοῦ κοιτῶνός σου
613καὶ εἶπεν δεῦτε ἴδετε ποῦ οὗτος καὶ ἀποστείλας λήμψομαι αὐτόν καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ἰδοὺ ἐν δωθαϊμ
614καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν
615καὶ ὤρθρισεν ὁ λειτουργὸς ελισαιε ἀναστῆναι καὶ ἐξῆλθεν καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα καὶ εἶπεν τὸ παιδάριον πρὸς αὐτόν ὦ κύριε πῶς ποιήσωμεν
616καὶ εἶπεν ελισαιε μὴ φοβοῦ ὅτι πλείους οἱ μεθ' ἡμῶν ὑπὲρ τοὺς μετ' αὐτῶν
617καὶ προσεύξατο ελισαιε καὶ εἶπεν κύριε διάνοιξον τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων καὶ ἅρμα πυρὸς περικύκλῳ ελισαιε
618καὶ κατέβησαν πρὸς αὐτόν καὶ προσηύξατο ελισαιε πρὸς κύριον καὶ εἶπεν πάταξον δὴ τοῦτο τὸ ἔθνος ἀορασίᾳ καὶ ἐπάταξεν αὐτοὺς ἀορασίᾳ κατὰ τὸ ῥῆμα ελισαιε
619καὶ εἶπεν πρὸς αὐτοὺς ελισαιε οὐχ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός δεῦτε ὀπίσω μου καὶ ἀπάξω ὑμᾶς πρὸς τὸν ἄνδρα ὃν ζητεῖτε καὶ ἀπήγαγεν αὐτοὺς εἰς σαμάρειαν
620καὶ ἐγένετο ὡς εἰσῆλθον εἰς σαμάρειαν καὶ εἶπεν ελισαιε ἄνοιξον δή κύριε τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδέτωσαν καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ ἦσαν ἐν μέσῳ σαμαρείας
621καὶ εἶπεν ὁ βασιλεὺς ισραηλ ὡς εἶδεν αὐτούς εἰ πατάξας πατάξω πάτερ
622καὶ εἶπεν οὐ πατάξεις εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ῥομφαίᾳ σου καὶ τόξῳ σου σὺ τύπτεις παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν καὶ φαγέτωσαν καὶ πιέτωσαν καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτῶν
623καὶ παρέθηκεν αὐτοῖς παράθεσιν μεγάλην καὶ ἔφαγον καὶ ἔπιον καὶ ἀπέστειλεν αὐτούς καὶ ἀπῆλθον πρὸς τὸν κύριον αὐτῶν καὶ οὐ προσέθεντο ἔτι μονόζωνοι συρίας τοῦ ἐλθεῖν εἰς γῆν ισραηλ
624καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἤθροισεν υἱὸς αδερ βασιλεὺς συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν σαμάρειαν
625καὶ ἐγένετο λιμὸς μέγας ἐν σαμαρείᾳ καὶ ἰδοὺ περιεκάθηντο ἐπ' αὐτήν ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα σίκλων ἀργυρίου καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου
626καὶ ἦν ὁ βασιλεὺς ισραηλ διαπορευόμενος ἐπὶ τοῦ τείχους καὶ γυνὴ ἐβόησεν πρὸς αὐτὸν λέγουσα σῶσον κύριε βασιλεῦ
627καὶ εἶπεν αὐτῇ μή σε σώσαι κύριος πόθεν σώσω σε μὴ ἀπὸ τῆς ἅλωνος ἢ ἀπὸ τῆς ληνοῦ
628καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς τί ἐστίν σοι καὶ εἶπεν ἡ γυνὴ αὕτη εἶπεν πρός με δὸς τὸν υἱόν σου καὶ φαγόμεθα αὐτὸν σήμερον καὶ τὸν υἱόν μου καὶ φαγόμεθα αὐτὸν αὔριον
629καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτόν καὶ εἶπον πρὸς αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν καὶ ἔκρυψεν τὸν υἱὸν αὐτῆς
630καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς ισραηλ τοὺς λόγους τῆς γυναικός διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν
631καὶ εἶπεν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ στήσεται ἡ κεφαλὴ ελισαιε ἐπ' αὐτῷ σήμερον
632καὶ ελισαιε ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ' αὐτοῦ καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτὸν καὶ αὐτὸς εἶπεν πρὸς τοὺς πρεσβυτέρους εἰ οἴδατε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν κεφαλήν μου ἴδετε ὡς ἂν ἔλθῃ ὁ ἄγγελος ἀποκλείσατε τὴν θύραν καὶ παραθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ οὐχὶ φωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ
633ἔτι αὐτοῦ λαλοῦντος μετ' αὐτῶν καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν καὶ εἶπεν ἰδοὺ αὕτη ἡ κακία παρὰ κυρίου τί ὑπομείνω τῷ κυρίῳ ἔτι
71καὶ εἶπεν ελισαιε ἄκουσον λόγον κυρίου τάδε λέγει κύριος ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου ἐν ταῖς πύλαις σαμαρείας
72καὶ ἀπεκρίθη ὁ τριστάτης ἐφ' ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ τῷ ελισαιε καὶ εἶπεν ἰδοὺ ποιήσει κύριος καταρράκτας ἐν οὐρανῷ μὴ ἔσται τὸ ῥῆμα τοῦτο καὶ ελισαιε εἶπεν ἰδοὺ σὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ φάγῃ
73καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τί ἡμεῖς καθήμεθα ὧδε ἕως ἀποθάνωμεν
74ἐὰν εἴπωμεν εἰσέλθωμεν εἰς τὴν πόλιν καὶ ὁ λιμὸς ἐν τῇ πόλει καὶ ἀποθανούμεθα ἐκεῖ καὶ ἐὰν καθίσωμεν ὧδε καὶ ἀποθανούμεθα καὶ νῦν δεῦτε καὶ ἐμπέσωμεν εἰς τὴν παρεμβολὴν συρίας ἐὰν ζωογονήσωσιν ἡμᾶς καὶ ζησόμεθα καὶ ἐὰν θανατώσωσιν ἡμᾶς καὶ ἀποθανούμεθα
75καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελθεῖν εἰς τὴν παρεμβολὴν συρίας καὶ ἦλθον εἰς μέρος τῆς παρεμβολῆς συρίας καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ
76καὶ κύριος ἀκουστὴν ἐποίησεν τὴν παρεμβολὴν συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου καὶ φωνὴν δυνάμεως μεγάλης καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ νῦν ἐμισθώσατο ἐφ' ἡμᾶς βασιλεὺς ισραηλ τοὺς βασιλέας τῶν χετταίων καὶ τοὺς βασιλέας αἰγύπτου τοῦ ἐλθεῖν ἐφ' ἡμᾶς
77καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τῷ σκότει καὶ ἐγκατέλιπαν τὰς σκηνὰς αὐτῶν καὶ τοὺς ἵππους αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν ἐν τῇ παρεμβολῇ ὡς ἔστιν καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτῶν
78καὶ εἰσῆλθον οἱ λεπροὶ οὗτοι ἕως μέρους τῆς παρεμβολῆς καὶ εἰσῆλθον εἰς σκηνὴν μίαν καὶ ἔφαγον καὶ ἔπιον καὶ ἦραν ἐκεῖθεν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἐπορεύθησαν καὶ ἐπέστρεψαν καὶ εἰσῆλθον εἰς σκηνὴν ἄλλην καὶ ἔλαβον ἐκεῖθεν καὶ ἐπορεύθησαν καὶ κατέκρυψαν
79καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ οὐχ οὕτως ἡμεῖς ποιοῦμεν ἡ ἡμέρα αὕτη ἡμέρα εὐαγγελίας ἐστίν καὶ ἡμεῖς σιωπῶμεν καὶ μένομεν ἕως φωτὸς τοῦ πρωὶ καὶ εὑρήσομεν ἀνομίαν καὶ νῦν δεῦρο καὶ εἰσέλθωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως
710καὶ εἰσῆλθον καὶ ἐβόησαν πρὸς τὴν πύλην τῆς πόλεως καὶ ἀνήγγειλαν αὐτοῖς λέγοντες εἰσήλθομεν εἰς τὴν παρεμβολὴν συρίας καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος καὶ αἱ σκηναὶ αὐτῶν ὡς εἰσίν
711καὶ ἐβόησαν οἱ θυρωροὶ καὶ ἀνήγγειλαν εἰς τὸν οἶκον τοῦ βασιλέως ἔσω
712καὶ ἀνέστη ὁ βασιλεὺς νυκτὸς καὶ εἶπεν πρὸς τοὺς παῖδας αὐτοῦ ἀναγγελῶ δὴ ὑμῖν ἃ ἐποίησεν ἡμῖν συρία ἔγνωσαν ὅτι πεινῶμεν ἡμεῖς καὶ ἐξῆλθαν ἐκ τῆς παρεμβολῆς καὶ ἐκρύβησαν ἐν τῷ ἀγρῷ λέγοντες ὅτι ἐξελεύσονται ἐκ τῆς πόλεως καὶ συλλημψόμεθα αὐτοὺς ζῶντας καὶ εἰς τὴν πόλιν εἰσελευσόμεθα
713καὶ ἀπεκρίθη εἷς τῶν παίδων αὐτοῦ καὶ εἶπεν λαβέτωσαν δὴ πέντε τῶν ἵππων τῶν ὑπολελειμμένων οἳ κατελείφθησαν ὧδε ἰδού εἰσιν πρὸς πᾶν τὸ πλῆθος ισραηλ τὸ ἐκλεῖπον καὶ ἀποστελοῦμεν ἐκεῖ καὶ ὀψόμεθα
714καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων καὶ ἀπέστειλεν ὁ βασιλεὺς ισραηλ ὀπίσω τοῦ βασιλέως συρίας λέγων δεῦτε καὶ ἴδετε
715καὶ ἐπορεύθησαν ὀπίσω αὐτῶν ἕως τοῦ ιορδάνου καὶ ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν ὧν ἔρριψεν συρία ἐν τῷ θαμβεῖσθαι αὐτούς καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τῷ βασιλεῖ
716καὶ ἐξῆλθεν ὁ λαὸς καὶ διήρπασεν τὴν παρεμβολὴν συρίας καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου κατὰ τὸ ῥῆμα κυρίου
717καὶ ὁ βασιλεὺς κατέστησεν τὸν τριστάτην ἐφ' ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τῇ χειρὶ αὐτοῦ ἐπὶ τῆς πύλης καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ καὶ ἀπέθανεν καθὰ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ θεοῦ ὃς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν
718καὶ ἐγένετο καθὰ ἐλάλησεν ελισαιε πρὸς τὸν βασιλέα λέγων δίμετρον κριθῆς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου καὶ ἔσται ὡς ἡ ὥρα αὕτη αὔριον ἐν τῇ πύλῃ σαμαρείας
719καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ ελισαιε καὶ εἶπεν ἰδοὺ κύριος ποιεῖ καταρράκτας ἐν τῷ οὐρανῷ μὴ ἔσται τὸ ῥῆμα τοῦτο καὶ εἶπεν ελισαιε ἰδοὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ φάγῃ
720καὶ ἐγένετο οὕτως καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ καὶ ἀπέθανεν
81καὶ ελισαιε ἐλάλησεν πρὸς τὴν γυναῖκα ἧς ἐζωπύρησεν τὸν υἱόν λέγων ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου καὶ παροίκει οὗ ἐὰν παροικήσῃς ὅτι κέκληκεν κύριος λιμὸν ἐπὶ τὴν γῆν καί γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη
82καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησεν κατὰ τὸ ῥῆμα ελισαιε καὶ ἐπορεύθη αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη
83καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν καὶ ἦλθεν βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς
84καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς γιεζι τὸ παιδάριον ελισαιε τοῦ ἀνθρώπου τοῦ θεοῦ λέγων διήγησαι δή μοι πάντα τὰ μεγάλα ἃ ἐποίησεν ελισαιε
85καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα καὶ ἰδοὺ ἡ γυνή ἧς ἐζωπύρησεν τὸν υἱὸν αὐτῆς ελισαιε βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς καὶ εἶπεν γιεζι κύριε βασιλεῦ αὕτη ἡ γυνή καὶ οὗτος ὁ υἱὸς αὐτῆς ὃν ἐζωπύρησεν ελισαιε
86καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα καὶ διηγήσατο αὐτῷ καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων ἐπίστρεψον πάντα τὰ αὐτῆς καὶ πάντα τὰ γενήματα τοῦ ἀγροῦ αὐτῆς ἀπὸ τῆς ἡμέρας ἧς κατέλιπεν τὴν γῆν ἕως τοῦ νῦν
87καὶ ἦλθεν ελισαιε εἰς δαμασκόν καὶ υἱὸς αδερ βασιλεὺς συρίας ἠρρώστει καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ἥκει ὁ ἄνθρωπος τοῦ θεοῦ ἕως ὧδε
88καὶ εἶπεν ὁ βασιλεὺς πρὸς αζαηλ λαβὲ ἐν τῇ χειρί σου μαναα καὶ δεῦρο εἰς ἀπαντὴν τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ ἐπιζήτησον τὸν κύριον παρ' αὐτοῦ λέγων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης
89καὶ ἐπορεύθη αζαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβεν μαναα ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ δαμασκοῦ ἄρσιν τεσσαράκοντα καμήλων καὶ ἦλθεν καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν πρὸς ελισαιε ὁ υἱός σου υἱὸς αδερ βασιλεὺς συρίας ἀπέστειλέν με πρὸς σὲ λέγων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης
810καὶ εἶπεν ελισαιε δεῦρο εἰπὸν αὐτῷ ζωῇ ζήσῃ καὶ ἔδειξέν μοι κύριος ὅτι θανάτῳ ἀποθανῇ
811καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ καὶ ἔθηκεν ἕως αἰσχύνης καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ θεοῦ
812καὶ εἶπεν αζαηλ τί ὅτι ὁ κύριός μου κλαίει καὶ εἶπεν ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς ισραηλ κακά τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρρήξεις
813καὶ εἶπεν αζαηλ τίς ἐστιν ὁ δοῦλός σου ὁ κύων ὁ τεθνηκώς ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο καὶ εἶπεν ελισαιε ἔδειξέν μοι κύριός σε βασιλεύοντα ἐπὶ συρίαν
814καὶ ἀπῆλθεν ἀπὸ ελισαιε καὶ εἰσῆλθεν πρὸς τὸν κύριον αὐτοῦ καὶ εἶπεν αὐτῷ τί εἶπέν σοι ελισαιε καὶ εἶπεν εἶπέν μοι ζωῇ ζήσῃ
815καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἔλαβεν τὸ μαχμα καὶ ἔβαψεν ἐν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ καὶ ἀπέθανεν καὶ ἐβασίλευσεν αζαηλ ἀντ' αὐτοῦ
816ἐν ἔτει πέμπτῳ τῷ ιωραμ υἱῷ αχααβ βασιλεῖ ισραηλ ἐβασίλευσεν ιωραμ υἱὸς ιωσαφατ βασιλεὺς ιουδα
817υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ
818καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων ισραηλ καθὼς ἐποίησεν οἶκος αχααβ ὅτι θυγάτηρ αχααβ ἦν αὐτῷ εἰς γυναῖκα καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου
819καὶ οὐκ ἠθέλησεν κύριος διαφθεῖραι τὸν ιουδαν διὰ δαυιδ τὸν δοῦλον αὐτοῦ καθὼς εἶπεν δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας
820ἐν ταῖς ἡμέραις αὐτοῦ ἠθέτησεν εδωμ ὑποκάτωθεν χειρὸς ιουδα καὶ ἐβασίλευσαν ἐφ' ἑαυτοὺς βασιλέα
821καὶ ἀνέβη ιωραμ εἰς σιωρ καὶ πάντα τὰ ἅρματα μετ' αὐτοῦ καὶ ἐγένετο αὐτοῦ ἀναστάντος καὶ ἐπάταξεν τὸν εδωμ τὸν κυκλώσαντα ἐπ' αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν
822καὶ ἠθέτησεν εδωμ ὑποκάτωθεν χειρὸς ιουδα ἕως τῆς ἡμέρας ταύτης τότε ἠθέτησεν λοβενα ἐν τῷ καιρῷ ἐκείνῳ
823καὶ τὰ λοιπὰ τῶν λόγων ιωραμ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
824καὶ ἐκοιμήθη ιωραμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐβασίλευσεν οχοζιας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
825ἐν ἔτει δωδεκάτῳ τῷ ιωραμ υἱῷ αχααβ βασιλεῖ ισραηλ ἐβασίλευσεν οχοζιας υἱὸς ιωραμ
826υἱὸς εἴκοσι καὶ δύο ἐτῶν οχοζιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ γοθολια θυγάτηρ αμβρι βασιλέως ισραηλ
827καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου αχααβ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καθὼς ὁ οἶκος αχααβ
828καὶ ἐπορεύθη μετὰ ιωραμ υἱοῦ αχααβ εἰς πόλεμον μετὰ αζαηλ βασιλέως ἀλλοφύλων ἐν ρεμμωθ γαλααδ καὶ ἐπάταξαν οἱ σύροι τὸν ιωραμ
829καὶ ἐπέστρεψεν ὁ βασιλεὺς ιωραμ τοῦ ἰατρευθῆναι ἐν ιεζραελ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν ἐν ρεμμωθ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ αζαηλ βασιλέως συρίας καὶ οχοζιας υἱὸς ιωραμ κατέβη τοῦ ἰδεῖν τὸν ιωραμ υἱὸν αχααβ ἐν ιεζραελ ὅτι ἠρρώστει αὐτός
91καὶ ελισαιε ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου καὶ δεῦρο εἰς ρεμμωθ γαλααδ
92καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ ιου υἱὸν ιωσαφατ υἱοῦ ναμεσσι καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμίειον ἐν τῷ ταμιείῳ
93καὶ λήμψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰπόν τάδε λέγει κύριος κέχρικά σε εἰς βασιλέα ἐπὶ ισραηλ καὶ ἀνοίξεις τὴν θύραν καὶ φεύξῃ καὶ οὐ μενεῖς
94καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς ρεμμωθ γαλααδ
95καὶ εἰσῆλθεν καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο καὶ εἶπεν λόγος μοι πρὸς σέ ὁ ἄρχων καὶ εἶπεν ιου πρὸς τίνα ἐκ πάντων ἡμῶν καὶ εἶπεν πρὸς σέ ὁ ἄρχων
96καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς ισραηλ κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν κυρίου ἐπὶ τὸν ισραηλ
97καὶ ἐξολεθρεύσεις τὸν οἶκον αχααβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων κυρίου ἐκ χειρὸς ιεζαβελ
98καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου αχααβ καὶ ἐξολεθρεύσεις τῷ οἴκῳ αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν ισραηλ
99καὶ δώσω τὸν οἶκον αχααβ ὡς τὸν οἶκον ιεροβοαμ υἱοῦ ναβατ καὶ ὡς τὸν οἶκον βαασα υἱοῦ αχια
910καὶ τὴν ιεζαβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι ιεζραελ καὶ οὐκ ἔστιν ὁ θάπτων καὶ ἤνοιξεν τὴν θύραν καὶ ἔφυγεν
911καὶ ιου ἐξῆλθεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ καὶ εἶπον αὐτῷ εἰ εἰρήνη τί ὅτι εἰσῆλθεν ὁ ἐπίλημπτος οὗτος πρὸς σέ καὶ εἶπεν αὐτοῖς ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ
912καὶ εἶπον ἄδικον ἀπάγγειλον δὴ ἡμῖν καὶ εἶπεν ιου πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐλάλησεν πρός με λέγων τάδε λέγει κύριος κέχρικά σε εἰς βασιλέα ἐπὶ ισραηλ
913καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβον ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ γαρεμ τῶν ἀναβαθμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπον ἐβασίλευσεν ιου
914καὶ συνεστράφη ιου υἱὸς ιωσαφατ υἱοῦ ναμεσσι πρὸς ιωραμ καὶ ιωραμ αὐτὸς ἐφύλασσεν ἐν ρεμμωθ γαλααδ αὐτὸς καὶ πᾶς ισραηλ ἀπὸ προσώπου αζαηλ βασιλέως συρίας
915καὶ ἀπέστρεψεν ιωραμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν ιεζραελ ἀπὸ τῶν πληγῶν ὧν ἔπαισαν αὐτὸν οἱ σύροι ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ αζαηλ βασιλέως συρίας καὶ εἶπεν ιου εἰ ἔστιν ἡ ψυχὴ ὑμῶν μετ' ἐμοῦ μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν ιεζραελ
916καὶ ἵππευσεν καὶ ἐπορεύθη ιου καὶ κατέβη εἰς ιεζραελ ὅτι ιωραμ βασιλεὺς ισραηλ ἐθεραπεύετο ἐν ιεζραελ ἀπὸ τῶν τοξευμάτων ὧν κατετόξευσαν αὐτὸν οἱ αραμιν ἐν τῇ ραμμαθ ἐν τῷ πολέμῳ μετὰ αζαηλ βασιλέως συρίας ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως καὶ οχοζιας βασιλεὺς ιουδα κατέβη ἰδεῖν τὸν ιωραμ
917καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον ἐν ιεζραελ καὶ εἶδεν τὸν κονιορτὸν ιου ἐν τῷ παραγίνεσθαι αὐτὸν καὶ εἶπεν κονιορτὸν ἐγὼ βλέπω καὶ εἶπεν ιωραμ λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν καὶ εἰπάτω εἰ εἰρήνη
918καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπεν τάδε λέγει ὁ βασιλεύς εἰ εἰρήνη καὶ εἶπεν ιου τί σοι καὶ εἰρήνῃ ἐπίστρεφε εἰς τὰ ὀπίσω μου καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων ἦλθεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν
919καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον καὶ ἦλθεν πρὸς αὐτὸν καὶ εἶπεν τάδε λέγει ὁ βασιλεύς εἰ εἰρήνη καὶ εἶπεν ιου τί σοι καὶ εἰρήνῃ ἐπιστρέφου εἰς τὰ ὀπίσω μου
920καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν καὶ ὁ ἄγων ἦγεν τὸν ιου υἱὸν ναμεσσιου ὅτι ἐν παραλλαγῇ ἐγένετο
921καὶ εἶπεν ιωραμ ζεῦξον καὶ ἔζευξεν ἅρμα καὶ ἐξῆλθεν ιωραμ βασιλεὺς ισραηλ καὶ οχοζιας βασιλεὺς ιουδα ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ καὶ ἐξῆλθον εἰς ἀπαντὴν ιου καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι ναβουθαι τοῦ ιεζραηλίτου
922καὶ ἐγένετο ὡς εἶδεν ιωραμ τὸν ιου καὶ εἶπεν εἰ εἰρήνη ιου καὶ εἶπεν ιου τί εἰρήνη ἔτι αἱ πορνεῖαι ιεζαβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά
923καὶ ἐπέστρεψεν ιωραμ τὰς χεῖρας αὐτοῦ τοῦ φυγεῖν καὶ εἶπεν πρὸς οχοζιαν δόλος οχοζια
924καὶ ἔπλησεν ιου τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξεν τὸν ιωραμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ καὶ ἐξῆλθεν τὸ βέλος διὰ τῆς καρδίας αὐτοῦ καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ
925καὶ εἶπεν ιου πρὸς βαδεκαρ τὸν τριστάτην αὐτοῦ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ ναβουθαι τοῦ ιεζραηλίτου ὅτι μνημονεύω ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω αχααβ τοῦ πατρὸς αὐτοῦ καὶ κύριος ἔλαβεν ἐπ' αὐτὸν τὸ λῆμμα τοῦτο λέγων
926εἰ μὴ μετὰ τῶν αἱμάτων ναβουθαι καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές φησὶν κύριος καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ φησὶν κύριος καὶ νῦν ἄρας δὴ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα κυρίου
927καὶ οχοζιας βασιλεὺς ιουδα εἶδεν καὶ ἔφυγεν ὁδὸν βαιθαγγαν καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ ιου καὶ εἶπεν καί γε αὐτόν καὶ ἐπάταξεν αὐτὸν ἐν τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν γαι ἥ ἐστιν ιεβλααμ καὶ ἔφυγεν εἰς μαγεδδων καὶ ἀπέθανεν ἐκεῖ
928καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει δαυιδ
929καὶ ἐν ἔτει ἑνδεκάτῳ ιωραμ βασιλέως ισραηλ ἐβασίλευσεν οχοζιας ἐπὶ ιουδαν
930καὶ ἦλθεν ιου εἰς ιεζραελ καὶ ιεζαβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνεν τὴν κεφαλὴν αὐτῆς καὶ διέκυψεν διὰ τῆς θυρίδος
931καὶ ιου εἰσεπορεύετο ἐν τῇ πόλει καὶ εἶπεν εἰ εἰρήνη ζαμβρι ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ
932καὶ ἐπῆρεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτὴν καὶ εἶπεν τίς εἶ σύ κατάβηθι μετ' ἐμοῦ καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι
933καὶ εἶπεν κυλίσατε αὐτήν καὶ ἐκύλισαν αὐτήν καὶ ἐρραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους καὶ συνεπάτησαν αὐτήν
934καὶ εἰσῆλθεν ιου καὶ ἔφαγεν καὶ ἔπιεν καὶ εἶπεν ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν ὅτι θυγάτηρ βασιλέως ἐστίν
935καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν
936καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ καὶ εἶπεν λόγος κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ ηλιου τοῦ θεσβίτου λέγων ἐν τῇ μερίδι ιεζραελ καταφάγονται οἱ κύνες τὰς σάρκας ιεζαβελ
937καὶ ἔσται τὸ θνησιμαῖον ιεζαβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι ιεζραελ ὥστε μὴ εἰπεῖν αὐτούς ιεζαβελ
101καὶ τῷ αχααβ ἑβδομήκοντα υἱοὶ ἐν σαμαρείᾳ καὶ ἔγραψεν ιου βιβλίον καὶ ἀπέστειλεν ἐν σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς υἱῶν αχααβ λέγων
102καὶ νῦν ὡς ἐὰν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς μεθ' ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν καὶ μεθ' ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα
103καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν
104καὶ ἐφοβήθησαν σφόδρα καὶ εἶπον ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ καὶ πῶς στησόμεθα ἡμεῖς
105καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς ιου λέγοντες παῖδές σου ἡμεῖς καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς ποιήσομεν οὐ βασιλεύσομεν ἄνδρα τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ποιήσομεν
106καὶ ἔγραψεν πρὸς αὐτοὺς βιβλίον δεύτερον λέγων εἰ ἐμοὶ ὑμεῖς καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον εἰς ιεζραελ καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς
107καὶ ἐγένετο ὡς ἦλθεν τὸ βιβλίον πρὸς αὐτούς καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς ἑβδομήκοντα ἄνδρας καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς ιεζραελ
108καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλεν λέγων ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως καὶ εἶπεν θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωί
109καὶ ἐγένετο πρωὶ καὶ ἐξῆλθεν καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπεν πρὸς πάντα τὸν λαόν δίκαιοι ὑμεῖς ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν καὶ τίς ἐπάταξεν πάντας τούτους
1010ἴδετε αφφω ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος κυρίου εἰς τὴν γῆν οὗ ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον αχααβ καὶ κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ ηλιου
1011καὶ ἐπάταξεν ιου πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ αχααβ ἐν ιεζραελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα
1012καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς σαμάρειαν αὐτὸς ἐν βαιθακαδ τῶν ποιμένων ἐν τῇ ὁδῷ
1013καὶ ιου εὗρεν τοὺς ἀδελφοὺς οχοζιου βασιλέως ιουδα καὶ εἶπεν τίνες ὑμεῖς καὶ εἶπον οἱ ἀδελφοὶ οχοζιου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης
1014καὶ εἶπεν συλλάβετε αὐτοὺς ζῶντας καὶ συνέλαβον αὐτοὺς ζῶντας καὶ ἔσφαξαν αὐτοὺς εἰς βαιθακαδ τεσσαράκοντα καὶ δύο ἄνδρας οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν
1015καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρεν τὸν ιωναδαβ υἱὸν ρηχαβ ἐν τῇ ὁδῷ εἰς ἀπαντὴν αὐτοῦ καὶ εὐλόγησεν αὐτόν καὶ εἶπεν πρὸς αὐτὸν ιου εἰ ἔστιν καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου καὶ εἶπεν ιωναδαβ ἔστιν καὶ εἶπεν ιου καὶ εἰ ἔστιν δὸς τὴν χεῖρά σου καὶ ἔδωκεν τὴν χεῖρα αὐτοῦ καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα
1016καὶ εἶπεν πρὸς αὐτόν δεῦρο μετ' ἐμοῦ καὶ ἰδὲ ἐν τῷ ζηλῶσαί με τῷ κυρίῳ σαβαωθ καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ
1017καὶ εἰσῆλθεν εἰς σαμάρειαν καὶ ἐπάταξεν πάντας τοὺς καταλειφθέντας τοῦ αχααβ ἐν σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν πρὸς ηλιου
1018καὶ συνήθροισεν ιου πάντα τὸν λαὸν καὶ εἶπεν πρὸς αὐτούς αχααβ ἐδούλευσεν τῷ βααλ ὀλίγα καί γε ιου δουλεύσει αὐτῷ πολλά
1019καὶ νῦν πάντες οἱ προφῆται τοῦ βααλ πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με ἀνὴρ μὴ ἐπισκεπήτω ὅτι θυσία μεγάλη μοι τῷ βααλ πᾶς ὃς ἐὰν ἐπισκεπῇ οὐ ζήσεται καὶ ιου ἐποίησεν ἐν πτερνισμῷ ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ βααλ
1020καὶ εἶπεν ιου ἁγιάσατε ἱερείαν τῷ βααλ καὶ ἐκήρυξαν
1021καὶ ἀπέστειλεν ιου ἐν παντὶ ισραηλ λέγων καὶ νῦν πάντες οἱ δοῦλοι τοῦ βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ μηδεὶς ἀπολειπέσθω ὅτι θυσίαν μεγάλην ποιῶ ὃς ἂν ἀπολειφθῇ οὐ ζήσεται καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ οὐ κατελείφθη ἀνήρ ὃς οὐ παρεγένετο καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ βααλ καὶ ἐπλήσθη ὁ οἶκος τοῦ βααλ στόμα εἰς στόμα
1022καὶ εἶπεν ιου τῷ ἐπὶ τοῦ οἴκου μεσθααλ ἐξάγαγε ἐνδύματα πᾶσι τοῖς δούλοις τοῦ βααλ καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής
1023καὶ εἰσῆλθεν ιου καὶ ιωναδαβ υἱὸς ρηχαβ εἰς οἶκον τοῦ βααλ καὶ εἶπεν τοῖς δούλοις τοῦ βααλ ἐρευνήσατε καὶ ἴδετε εἰ ἔστιν μεθ' ὑμῶν τῶν δούλων κυρίου ὅτι ἀλλ' ἢ οἱ δοῦλοι τοῦ βααλ μονώτατοι
1024καὶ εἰσῆλθεν τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα καὶ ιου ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν ἀνήρ ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρας ὑμῶν ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ
1025καὶ ἐγένετο ὡς συνετέλεσεν ποιῶν τὴν ὁλοκαύτωσιν καὶ εἶπεν ιου τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις εἰσελθόντες πατάξατε αὐτούς ἀνὴρ μὴ ἐξελθάτω ἐξ αὐτῶν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ βααλ
1026καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ βααλ καὶ ἐνέπρησαν αὐτήν
1027καὶ κατέσπασαν τὰς στήλας τοῦ βααλ καὶ καθεῖλον τὸν οἶκον τοῦ βααλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρῶνας ἕως τῆς ἡμέρας ταύτης
1028καὶ ἠφάνισεν ιου τὸν βααλ ἐξ ισραηλ
1029πλὴν ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ οὐκ ἀπέστη ιου ἀπὸ ὄπισθεν αὐτῶν αἱ δαμάλεις αἱ χρυσαῖ ἐν βαιθηλ καὶ ἐν δαν
1030καὶ εἶπεν κύριος πρὸς ιου ἀνθ' ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου καὶ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ αχααβ υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου ισραηλ
1031καὶ ιου οὐκ ἐφύλαξεν πορεύεσθαι ἐν νόμῳ κυρίου θεοῦ ισραηλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ οὐκ ἀπέστη ἐπάνωθεν ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ
1032ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο κύριος συγκόπτειν ἐν τῷ ισραηλ καὶ ἐπάταξεν αὐτοὺς αζαηλ ἐν παντὶ ὁρίῳ ισραηλ
1033ἀπὸ τοῦ ιορδάνου κατ' ἀνατολὰς ἡλίου πᾶσαν τὴν γῆν γαλααδ τοῦ γαδδι καὶ τοῦ ρουβην καὶ τοῦ μανασση ἀπὸ αροηρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου αρνων καὶ τὴν γαλααδ καὶ τὴν βασαν
1034καὶ τὰ λοιπὰ τῶν λόγων ιου καὶ πάντα ὅσα ἐποίησεν καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις ἃς συνῆψεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
1035καὶ ἐκοιμήθη ιου μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν σαμαρείᾳ καὶ ἐβασίλευσεν ιωαχας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
1036καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν ιου ἐπὶ ισραηλ εἴκοσι ὀκτὼ ἔτη ἐν σαμαρείᾳ
111καὶ γοθολια ἡ μήτηρ οχοζιου εἶδεν ὅτι ἀπέθανον οἱ υἱοὶ αὐτῆς καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας
112καὶ ἔλαβεν ιωσαβεε θυγάτηρ τοῦ βασιλέως ιωραμ ἀδελφὴ οχοζιου τὸν ιωας υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ ἐν τῷ ταμιείῳ τῶν κλινῶν καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου γοθολιας καὶ οὐκ ἐθανατώθη
113καὶ ἦν μετ' αὐτῆς ἐν οἴκῳ κυρίου κρυβόμενος ἓξ ἔτη καὶ γοθολια βασιλεύουσα ἐπὶ τῆς γῆς
114καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν ιωδαε ὁ ἱερεὺς καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους τὸν χορρι καὶ τὸν ρασιμ καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον κυρίου καὶ διέθετο αὐτοῖς διαθήκην κυρίου καὶ ὥρκισεν αὐτοὺς ἐνώπιον κυρίου καὶ ἔδειξεν αὐτοῖς ιωδαε τὸν υἱὸν τοῦ βασιλέως
115καὶ ἐνετείλατο αὐτοῖς λέγων οὗτος ὁ λόγος ὃν ποιήσετε τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον καὶ φυλάξετε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι
116καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων καὶ φυλάξετε τὴν φυλακὴν τοῦ οἴκου
117καὶ δύο χεῖρες ἐν ὑμῖν πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον καὶ φυλάξουσιν τὴν φυλακὴν οἴκου κυρίου πρὸς τὸν βασιλέα
118καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ καὶ ὁ εἰσπορευόμενος εἰς τὰ σαδηρωθ ἀποθανεῖται καὶ ἐγένετο μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν
119καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα ὅσα ἐνετείλατο ιωδαε ὁ συνετός καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλθεν πρὸς ιωδαε τὸν ἱερέα
1110καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχαις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως δαυιδ τοὺς ἐν οἴκῳ κυρίου
1111καὶ ἔστησαν οἱ παρατρέχοντες ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ
1112καὶ ἐξαπέστειλεν τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ' αὐτὸν τὸ νεζερ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν καὶ ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν ζήτω ὁ βασιλεύς
1113καὶ ἤκουσεν γοθολια τὴν φωνὴν τῶν τρεχόντων τοῦ λαοῦ καὶ εἰσῆλθεν πρὸς τὸν λαὸν εἰς οἶκον κυρίου
1114καὶ εἶδεν καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξιν καὶ διέρρηξεν γοθολια τὰ ἱμάτια ἑαυτῆς καὶ ἐβόησεν σύνδεσμος σύνδεσμος
1115καὶ ἐνετείλατο ιωδαε ὁ ἱερεὺς τοῖς ἑκατοντάρχαις τοῖς ἐπισκόποις τῆς δυνάμεως καὶ εἶπεν πρὸς αὐτούς ἐξαγάγετε αὐτὴν ἔσωθεν τῶν σαδηρωθ καὶ ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς θανάτῳ θανατωθήσεται ῥομφαίᾳ ὅτι εἶπεν ὁ ἱερεύς καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ κυρίου
1116καὶ ἐπέθηκαν αὐτῇ χεῖρας καὶ εἰσῆλθεν ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως καὶ ἀπέθανεν ἐκεῖ
1117καὶ διέθετο ιωδαε διαθήκην ἀνὰ μέσον κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ κυρίῳ καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ
1118καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς καὶ τὸν ματθαν τὸν ἱερέα τοῦ βααλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον κυρίου
1119καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους καὶ τὸν χορρι καὶ τὸν ρασιμ καὶ πάντα τὸν λαὸν τῆς γῆς καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου κυρίου καὶ εἰσῆλθεν ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως καὶ ἐκάθισαν αὐτὸν ἐπὶ τοῦ θρόνου τῶν βασιλέων
1120καὶ ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς καὶ ἡ πόλις ἡσύχασεν καὶ τὴν γοθολιαν ἐθανάτωσαν ἐν ῥομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως
121υἱὸς ἐτῶν ἑπτὰ ιωας ἐν τῷ βασιλεύειν αὐτόν
122ἐν ἔτει ἑβδόμῳ τῷ ιου ἐβασίλευσεν ιωας καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ αβια ἐκ τῆς βηρσαβεε
123καὶ ἐποίησεν ιωας τὸ εὐθὲς ἐνώπιον κυρίου πάσας τὰς ἡμέρας ἃς ἐφώτισεν αὐτὸν ιωδαε ὁ ἱερεύς
124πλὴν τῶν ὑψηλῶν οὐ μετεστάθησαν καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς
125καὶ εἶπεν ιωας πρὸς τοὺς ἱερεῖς πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ κυρίου ἀργύριον συντιμήσεως ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως πᾶν ἀργύριον ὃ ἐὰν ἀναβῇ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκεῖν ἐν οἴκῳ κυρίου
126λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς ἀνὴρ ἀπὸ τῆς πράσεως αὐτῶν καὶ αὐτοὶ κρατήσουσιν τὸ βεδεκ τοῦ οἴκου εἰς πάντα οὗ ἐὰν εὑρεθῇ ἐκεῖ βεδεκ
127καὶ ἐγενήθη ἐν τῷ εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ βασιλεῖ ιωας οὐκ ἐκραταίωσαν οἱ ἱερεῖς τὸ βεδεκ τοῦ οἴκου
128καὶ ἐκάλεσεν ιωας ὁ βασιλεὺς ιωδαε τὸν ἱερέα καὶ τοὺς ἱερεῖς καὶ εἶπεν πρὸς αὐτούς τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βεδεκ τοῦ οἴκου καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν ὅτι εἰς τὸ βεδεκ τοῦ οἴκου δώσετε αὐτό
129καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βεδεκ τοῦ οἴκου
1210καὶ ἔλαβεν ιωδαε ὁ ἱερεὺς κιβωτὸν μίαν καὶ ἔτρησεν τρώγλην ἐπὶ τῆς σανίδος αὐτῆς καὶ ἔδωκεν αὐτὴν παρὰ ιαμιβιν ἐν τῷ οἴκῳ ἀνδρὸς οἴκου κυρίου καὶ ἔδωκαν οἱ ἱερεῖς οἱ φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου
1211καὶ ἐγένετο ὡς εἶδον ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας καὶ ἔσφιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου
1212καὶ ἔδωκαν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἔργα τῶν ἐπισκόπων οἴκου κυρίου καὶ ἐξέδοσαν τοῖς τέκτοσιν τῶν ξύλων καὶ τοῖς οἰκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ κυρίου
1213καὶ τοῖς τειχισταῖς καὶ τοῖς λατόμοις τῶν λίθων τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κατασχεῖν τὸ βεδεκ οἴκου κυρίου εἰς πάντα ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι
1214πλὴν οὐ ποιηθήσεται οἴκῳ κυρίου θύραι ἀργυραῖ ἧλοι φιάλαι καὶ σάλπιγγες πᾶν σκεῦος χρυσοῦν καὶ σκεῦος ἀργυροῦν ἐκ τοῦ ἀργυρίου τοῦ εἰσενεχθέντος ἐν οἴκῳ κυρίου
1215ὅτι τοῖς ποιοῦσιν τὰ ἔργα δώσουσιν αὐτό καὶ ἐκραταίωσαν ἐν αὐτῷ τὸν οἶκον κυρίου
1216καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσιν τὰ ἔργα ὅτι ἐν πίστει αὐτῶν ποιοῦσιν
1217ἀργύριον περὶ ἁμαρτίας καὶ ἀργύριον περὶ πλημμελείας ὅ τι εἰσηνέχθη ἐν οἴκῳ κυρίου τοῖς ἱερεῦσιν ἐγένετο
1218τότε ἀνέβη αζαηλ βασιλεὺς συρίας καὶ ἐπολέμησεν ἐπὶ γεθ καὶ προκατελάβετο αὐτήν καὶ ἔταξεν αζαηλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ ιερουσαλημ
1219καὶ ἔλαβεν ιωας βασιλεὺς ιουδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν ιωσαφατ καὶ ιωραμ καὶ οχοζιας οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς ιουδα καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν τῷ αζαηλ βασιλεῖ συρίας καὶ ἀνέβη ἀπὸ ιερουσαλημ
1220καὶ τὰ λοιπὰ τῶν λόγων ιωας καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
1221καὶ ἀνέστησαν οἱ δοῦλοι αὐτοῦ καὶ ἔδησαν πάντα σύνδεσμον καὶ ἐπάταξαν τὸν ιωας ἐν οἴκῳ μαλλω τῷ ἐν γααλλα
1222καὶ ιεζιχαρ υἱὸς ιεμουαθ καὶ ιεζεβουθ ὁ υἱὸς αὐτοῦ σωμηρ οἱ δοῦλοι αὐτοῦ ἐπάταξαν αὐτόν καὶ ἀπέθανεν καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει δαυιδ καὶ ἐβασίλευσεν αμεσσιας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
131ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ ιωας υἱῷ οχοζιου βασιλεῖ ιουδα ἐβασίλευσεν ιωαχας υἱὸς ιου ἐν σαμαρείᾳ ἑπτακαίδεκα ἔτη
132καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ οὐκ ἀπέστη ἀπ' αὐτῶν
133καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ ισραηλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ αζαηλ βασιλέως συρίας καὶ ἐν χειρὶ υἱοῦ αδερ υἱοῦ αζαηλ πάσας τὰς ἡμέρας
134καὶ ἐδεήθη ιωαχας τοῦ προσώπου κυρίου καὶ ἐπήκουσεν αὐτοῦ κύριος ὅτι εἶδεν τὴν θλῖψιν ισραηλ ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς συρίας
135καὶ ἔδωκεν κύριος σωτηρίαν τῷ ισραηλ καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς συρίας καὶ ἐκάθισαν οἱ υἱοὶ ισραηλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης
136πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν ισραηλ ἐν αὐταῖς ἐπορεύθησαν καί γε τὸ ἄλσος ἐστάθη ἐν σαμαρείᾳ
137ὅτι οὐχ ὑπελείφθη τῷ ιωαχας λαὸς ἀλλ' ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς συρίας καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν
138καὶ τὰ λοιπὰ τῶν λόγων ιωαχας καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
139καὶ ἐκοιμήθη ιωαχας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν σαμαρείᾳ καὶ ἐβασίλευσεν ιωας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
1310ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ ιωας βασιλεῖ ιουδα ἐβασίλευσεν ιωας υἱὸς ιωαχας ἐπὶ ισραηλ ἐν σαμαρείᾳ ἑκκαίδεκα ἔτη
1311καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ ἐν αὐταῖς ἐπορεύθη
1312καὶ τὰ λοιπὰ τῶν λόγων ιωας καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ἃς ἐποίησεν μετὰ αμεσσιου βασιλέως ιουδα οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
1313καὶ ἐκοιμήθη ιωας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ιεροβοαμ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ ἐν σαμαρείᾳ μετὰ τῶν υἱῶν ισραηλ
1314καὶ ελισαιε ἠρρώστησεν τὴν ἀρρωστίαν αὐτοῦ δι' ἣν ἀπέθανεν καὶ κατέβη πρὸς αὐτὸν ιωας βασιλεὺς ισραηλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν πάτερ πάτερ ἅρμα ισραηλ καὶ ἱππεὺς αὐτοῦ
1315καὶ εἶπεν αὐτῷ ελισαιε λαβὲ τόξον καὶ βέλη καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη
1316καὶ εἶπεν τῷ βασιλεῖ ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον καὶ ἐπεβίβασεν ιωας τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ τόξον καὶ ἐπέθηκεν ελισαιε τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως
1317καὶ εἶπεν ἄνοιξον τὴν θυρίδα κατ' ἀνατολάς καὶ ἤνοιξεν καὶ εἶπεν ελισαιε τόξευσον καὶ ἐτόξευσεν καὶ εἶπεν βέλος σωτηρίας τῷ κυρίῳ καὶ βέλος σωτηρίας ἐν συρίᾳ καὶ πατάξεις τὴν συρίαν ἐν αφεκ ἕως συντελείας
1318καὶ εἶπεν αὐτῷ ελισαιε λαβὲ τόξα καὶ ἔλαβεν καὶ εἶπεν τῷ βασιλεῖ ισραηλ πάταξον εἰς τὴν γῆν καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη
1319καὶ ἐλυπήθη ἐπ' αὐτῷ ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις τότε ἂν ἐπάταξας τὴν συρίαν ἕως συντελείας καὶ νῦν τρὶς πατάξεις τὴν συρίαν
1320καὶ ἀπέθανεν ελισαιε καὶ ἔθαψαν αὐτόν καὶ μονόζωνοι μωαβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ
1321καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ ελισαιε καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων ελισαιε καὶ ἔζησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ
1322καὶ αζαηλ ἐξέθλιψεν τὸν ισραηλ πάσας τὰς ἡμέρας ιωαχας
1323καὶ ἠλέησεν κύριος αὐτοὺς καὶ οἰκτίρησεν αὐτοὺς καὶ ἐπέβλεψεν πρὸς αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ αβρααμ καὶ ισαακ καὶ ιακωβ καὶ οὐκ ἠθέλησεν κύριος διαφθεῖραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ
1324καὶ ἀπέθανεν αζαηλ βασιλεὺς συρίας καὶ ἐβασίλευσεν υἱὸς αδερ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
1325καὶ ἐπέστρεψεν ιωας υἱὸς ιωαχας καὶ ἔλαβεν τὰς πόλεις ἐκ χειρὸς υἱοῦ αδερ υἱοῦ αζαηλ ἃς ἔλαβεν ἐκ χειρὸς ιωαχας τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ τρὶς ἐπάταξεν αὐτὸν ιωας καὶ ἐπέστρεψεν τὰς πόλεις ισραηλ
141ἐν ἔτει δευτέρῳ τῷ ιωας υἱῷ ιωαχας βασιλεῖ ισραηλ καὶ ἐβασίλευσεν αμεσσιας υἱὸς ιωας βασιλεὺς ιουδα
142υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ιωαδιν ἐξ ιερουσαλημ
143καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς δαυιδ ὁ πατὴρ αὐτοῦ κατὰ πάντα ὅσα ἐποίησεν ιωας ὁ πατὴρ αὐτοῦ ἐποίησεν
144πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς
145καὶ ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ
146καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσεν καθὼς γέγραπται ἐν βιβλίῳ νόμων μωυσῆ ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων ὅτι ἀλλ' ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται
147αὐτὸς ἐπάταξεν τὸν εδωμ ἐν γαιμελε δέκα χιλιάδας καὶ συνέλαβε τὴν πέτραν ἐν τῷ πολέμῳ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς καθοηλ ἕως τῆς ἡμέρας ταύτης
148τότε ἀπέστειλεν αμεσσιας ἀγγέλους πρὸς ιωας υἱὸν ιωαχας υἱοῦ ιου βασιλέως ισραηλ λέγων δεῦρο ὀφθῶμεν προσώποις
149καὶ ἀπέστειλεν ιωας βασιλεὺς ισραηλ πρὸς αμεσσιαν βασιλέα ιουδα λέγων ὁ ακαν ὁ ἐν τῷ λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ λιβάνῳ λέγων δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ λιβάνῳ καὶ συνεπάτησαν τὸν ακανα
1410τύπτων ἐπάταξας τὴν ιδουμαίαν καὶ ἐπῆρέν σε ἡ καρδία σου ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου καὶ ἵνα τί ἐρίζεις ἐν κακίᾳ σου καὶ πεσῇ σὺ καὶ ιουδας μετὰ σοῦ
1411καὶ οὐκ ἤκουσεν αμεσσιας καὶ ἀνέβη ὁ βασιλεὺς ισραηλ καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ αμεσσιας βασιλεὺς ιουδα ἐν βαιθσαμυς τῇ τοῦ ιουδα
1412καὶ ἔπταισεν ιουδας ἀπὸ προσώπου ισραηλ καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ
1413καὶ τὸν αμεσσιαν υἱὸν ιωας υἱοῦ οχοζιου βασιλέα ιουδα συνέλαβεν ιωας υἱὸς ιωαχας βασιλεὺς ισραηλ ἐν βαιθσαμυς καὶ ἦλθεν εἰς ιερουσαλημ καὶ καθεῖλεν ἐν τῷ τείχει ιερουσαλημ ἐν τῇ πύλῃ εφραιμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις
1414καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς σαμάρειαν
1415καὶ τὰ λοιπὰ τῶν λόγων ιωας ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ ἃ ἐπολέμησεν μετὰ αμεσσιου βασιλέως ιουδα οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
1416καὶ ἐκοιμήθη ιωας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν σαμαρείᾳ μετὰ τῶν βασιλέων ισραηλ καὶ ἐβασίλευσεν ιεροβοαμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
1417καὶ ἔζησεν αμεσσιας υἱὸς ιωας βασιλεὺς ιουδα μετὰ τὸ ἀποθανεῖν ιωας υἱὸν ιωαχας βασιλέα ισραηλ πεντεκαίδεκα ἔτη
1418καὶ τὰ λοιπὰ τῶν λόγων αμεσσιου καὶ πάντα ἃ ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
1419καὶ συνεστράφησαν ἐπ' αὐτὸν σύστρεμμα ἐν ιερουσαλημ καὶ ἔφυγεν εἰς λαχις καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ
1420καὶ ἦραν αὐτὸν ἐφ' ἵππων καὶ ἐτάφη ἐν ιερουσαλημ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει δαυιδ
1421καὶ ἔλαβεν πᾶς ὁ λαὸς ιουδα τὸν αζαριαν καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ αμεσσιου
1422αὐτὸς ᾠκοδόμησεν τὴν αιλωθ καὶ ἐπέστρεψεν αὐτὴν τῷ ιουδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ
1423ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ αμεσσιου υἱοῦ ιωας βασιλέως ιουδα ἐβασίλευσεν ιεροβοαμ υἱὸς ιωας ἐπὶ ισραηλ ἐν σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος
1424καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ
1425αὐτὸς ἀπέστησεν τὸ ὅριον ισραηλ ἀπὸ εἰσόδου αιμαθ ἕως τῆς θαλάσσης τῆς αραβα κατὰ τὸ ῥῆμα κυρίου θεοῦ ισραηλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ ιωνα υἱοῦ αμαθι τοῦ προφήτου τοῦ ἐκ γεθχοβερ
1426ὅτι εἶδεν κύριος τὴν ταπείνωσιν ισραηλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ ισραηλ
1427καὶ οὐκ ἐλάλησεν κύριος ἐξαλεῖψαι τὸ σπέρμα ισραηλ ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς ιεροβοαμ υἱοῦ ιωας
1428καὶ τὰ λοιπὰ τῶν λόγων ιεροβοαμ καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα ἐπολέμησεν καὶ ὅσα ἐπέστρεψεν τὴν δαμασκὸν καὶ τὴν αιμαθ τῷ ιουδα ἐν ισραηλ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
1429καὶ ἐκοιμήθη ιεροβοαμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων ισραηλ καὶ ἐβασίλευσεν αζαριας υἱὸς αμεσσιου ἀντὶ τοῦ πατρὸς αὐτοῦ
151ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ ιεροβοαμ βασιλεῖ ισραηλ ἐβασίλευσεν αζαριας υἱὸς αμεσσιου βασιλέως ιουδα
152υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ χαλια ἐξ ιερουσαλημ
153καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν αμεσσιας ὁ πατὴρ αὐτοῦ
154πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς
155καὶ ἥψατο κύριος τοῦ βασιλέως καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ καὶ ἐβασίλευσεν ἐν οἴκῳ αφφουσωθ καὶ ιωαθαμ υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ κρίνων τὸν λαὸν τῆς γῆς
156καὶ τὰ λοιπὰ τῶν λόγων αζαριου καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
157καὶ ἐκοιμήθη αζαριας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει δαυιδ καὶ ἐβασίλευσεν ιωαθαμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
158ἐν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ αζαρια βασιλεῖ ιουδα ἐβασίλευσεν ζαχαριας υἱὸς ιεροβοαμ ἐπὶ ισραηλ ἐν σαμαρείᾳ ἑξάμηνον
159καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ
1510καὶ συνεστράφησαν ἐπ' αὐτὸν σελλουμ υἱὸς ιαβις καὶ κεβλααμ καὶ ἐπάταξαν αὐτὸν καὶ ἐθανάτωσαν αὐτόν καὶ σελλουμ ἐβασίλευσεν ἀντ' αὐτοῦ
1511καὶ τὰ λοιπὰ τῶν λόγων ζαχαριου ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
1512ὁ λόγος κυρίου ὃν ἐλάλησεν πρὸς ιου λέγων υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου ισραηλ καὶ ἐγένετο οὕτως
1513καὶ σελλουμ υἱὸς ιαβις ἐβασίλευσεν καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ αζαρια βασιλεῖ ιουδα ἐβασίλευσεν σελλουμ μῆνα ἡμερῶν ἐν σαμαρείᾳ
1514καὶ ἀνέβη μαναημ υἱὸς γαδδι ἐκ θαρσιλα καὶ ἦλθεν εἰς σαμάρειαν καὶ ἐπάταξεν τὸν σελλουμ υἱὸν ιαβις ἐν σαμαρείᾳ καὶ ἐθανάτωσεν αὐτόν
1515καὶ τὰ λοιπὰ τῶν λόγων σελλουμ καὶ ἡ συστροφὴ αὐτοῦ ἣν συνεστράφη ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
1516τότε ἐπάταξεν μαναημ τὴν θερσα καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς ἀπὸ θερσα ὅτι οὐκ ἤνοιξαν αὐτῷ καὶ ἐπάταξεν αὐτὴν καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν
1517ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ αζαρια βασιλεῖ ιουδα καὶ ἐβασίλευσεν μαναημ υἱὸς γαδδι ἐπὶ ισραηλ δέκα ἔτη ἐν σαμαρείᾳ
1518καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ
1519ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη φουλ βασιλεὺς ἀσσυρίων ἐπὶ τὴν γῆν καὶ μαναημ ἔδωκεν τῷ φουλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ' αὐτοῦ
1520καὶ ἐξήνεγκεν μαναημ τὸ ἀργύριον ἐπὶ τὸν ισραηλ ἐπὶ πᾶν δυνατὸν ἰσχύι δοῦναι τῷ βασιλεῖ τῶν ἀσσυρίων πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί καὶ ἀπέστρεψεν βασιλεὺς ἀσσυρίων καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ
1521καὶ τὰ λοιπὰ τῶν λόγων μαναημ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
1522καὶ ἐκοιμήθη μαναημ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσεν φακεϊας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
1523ἐν ἔτει πεντηκοστῷ τοῦ αζαριου βασιλέως ιουδα ἐβασίλευσεν φακεϊας υἱὸς μαναημ ἐπὶ ισραηλ ἐν σαμαρείᾳ δύο ἔτη
1524καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ
1525καὶ συνεστράφη ἐπ' αὐτὸν φακεε υἱὸς ρομελιου ὁ τριστάτης αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ἐν σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοῦ αργοβ καὶ μετὰ τοῦ αρια καὶ μετ' αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ
1526καὶ τὰ λοιπὰ τῶν λόγων φακεϊου καὶ πάντα ὅσα ἐποίησεν ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
1527ἐν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ αζαριου βασιλέως ιουδα ἐβασίλευσεν φακεε υἱὸς ρομελιου ἐπὶ ισραηλ ἐν σαμαρείᾳ εἴκοσι ἔτη
1528καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ
1529ἐν ταῖς ἡμέραις φακεε βασιλέως ισραηλ ἦλθεν θαγλαθφελλασαρ βασιλεὺς ἀσσυρίων καὶ ἔλαβεν τὴν αιν καὶ τὴν αβελβαιθαμααχα καὶ τὴν ιανωχ καὶ τὴν κενεζ καὶ τὴν ασωρ καὶ τὴν γαλααδ καὶ τὴν γαλιλαίαν πᾶσαν γῆν νεφθαλι καὶ ἀπῴκισεν αὐτοὺς εἰς ἀσσυρίους
1530καὶ συνέστρεψεν σύστρεμμα ωσηε υἱὸς ηλα ἐπὶ φακεε υἱὸν ρομελιου καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ ἐν ἔτει εἰκοστῷ ιωαθαμ υἱοῦ αζαριου
1531καὶ τὰ λοιπὰ τῶν λόγων φακεε καὶ πάντα ὅσα ἐποίησεν ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
1532ἐν ἔτει δευτέρῳ φακεε υἱοῦ ρομελιου βασιλέως ισραηλ ἐβασίλευσεν ιωαθαμ υἱὸς αζαριου βασιλέως ιουδα
1533υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ιερουσα θυγάτηρ σαδωκ
1534καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν οζιας ὁ πατὴρ αὐτοῦ
1535πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς αὐτὸς ᾠκοδόμησεν τὴν πύλην οἴκου κυρίου τὴν ἐπάνω
1536καὶ τὰ λοιπὰ τῶν λόγων ιωαθαμ καὶ πάντα ὅσα ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
1537ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο κύριος ἐξαποστέλλειν ἐν ιουδα τὸν ραασσων βασιλέα συρίας καὶ τὸν φακεε υἱὸν ρομελιου
1538καὶ ἐκοιμήθη ιωαθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐβασίλευσεν αχαζ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
161ἐν ἔτει ἑπτακαιδεκάτῳ φακεε υἱοῦ ρομελιου ἐβασίλευσεν αχαζ υἱὸς ιωαθαμ βασιλέως ιουδα
162υἱὸς εἴκοσι ἐτῶν ἦν αχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου θεοῦ αὐτοῦ πιστῶς ὡς δαυιδ ὁ πατὴρ αὐτοῦ
163καὶ ἐπορεύθη ἐν ὁδῷ ιεροβοαμ υἱοῦ ναβατ βασιλέως ισραηλ καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν ισραηλ
164καὶ ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς καὶ ἐπὶ τῶν βουνῶν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους
165τότε ἀνέβη ραασσων βασιλεὺς συρίας καὶ φακεε υἱὸς ρομελιου βασιλεὺς ισραηλ εἰς ιερουσαλημ εἰς πόλεμον καὶ ἐπολιόρκουν ἐπὶ αχαζ καὶ οὐκ ἐδύναντο πολεμεῖν
166ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψεν ραασσων βασιλεὺς συρίας τὴν αιλαθ τῇ συρίᾳ καὶ ἐξέβαλεν τοὺς ιουδαίους ἐξ αιλαθ καὶ ιδουμαῖοι ἦλθον εἰς αιλαθ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης
167καὶ ἀπέστειλεν αχαζ ἀγγέλους πρὸς θαγλαθφελλασαρ βασιλέα ἀσσυρίων λέγων δοῦλός σου καὶ υἱός σου ἐγώ ἀνάβηθι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως συρίας καὶ ἐκ χειρὸς βασιλέως ισραηλ τῶν ἐπανισταμένων ἐπ' ἐμέ
168καὶ ἔλαβεν αχαζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν τῷ βασιλεῖ δῶρα
169καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς ἀσσυρίων καὶ ἀνέβη βασιλεὺς ἀσσυρίων εἰς δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν ραασσων ἐθανάτωσεν
1610καὶ ἐπορεύθη βασιλεὺς αχαζ εἰς ἀπαντὴν τῷ θαγλαθφελλασαρ βασιλεῖ ἀσσυρίων εἰς δαμασκόν καὶ εἶδεν τὸ θυσιαστήριον ἐν δαμασκῷ καὶ ἀπέστειλεν ὁ βασιλεὺς αχαζ πρὸς ουριαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ εἰς πᾶσαν ποίησιν αὐτοῦ
1611καὶ ᾠκοδόμησεν ουριας ὁ ἱερεὺς τὸ θυσιαστήριον κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ βασιλεὺς αχαζ ἐκ δαμασκοῦ
1612καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιαστήριον καὶ ἀνέβη ἐπ' αὐτὸ
1613καὶ ἐθυμίασεν τὴν ὁλοκαύτωσιν αὐτοῦ καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ καὶ προσέχεεν τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον
1614καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἀπέναντι κυρίου καὶ προσήγαγεν ἀπὸ προσώπου τοῦ οἴκου κυρίου ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ οἴκου κυρίου καὶ ἔδωκεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βορρᾶν
1615καὶ ἐνετείλατο ὁ βασιλεὺς αχαζ τῷ ουρια τῷ ἱερεῖ λέγων ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωινὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινὴν καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν καὶ πᾶν αἷμα ὁλοκαυτώσεως καὶ πᾶν αἷμα θυσίας ἐπ' αὐτὸ προσχεεῖς καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τὸ πρωί
1616καὶ ἐποίησεν ουριας ὁ ἱερεὺς κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς αχαζ
1617καὶ συνέκοψεν ὁ βασιλεὺς αχαζ τὰ συγκλείσματα τῶν μεχωνωθ καὶ μετῆρεν ἀπ' αὐτῶν τὸν λουτῆρα καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην
1618καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ κυρίου καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ κυρίου ἀπὸ προσώπου βασιλέως ἀσσυρίων
1619καὶ τὰ λοιπὰ τῶν λόγων αχαζ ὅσα ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
1620καὶ ἐκοιμήθη αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει δαυιδ καὶ ἐβασίλευσεν εζεκιας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
171ἐν ἔτει δωδεκάτῳ τῷ αχαζ βασιλεῖ ιουδα ἐβασίλευσεν ωσηε υἱὸς ηλα ἐν σαμαρείᾳ ἐπὶ ισραηλ ἐννέα ἔτη
172καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς οἱ βασιλεῖς ισραηλ οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ
173ἐπ' αὐτὸν ἀνέβη σαλαμανασαρ βασιλεὺς ἀσσυρίων καὶ ἐγενήθη αὐτῷ ωσηε δοῦλος καὶ ἐπέστρεψεν αὐτῷ μαναα
174καὶ εὗρεν βασιλεὺς ἀσσυρίων ἐν τῷ ωσηε ἀδικίαν ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς σηγωρ βασιλέα αἰγύπτου καὶ οὐκ ἤνεγκεν μαναα τῷ βασιλεῖ ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς ἀσσυρίων καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς
175καὶ ἀνέβη ὁ βασιλεὺς ἀσσυρίων ἐν πάσῃ τῇ γῇ καὶ ἀνέβη εἰς σαμάρειαν καὶ ἐπολιόρκησεν ἐπ' αὐτὴν τρία ἔτη
176ἐν ἔτει ἐνάτῳ ωσηε συνέλαβεν βασιλεὺς ἀσσυρίων τὴν σαμάρειαν καὶ ἀπῴκισεν τὸν ισραηλ εἰς ἀσσυρίους καὶ κατῴκισεν αὐτοὺς ἐν αλαε καὶ ἐν αβωρ ποταμοῖς γωζαν καὶ ορη μήδων
177καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ ισραηλ τῷ κυρίῳ θεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς αἰγύπτου ὑποκάτωθεν χειρὸς φαραω βασιλέως αἰγύπτου καὶ ἐφοβήθησαν θεοὺς ἑτέρους
178καὶ ἐπορεύθησαν τοῖς δικαιώμασιν τῶν ἐθνῶν ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν ισραηλ καὶ οἱ βασιλεῖς ισραηλ ὅσοι ἐποίησαν
179καὶ ὅσοι ἠμφιέσαντο οἱ υἱοὶ ισραηλ λόγους οὐχ οὕτως κατὰ κυρίου θεοῦ αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς
1710καὶ ἐστήλωσαν ἑαυτοῖς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνῷ ὑψηλῷ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους
1711καὶ ἐθυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς καθὼς τὰ ἔθνη ἃ ἀπῴκισεν κύριος ἐκ προσώπου αὐτῶν καὶ ἐποίησαν κοινωνοὺς καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν κύριον
1712καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις οἷς εἶπεν κύριος αὐτοῖς οὐ ποιήσετε τὸ ῥῆμα τοῦτο κυρίῳ
1713καὶ διεμαρτύρατο κύριος ἐν τῷ ισραηλ καὶ ἐν τῷ ιουδα ἐν χειρὶ πάντων τῶν προφητῶν αὐτοῦ παντὸς ὁρῶντος λέγων ἀποστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ φυλάξατε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ πάντα τὸν νόμον ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προφητῶν
1714καὶ οὐκ ἤκουσαν καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ τὸν νῶτον τῶν πατέρων αὐτῶν
1715καὶ τὰ μαρτύρια αὐτοῦ ὅσα διεμαρτύρατο αὐτοῖς οὐκ ἐφύλαξαν καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν ὧν ἐνετείλατο αὐτοῖς τοῦ μὴ ποιῆσαι κατὰ ταῦτα
1716ἐγκατέλιπον τὰς ἐντολὰς κυρίου θεοῦ αὐτῶν καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα δύο δαμάλεις καὶ ἐποίησαν ἄλση καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐλάτρευσαν τῷ βααλ
1717καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ καὶ ἐμαντεύοντο μαντείας καὶ οἰωνίζοντο καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου παροργίσαι αὐτόν
1718καὶ ἐθυμώθη κύριος σφόδρα ἐν τῷ ισραηλ καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ ιουδα μονωτάτη
1719καί γε ιουδας οὐκ ἐφύλαξεν τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἐπορεύθησαν ἐν τοῖς δικαιώμασιν ισραηλ οἷς ἐποίησαν
1720καὶ ἀπεώσαντο τὸν κύριον ἐν παντὶ σπέρματι ισραηλ καὶ ἐσάλευσεν αὐτοὺς καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτούς ἕως οὗ ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ
1721ὅτι πλὴν ισραηλ ἐπάνωθεν οἴκου δαυιδ καὶ ἐβασίλευσαν τὸν ιεροβοαμ υἱὸν ναβατ καὶ ἐξέωσεν ιεροβοαμ τὸν ισραηλ ἐξόπισθεν κυρίου καὶ ἐξήμαρτεν αὐτοὺς ἁμαρτίαν μεγάλην
1722καὶ ἐπορεύθησαν οἱ υἱοὶ ισραηλ ἐν πάσῃ ἁμαρτίᾳ ιεροβοαμ ᾗ ἐποίησεν οὐκ ἀπέστησαν ἀπ' αὐτῆς
1723ἕως οὗ μετέστησεν κύριος τὸν ισραηλ ἀπὸ προσώπου αὐτοῦ καθὼς ἐλάλησεν κύριος ἐν χειρὶ πάντων τῶν δούλων αὐτοῦ τῶν προφητῶν καὶ ἀπῳκίσθη ισραηλ ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς ἀσσυρίους ἕως τῆς ἡμέρας ταύτης
1724καὶ ἤγαγεν βασιλεὺς ἀσσυρίων ἐκ βαβυλῶνος τὸν ἐκ χουνθα καὶ ἀπὸ αια καὶ ἀπὸ αιμαθ καὶ σεπφαρουαιν καὶ κατῳκίσθησαν ἐν πόλεσιν σαμαρείας ἀντὶ τῶν υἱῶν ισραηλ καὶ ἐκληρονόμησαν τὴν σαμάρειαν καὶ κατῴκησαν ἐν ταῖς πόλεσιν αὐτῆς
1725καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν οὐκ ἐφοβήθησαν τὸν κύριον καὶ ἀπέστειλεν κύριος ἐν αὐτοῖς τοὺς λέοντας καὶ ἦσαν ἀποκτέννοντες ἐν αὐτοῖς
1726καὶ εἶπον τῷ βασιλεῖ ἀσσυρίων λέγοντες τὰ ἔθνη ἃ ἀπῴκισας καὶ ἀντεκάθισας ἐν πόλεσιν σαμαρείας οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας καὶ ἰδού εἰσιν θανατοῦντες αὐτούς καθότι οὐκ οἴδασιν τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς
1727καὶ ἐνετείλατο ὁ βασιλεὺς ἀσσυρίων λέγων ἀπάγετε ἐκεῖθεν καὶ πορευέσθωσαν καὶ κατοικείτωσαν ἐκεῖ καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς
1728καὶ ἤγαγον ἕνα τῶν ἱερέων ὧν ἀπῴκισαν ἀπὸ σαμαρείας καὶ ἐκάθισεν ἐν βαιθηλ καὶ ἦν φωτίζων αὐτοὺς πῶς φοβηθῶσιν τὸν κύριον
1729καὶ ἦσαν ποιοῦντες ἔθνη ἔθνη θεοὺς αὐτῶν καὶ ἔθηκαν ἐν οἴκῳ τῶν ὑψηλῶν ὧν ἐποίησαν οἱ σαμαρῖται ἔθνη ἐν ταῖς πόλεσιν αὐτῶν ἐν αἷς κατῴκουν ἐν αὐταῖς
1730καὶ οἱ ἄνδρες βαβυλῶνος ἐποίησαν τὴν σοκχωθβαινιθ καὶ οἱ ἄνδρες χουθ ἐποίησαν τὴν νηριγελ καὶ οἱ ἄνδρες αιμαθ ἐποίησαν τὴν ασιμαθ
1731καὶ οἱ ευαῖοι ἐποίησαν τὴν εβλαζερ καὶ τὴν θαρθακ καὶ οἱ σεπφαρουαιν κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ αδραμελεχ καὶ ανημελεχ θεοῖς σεπφαρουαιν
1732καὶ ἦσαν φοβούμενοι τὸν κύριον καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν ἃ ἐποίησαν ἐν σαμαρείᾳ ἔθνος ἔθνος ἐν πόλει ἐν ᾗ κατῴκουν ἐν αὐτῇ καὶ ἦσαν φοβούμενοι τὸν κύριον καὶ ἐποίησαν ἑαυτοῖς ἱερεῖς τῶν ὑψηλῶν καὶ ἐποίησαν ἑαυτοῖς ἐν οἴκῳ τῶν ὑψηλῶν
1733τὸν κύριον ἐφοβοῦντο καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐθνῶν ὅθεν ἀπῴκισεν αὐτοὺς ἐκεῖθεν
1734ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν αὐτοὶ φοβοῦνται καὶ αὐτοὶ ποιοῦσιν κατὰ τὰ δικαιώματα αὐτῶν καὶ κατὰ τὴν κρίσιν αὐτῶν καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν ἐντολήν ἣν ἐνετείλατο κύριος τοῖς υἱοῖς ιακωβ οὗ ἔθηκεν τὸ ὄνομα αὐτοῦ ισραηλ
1735καὶ διέθετο κύριος μετ' αὐτῶν διαθήκην καὶ ἐνετείλατο αὐτοῖς λέγων οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους καὶ οὐ προσκυνήσετε αὐτοῖς καὶ οὐ λατρεύσετε αὐτοῖς καὶ οὐ θυσιάσετε αὐτοῖς
1736ὅτι ἀλλ' ἢ τῷ κυρίῳ ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ αὐτὸν φοβηθήσεσθε καὶ αὐτῷ προσκυνήσετε καὶ αὐτῷ θύσετε
1737καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολάς ἃς ἔγραψεν ὑμῖν φυλάσσεσθε ποιεῖν πάσας τὰς ἡμέρας καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους
1738καὶ τὴν διαθήκην ἣν διέθετο μεθ' ὑμῶν οὐκ ἐπιλήσεσθε καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους
1739ὅτι ἀλλ' ἢ τὸν κύριον θεὸν ὑμῶν φοβηθήσεσθε καὶ αὐτὸς ἐξελεῖται ὑμᾶς ἐκ πάντων τῶν ἐχθρῶν ὑμῶν
1740καὶ οὐκ ἀκούσεσθε ἐπὶ τῷ κρίματι αὐτῶν ὃ αὐτοὶ ποιοῦσιν
1741καὶ ἦσαν τὰ ἔθνη ταῦτα φοβούμενοι τὸν κύριον καὶ τοῖς γλυπτοῖς αὐτῶν ἦσαν δουλεύοντες καί γε οἱ υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν καθὰ ἐποίησαν οἱ πατέρες αὐτῶν ποιοῦσιν ἕως τῆς ἡμέρας ταύτης
181καὶ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ ωσηε υἱῷ ηλα βασιλεῖ ισραηλ ἐβασίλευσεν εζεκιας υἱὸς αχαζ βασιλέως ιουδα
182υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ αβου θυγάτηρ ζαχαριου
183καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν δαυιδ ὁ πατὴρ αὐτοῦ
184αὐτὸς ἐξῆρεν τὰ ὑψηλὰ καὶ συνέτριψεν πάσας τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησεν μωυσῆς ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ ισραηλ θυμιῶντες αὐτῷ καὶ ἐκάλεσεν αὐτὸν νεεσθαν
185ἐν κυρίῳ θεῷ ισραηλ ἤλπισεν καὶ μετ' αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν ιουδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ
186καὶ ἐκολλήθη τῷ κυρίῳ οὐκ ἀπέστη ὄπισθεν αὐτοῦ καὶ ἐφύλαξεν τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐνετείλατο μωυσῇ
187καὶ ἦν κύριος μετ' αὐτοῦ ἐν πᾶσιν οἷς ἐποίει συνῆκεν καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ ἀσσυρίων καὶ οὐκ ἐδούλευσεν αὐτῷ
188αὐτὸς ἐπάταξεν τοὺς ἀλλοφύλους ἕως γάζης καὶ ἕως ὁρίου αὐτῆς ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς
189καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ εζεκια αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ ωσηε υἱῷ ηλα βασιλεῖ ισραηλ ἀνέβη σαλαμανασσαρ βασιλεὺς ἀσσυρίων ἐπὶ σαμάρειαν καὶ ἐπολιόρκει ἐπ' αὐτήν
1810καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ εζεκια αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ ωσηε βασιλεῖ ισραηλ καὶ συνελήμφθη σαμάρεια
1811καὶ ἀπῴκισεν βασιλεὺς ἀσσυρίων τὴν σαμάρειαν εἰς ἀσσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν αλαε καὶ ἐν αβωρ ποταμῷ γωζαν καὶ ορη μήδων
1812ἀνθ' ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ πάντα ὅσα ἐνετείλατο μωυσῆς ὁ δοῦλος κυρίου καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν
1813καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει βασιλεῖ εζεκιου ἀνέβη σενναχηριμ βασιλεὺς ἀσσυρίων ἐπὶ τὰς πόλεις ιουδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς
1814καὶ ἀπέστειλεν εζεκιας βασιλεὺς ιουδα ἀγγέλους πρὸς βασιλέα ἀσσυρίων εἰς λαχις λέγων ἡμάρτηκα ἀποστράφητι ἀπ' ἐμοῦ ὃ ἐὰν ἐπιθῇς ἐπ' ἐμέ βαστάσω καὶ ἐπέθηκεν ὁ βασιλεὺς ἀσσυρίων ἐπὶ εζεκιαν βασιλέα ιουδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου
1815καὶ ἔδωκεν εζεκιας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως
1816ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν εζεκιας τὰς θύρας ναοῦ κυρίου καὶ τὰ ἐστηριγμένα ἃ ἐχρύσωσεν εζεκιας βασιλεὺς ιουδα καὶ ἔδωκεν αὐτὰ βασιλεῖ ἀσσυρίων
1817καὶ ἀπέστειλεν βασιλεὺς ἀσσυρίων τὸν θαρθαν καὶ τὸν ραφις καὶ τὸν ραψακην ἐκ λαχις πρὸς τὸν βασιλέα εζεκιαν ἐν δυνάμει βαρείᾳ ἐπὶ ιερουσαλημ καὶ ἀνέβησαν καὶ ἦλθον εἰς ιερουσαλημ καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως
1818καὶ ἐβόησαν πρὸς εζεκιαν καὶ ἐξῆλθον πρὸς αὐτὸν ελιακιμ υἱὸς χελκιου ὁ οἰκονόμος καὶ σομνας ὁ γραμματεὺς καὶ ιωας υἱὸς ασαφ ὁ ἀναμιμνῄσκων
1819καὶ εἶπεν πρὸς αὐτοὺς ραψακης εἴπατε δὴ πρὸς εζεκιαν τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς ἀσσυρίων τίς ἡ πεποίθησις αὕτη ἣν πέποιθας
1820εἶπας πλὴν λόγοι χειλέων βουλὴ καὶ δύναμις εἰς πόλεμον νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί
1821νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ' αἴγυπτον ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ' αὐτήν καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ καὶ τρήσει αὐτήν οὕτως φαραω βασιλεὺς αἰγύπτου πᾶσιν τοῖς πεποιθόσιν ἐπ' αὐτόν
1822καὶ ὅτι εἶπας πρός με ἐπὶ κύριον θεὸν πεποίθαμεν οὐχὶ αὐτὸς οὗτος οὗ ἀπέστησεν εζεκιας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπεν τῷ ιουδα καὶ τῇ ιερουσαλημ ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν ιερουσαλημ
1823καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ ἀσσυρίων καὶ δώσω σοι δισχιλίους ἵππους εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ' αὐτούς
1824καὶ πῶς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων καὶ ἤλπισας σαυτῷ ἐπ' αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς
1825καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαφθεῖραι αὐτόν κύριος εἶπεν πρός με ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν
1826καὶ εἶπεν ελιακιμ υἱὸς χελκιου καὶ σομνας καὶ ιωας πρὸς ραψακην λάλησον δὴ πρὸς τοὺς παῖδάς σου συριστί ὅτι ἀκούομεν ἡμεῖς καὶ οὐ λαλήσεις μεθ' ἡμῶν ιουδαϊστί καὶ ἵνα τί λαλεῖς ἐν τοῖς ὠσὶν τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους
1827καὶ εἶπεν πρὸς αὐτοὺς ραψακης μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τοῦ τείχους τοῦ φαγεῖν τὴν κόπρον αὐτῶν καὶ πιεῖν τὸ οὖρον αὐτῶν μεθ' ὑμῶν ἅμα
1828καὶ ἔστη ραψακης καὶ ἐβόησεν φωνῇ μεγάλῃ ιουδαϊστὶ καὶ ἐλάλησεν καὶ εἶπεν ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως ἀσσυρίων
1829τάδε λέγει ὁ βασιλεύς μὴ ἐπαιρέτω ὑμᾶς εζεκιας λόγοις ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσθαι ἐκ χειρός μου
1830καὶ μὴ ἐπελπιζέτω ὑμᾶς εζεκιας πρὸς κύριον λέγων ἐξαιρούμενος ἐξελεῖται ἡμᾶς κύριος οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως ἀσσυρίων
1831μὴ ἀκούετε εζεκιου ὅτι τάδε λέγει ὁ βασιλεὺς ἀσσυρίων ποιήσατε μετ' ἐμοῦ εὐλογίαν καὶ ἐξέλθατε πρός με καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ καὶ ἀνὴρ τὴν συκῆν αὐτοῦ φάγεται καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ
1832ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε καὶ μὴ ἀκούετε εζεκιου ὅτι ἀπατᾷ ὑμᾶς λέγων κύριος ῥύσεται ἡμᾶς
1833μὴ ῥυόμενοι ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως ἀσσυρίων
1834ποῦ ἐστιν ὁ θεὸς αιμαθ καὶ αρφαδ ποῦ ἐστιν ὁ θεὸς σεπφαρουαιν καὶ ὅτι ἐξείλαντο σαμάρειαν ἐκ χειρός μου
1835τίς ἐν πᾶσιν τοῖς θεοῖς τῶν γαιῶν οἳ ἐξείλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου ὅτι ἐξελεῖται κύριος τὴν ιερουσαλημ ἐκ χειρός μου
1836καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτῷ λόγον ὅτι ἐντολὴ τοῦ βασιλέως λέγων οὐκ ἀποκριθήσεσθε αὐτῷ
1837καὶ εἰσῆλθεν ελιακιμ υἱὸς χελκιου ὁ οἰκονόμος καὶ σομνας ὁ γραμματεὺς καὶ ιωας υἱὸς ασαφ ὁ ἀναμιμνῄσκων πρὸς εζεκιαν διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους ραψακου
191καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς εζεκιας καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ εἰσῆλθεν εἰς οἶκον κυρίου
192καὶ ἀπέστειλεν ελιακιμ τὸν οἰκονόμον καὶ σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς ησαιαν τὸν προφήτην υἱὸν αμως
193καὶ εἶπον πρὸς αὐτόν τάδε λέγει εζεκιας ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη ὅτι ἦλθον υἱοὶ ἕως ὠδίνων καὶ ἰσχὺς οὐκ ἔστιν τῇ τικτούσῃ
194εἴ πως εἰσακούσεται κύριος ὁ θεός σου πάντας τοὺς λόγους ραψακου ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς ἀσσυρίων ὁ κύριος αὐτοῦ ὀνειδίζειν θεὸν ζῶντα καὶ βλασφημεῖν ἐν λόγοις οἷς ἤκουσεν κύριος ὁ θεός σου καὶ λήμψῃ προσευχὴν περὶ τοῦ λείμματος τοῦ εὑρισκομένου
195καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως εζεκιου πρὸς ησαιαν
196καὶ εἶπεν αὐτοῖς ησαιας τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν τάδε λέγει κύριος μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας ὧν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως ἀσσυρίων
197ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ γῇ αὐτοῦ
198καὶ ἐπέστρεψεν ραψακης καὶ εὗρεν τὸν βασιλέα ἀσσυρίων πολεμοῦντα ἐπὶ λομνα ὅτι ἤκουσεν ὅτι ἀπῆρεν ἀπὸ λαχις
199καὶ ἤκουσεν περὶ θαρακα βασιλέως αἰθιόπων λέγων ἰδοὺ ἐξῆλθεν πολεμεῖν μετὰ σοῦ καὶ ἐπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς εζεκιαν λέγων
1910μὴ ἐπαιρέτω σε ὁ θεός σου ἐφ' ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ λέγων οὐ μὴ παραδοθῇ ιερουσαλημ εἰς χεῖρας βασιλέως ἀσσυρίων
1911ἰδοὺ σὺ ἤκουσας πάντα ὅσα ἐποίησαν βασιλεῖς ἀσσυρίων πάσαις ταῖς γαῖς τοῦ ἀναθεματίσαι αὐτάς καὶ σὺ ῥυσθήσῃ
1912μὴ ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν οὓς διέφθειραν οἱ πατέρες μου τήν τε γωζαν καὶ τὴν χαρραν καὶ ραφες καὶ υἱοὺς εδεμ τοὺς ἐν θαεσθεν
1913ποῦ ἐστιν ὁ βασιλεὺς αιμαθ καὶ ὁ βασιλεὺς αρφαδ καὶ ποῦ ἐστιν σεπφαρουαιν ανα καὶ αυα
1914καὶ ἔλαβεν εζεκιας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτά καὶ ἀνέβη εἰς οἶκον κυρίου καὶ ἀνέπτυξεν αὐτὰ εζεκιας ἐναντίον κυρίου
1915καὶ εἶπεν κύριε ὁ θεὸς ισραηλ ὁ καθήμενος ἐπὶ τῶν χερουβιν σὺ εἶ ὁ θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν
1916κλῖνον κύριε τὸ οὖς σου καὶ ἄκουσον ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους σενναχηριμ οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζῶντα
1917ὅτι ἀληθείᾳ κύριε ἠρήμωσαν βασιλεῖς ἀσσυρίων τὰ ἔθνη
1918καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ ὅτι οὐ θεοί εἰσιν ἀλλ' ἢ ἔργα χειρῶν ἀνθρώπων ξύλα καὶ λίθοι καὶ ἀπώλεσαν αὐτούς
1919καὶ νῦν κύριε ὁ θεὸς ἡμῶν σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς ὅτι σὺ κύριος ὁ θεὸς μόνος
1920καὶ ἀπέστειλεν ησαιας υἱὸς αμως πρὸς εζεκιαν λέγων τάδε λέγει κύριος ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς ισραηλ ἃ προσηύξω πρός με περὶ σενναχηριμ βασιλέως ἀσσυρίων ἤκουσα
1921οὗτος ὁ λόγος ὃν ἐλάλησεν κύριος ἐπ' αὐτόν ἐξουδένησέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ σιων ἐπὶ σοὶ κεφαλὴν αὐτῆς ἐκίνησεν θυγάτηρ ιερουσαλημ
1922τίνα ὠνείδισας καὶ ἐβλασφήμησας καὶ ἐπὶ τίνα ὕψωσας φωνήν καὶ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ ισραηλ
1923ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριον καὶ εἶπας ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων μηροὺς τοῦ λιβάνου καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ καὶ ἦλθον εἰς μελον τέλους αὐτοῦ δρυμοῦ καρμήλου αὐτοῦ
1924ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς
1925ἔπλασα αὐτήν νῦν ἤγαγον αὐτήν καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων πόλεις ὀχυράς
1926καὶ οἱ ἐνοικοῦντες ἐν αὐταῖς ἠσθένησαν τῇ χειρί ἔπτηξαν καὶ κατῃσχύνθησαν ἐγένοντο χόρτος ἀγροῦ ἢ χλωρὰ βοτάνη χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος
1927καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἔγνων καὶ τὸν θυμόν σου ἐπ' ἐμέ
1928διὰ τὸ ὀργισθῆναί σε ἐπ' ἐμὲ καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσίν μου καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσίν σου καὶ χαλινὸν ἐν τοῖς χείλεσίν σου καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ
1929καὶ τοῦτό σοι τὸ σημεῖον φάγῃ τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα καὶ ἔτι τρίτῳ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν
1930καὶ προσθήσει τὸ διασεσῳσμένον οἴκου ιουδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω
1931ὅτι ἐξ ιερουσαλημ ἐξελεύσεται κατάλειμμα καὶ ἀνασῳζόμενος ἐξ ὄρους σιων ὁ ζῆλος κυρίου τῶν δυνάμεων ποιήσει τοῦτο
1932οὐχ οὕτως τάδε λέγει κύριος πρὸς βασιλέα ἀσσυρίων οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην καὶ οὐ τοξεύσει ἐκεῖ βέλος καὶ οὐ προφθάσει αὐτὴν θυρεός καὶ οὐ μὴ ἐκχέῃ πρὸς αὐτὴν πρόσχωμα
1933τῇ ὁδῷ ᾗ ἦλθεν ἐν αὐτῇ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται λέγει κύριος
1934καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ δαυιδ τὸν δοῦλόν μου
1935καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξῆλθεν ἄγγελος κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ τῶν ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ὤρθρισαν τὸ πρωί καὶ ἰδοὺ πάντες σώματα νεκρά
1936καὶ ἀπῆρεν καὶ ἐπορεύθη καὶ ἀπέστρεψεν σενναχηριμ βασιλεὺς ἀσσυρίων καὶ ὤ|κησεν ἐν νινευη
1937καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ νεσεραχ θεοῦ αὐτοῦ καὶ αδραμελεχ καὶ σαρασαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ καὶ αὐτοὶ ἐσώθησαν εἰς γῆν αραρατ καὶ ἐβασίλευσεν ασορδαν ὁ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
201ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν εζεκιας εἰς θάνατον καὶ εἰσῆλθεν πρὸς αὐτὸν ησαιας υἱὸς αμως ὁ προφήτης καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει κύριος ἔντειλαι τῷ οἴκῳ σου ὅτι ἀποθνῄσκεις σὺ καὶ οὐ ζήσῃ
202καὶ ἀπέστρεψεν εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ ηὔξατο πρὸς κύριον λέγων
203ὦ δή κύριε μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα καὶ ἔκλαυσεν εζεκιας κλαυθμῷ μεγάλῳ
204καὶ ἦν ησαιας ἐν τῇ αὐλῇ τῇ μέσῃ καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων
205ἐπίστρεψον καὶ ἐρεῖς πρὸς εζεκιαν τὸν ἡγούμενον τοῦ λαοῦ μου τάδε λέγει κύριος ὁ θεὸς δαυιδ τοῦ πατρός σου ἤκουσα τῆς προσευχῆς σου εἶδον τὰ δάκρυά σου ἰδοὺ ἐγὼ ἰάσομαί σε τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον κυρίου
206καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ δαυιδ τὸν δοῦλόν μου
207καὶ εἶπεν λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος καὶ ὑγιάσει
208καὶ εἶπεν εζεκιας πρὸς ησαιαν τί τὸ σημεῖον ὅτι ἰάσεταί με κύριος καὶ ἀναβήσομαι εἰς οἶκον κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ
209καὶ εἶπεν ησαιας τοῦτο τὸ σημεῖον παρὰ κυρίου ὅτι ποιήσει κύριος τὸν λόγον ὃν ἐλάλησεν πορεύσεται ἡ σκιὰ δέκα βαθμούς ἐὰν ἐπιστρέφῃ δέκα βαθμούς
2010καὶ εἶπεν εζεκιας κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς οὐχί ἀλλ' ἐπιστραφήτω ἡ σκιὰ δέκα βαθμοὺς εἰς τὰ ὀπίσω
2011καὶ ἐβόησεν ησαιας ὁ προφήτης πρὸς κύριον καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς
2012ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν μαρωδαχβαλαδαν υἱὸς βαλαδαν βασιλεὺς βαβυλῶνος βιβλία καὶ μαναα πρὸς εζεκιαν ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν εζεκιας
2013καὶ ἐχάρη ἐπ' αὐτοῖς εζεκιας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ οὐκ ἦν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ
2014καὶ εἰσῆλθεν ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἶπεν εζεκιας ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με ἐκ βαβυλῶνος
2015καὶ εἶπεν τί εἶδον ἐν τῷ οἴκῳ σου καὶ εἶπεν πάντα ὅσα ἐν τῷ οἴκῳ μου εἶδον οὐκ ἦν ἐν τῷ οἴκῳ μου ὃ οὐκ ἔδειξα αὐτοῖς ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου
2016καὶ εἶπεν ησαιας πρὸς εζεκιαν ἄκουσον λόγον κυρίου
2017ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς βαβυλῶνα καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα ὃ εἶπεν κύριος
2018καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σοῦ οὓς γεννήσεις λήμψεται καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως βαβυλῶνος
2019καὶ εἶπεν εζεκιας πρὸς ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου
2020καὶ τὰ λοιπὰ τῶν λόγων εζεκιου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησεν τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
2021καὶ ἐκοιμήθη εζεκιας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει δαυιδ καὶ ἐβασίλευσεν μανασσης υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
211υἱὸς δώδεκα ἐτῶν μανασσης ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ οψιβα
212καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν ισραηλ
213καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλά ἃ κατέσπασεν εζεκιας ὁ πατὴρ αὐτοῦ καὶ ἀνέστησεν θυσιαστήριον τῇ βααλ καὶ ἐποίησεν ἄλση καθὼς ἐποίησεν αχααβ βασιλεὺς ισραηλ καὶ προσεκύνησεν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς
214καὶ ᾠκοδόμησεν θυσιαστήριον ἐν οἴκῳ κυρίου ὡς εἶπεν ἐν ιερουσαλημ θήσω τὸ ὄνομά μου
215καὶ ᾠκοδόμησεν θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου
216καὶ διῆγεν τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐποίησεν θελητὴν καὶ γνώστας ἐπλήθυνεν τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου παροργίσαι αὐτόν
217καὶ ἔθηκεν τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπεν κύριος πρὸς δαυιδ καὶ πρὸς σαλωμων τὸν υἱὸν αὐτοῦ ἐν τῷ οἴκῳ τούτῳ καὶ ἐν ιερουσαλημ ᾗ ἐξελεξάμην ἐκ πασῶν φυλῶν ισραηλ καὶ θήσω τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα
218καὶ οὐ προσθήσω τοῦ σαλεῦσαι τὸν πόδα ισραηλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν οἵτινες φυλάξουσιν πάντα ὅσα ἐνετειλάμην κατὰ πᾶσαν τὴν ἐντολήν ἣν ἐνετείλατο αὐτοῖς ὁ δοῦλός μου μωυσῆς
219καὶ οὐκ ἤκουσαν καὶ ἐπλάνησεν αὐτοὺς μανασσης τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου ὑπὲρ τὰ ἔθνη ἃ ἠφάνισεν κύριος ἐκ προσώπου υἱῶν ισραηλ
2110καὶ ἐλάλησεν κύριος ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν λέγων
2111ἀνθ' ὧν ὅσα ἐποίησεν μανασσης ὁ βασιλεὺς ιουδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων ὧν ἐποίησεν ὁ αμορραῖος ὁ ἔμπροσθεν καὶ ἐξήμαρτεν καί γε ιουδα ἐν τοῖς εἰδώλοις αὐτῶν
2112οὐχ οὕτως τάδε λέγει κύριος ὁ θεὸς ισραηλ ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ ιερουσαλημ καὶ ἐπὶ ιουδα ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ
2113καὶ ἐκτενῶ ἐπὶ ιερουσαλημ τὸ μέτρον σαμαρείας καὶ τὸ στάθμιον οἴκου αχααβ καὶ ἀπαλείψω τὴν ιερουσαλημ καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτοῦ
2114καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρονομίας μου καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσιν τοῖς ἐχθροῖς αὐτῶν
2115ἀνθ' ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς μου καὶ ἦσαν παροργίζοντές με ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐξ αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης
2116καί γε αἷμα ἀθῷον ἐξέχεεν μανασσης πολὺ σφόδρα ἕως οὗ ἔπλησεν τὴν ιερουσαλημ στόμα εἰς στόμα πλὴν τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐξήμαρτεν τὸν ιουδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου
2117καὶ τὰ λοιπὰ τῶν λόγων μανασση καὶ πάντα ὅσα ἐποίησεν καὶ ἡ ἁμαρτία αὐτοῦ ἣν ἥμαρτεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
2118καὶ ἐκοιμήθη μανασσης μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν τῷ κήπῳ τοῦ οἴκου αὐτοῦ ἐν κήπῳ οζα καὶ ἐβασίλευσεν αμων υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
2119υἱὸς εἴκοσι καὶ δύο ἐτῶν αμων ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ μεσολλαμ θυγάτηρ αρους ἐξ ιετεβα
2120καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου καθὼς ἐποίησεν μανασσης ὁ πατὴρ αὐτοῦ
2121καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ ᾗ ἐπορεύθη ὁ πατὴρ αὐτοῦ καὶ ἐλάτρευσεν τοῖς εἰδώλοις οἷς ἐλάτρευσεν ὁ πατὴρ αὐτοῦ καὶ προσεκύνησεν αὐτοῖς
2122καὶ ἐγκατέλιπεν τὸν κύριον θεὸν τῶν πατέρων αὐτοῦ καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ κυρίου
2123καὶ συνεστράφησαν οἱ παῖδες αμων πρὸς αὐτὸν καὶ ἐθανάτωσαν τὸν βασιλέα ἐν τῷ οἴκῳ αὐτοῦ
2124καὶ ἐπάταξεν πᾶς ὁ λαὸς τῆς γῆς πάντας τοὺς συστραφέντας ἐπὶ τὸν βασιλέα αμων καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν ιωσιαν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ
2125καὶ τὰ λοιπὰ τῶν λόγων αμων ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
2126καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν τῷ κήπῳ οζα καὶ ἐβασίλευσεν ιωσιας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
221υἱὸς ὀκτὼ ἐτῶν ιωσιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ιεδιδα θυγάτηρ εδεϊα ἐκ βασουρωθ
222καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ δαυιδ τοῦ πατρὸς αὐτοῦ οὐκ ἀπέστη δεξιὰ ἢ ἀριστερά
223καὶ ἐγενήθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ ιωσια ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἀπέστειλεν ὁ βασιλεὺς τὸν σαφφαν υἱὸν εσελιου υἱοῦ μεσολλαμ τὸν γραμματέα οἴκου κυρίου λέγων
224ἀνάβηθι πρὸς χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκῳ κυρίου ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ τοῦ λαοῦ
225καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ κυρίου καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσιν τὰ ἔργα τοῖς ἐν οἴκῳ κυρίου τοῦ κατισχῦσαι τὸ βεδεκ τοῦ οἴκου
226τοῖς τέκτοσιν καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς καὶ τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κραταιῶσαι τὸ βεδεκ τοῦ οἴκου
227πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσιν
228καὶ εἶπεν χελκιας ὁ ἱερεὺς ὁ μέγας πρὸς σαφφαν τὸν γραμματέα βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ κυρίου καὶ ἔδωκεν χελκιας τὸ βιβλίον πρὸς σαφφαν καὶ ἀνέγνω αὐτό
229καὶ εἰσήνεγκεν πρὸς τὸν βασιλέα ιωσιαν καὶ ἐπέστρεψεν τῷ βασιλεῖ ῥῆμα καὶ εἶπεν ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν τῷ οἴκῳ κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ κυρίου
2210καὶ εἶπεν σαφφαν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων βιβλίον ἔδωκέν μοι χελκιας ὁ ἱερεύς καὶ ἀνέγνω αὐτὸ σαφφαν ἐνώπιον τοῦ βασιλέως
2211καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ βιβλίου τοῦ νόμου καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ
2212καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ χελκια τῷ ἱερεῖ καὶ τῷ αχικαμ υἱῷ σαφφαν καὶ τῷ αχοβωρ υἱῷ μιχαιου καὶ τῷ σαφφαν τῷ γραμματεῖ καὶ τῷ ασαια δούλῳ τοῦ βασιλέως λέγων
2213δεῦτε ἐκζητήσατε τὸν κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ ιουδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου ὅτι μεγάλη ἡ ὀργὴ κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμῖν ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τούτου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθ' ἡμῶν
2214καὶ ἐπορεύθη χελκιας ὁ ἱερεὺς καὶ αχικαμ καὶ αχοβωρ καὶ σαφφαν καὶ ασαιας πρὸς ολδαν τὴν προφῆτιν γυναῖκα σελλημ υἱοῦ θεκουε υἱοῦ αραας τοῦ ἱματιοφύλακος καὶ αὐτὴ κατῴκει ἐν ιερουσαλημ ἐν τῇ μασενα καὶ ἐλάλησαν πρὸς αὐτήν
2215καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς ισραηλ εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με
2216τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτόν πάντας τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς ιουδα
2217ἀνθ' ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίων θεοῖς ἑτέροις ὅπως παροργίσωσίν με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν καὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται
2218καὶ πρὸς βασιλέα ιουδα τὸν ἀποστείλαντα ὑμᾶς ἐπιζητῆσαι τὸν κύριον τάδε ἐρεῖτε πρὸς αὐτόν τάδε λέγει κύριος ὁ θεὸς ισραηλ οἱ λόγοι οὓς ἤκουσας
2219ἀνθ' ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου κυρίου ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιον ἐμοῦ καί γε ἐγὼ ἤκουσα λέγει κύριος
2220οὐχ οὕτως ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσιν τοῖς κακοῖς οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ῥῆμα
231καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους ιουδα καὶ ιερουσαλημ
232καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον κυρίου καὶ πᾶς ἀνὴρ ιουδα καὶ πάντες οἱ κατοικοῦντες ἐν ιερουσαλημ μετ' αὐτοῦ καὶ οἱ ἱερεῖς καὶ οἱ προφῆται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ κυρίου
233καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στῦλον καὶ διέθετο διαθήκην ἐνώπιον κυρίου τοῦ πορεύεσθαι ὀπίσω κυρίου καὶ τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαθήκῃ
234καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ χελκια τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσιν τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσιν τὸν σταθμὸν τοῦ ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ βααλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ κατέκαυσεν αὐτὰ ἔξω ιερουσαλημ ἐν σαδημωθ κεδρων καὶ ἔλαβεν τὸν χοῦν αὐτῶν εἰς βαιθηλ
235καὶ κατέπαυσεν τοὺς χωμαριμ οὓς ἔδωκαν βασιλεῖς ιουδα καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν ιουδα καὶ τοῖς περικύκλῳ ιερουσαλημ καὶ τοὺς θυμιῶντας τῷ βααλ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς μαζουρωθ καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ
236καὶ ἐξήνεγκεν τὸ ἄλσος ἐξ οἴκου κυρίου ἔξωθεν ιερουσαλημ εἰς τὸν χειμάρρουν κεδρων καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάρρῳ κεδρων καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ ἔρριψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ
237καὶ καθεῖλεν τὸν οἶκον τῶν καδησιμ τῶν ἐν τῷ οἴκῳ κυρίου οὗ αἱ γυναῖκες ὕφαινον ἐκεῖ χεττιιν τῷ ἄλσει
238καὶ ἀνήγαγεν πάντας τοὺς ἱερεῖς ἐκ πόλεων ιουδα καὶ ἐμίανεν τὰ ὑψηλά οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς ἀπὸ γαβαα καὶ ἕως βηρσαβεε καὶ καθεῖλεν τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης ιησου ἄρχοντος τῆς πόλεως τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως
239πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον κυρίου ἐν ιερουσαλημ ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν
2310καὶ ἐμίανεν τὸν ταφεθ τὸν ἐν φάραγγι υἱοῦ εννομ τοῦ διάγειν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ μολοχ ἐν πυρί
2311καὶ κατέπαυσεν τοὺς ἵππους οὓς ἔδωκαν βασιλεῖς ιουδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου κυρίου εἰς τὸ γαζοφυλάκιον ναθαν βασιλέως τοῦ εὐνούχου ἐν φαρουριμ καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί
2312καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου αχαζ ἃ ἐποίησαν βασιλεῖς ιουδα καὶ τὰ θυσιαστήρια ἃ ἐποίησεν μανασσης ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου καὶ καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν καὶ ἔρριψεν τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν κεδρων
2313καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον ιερουσαλημ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ μοσοαθ ὃν ᾠκοδόμησεν σαλωμων βασιλεὺς ισραηλ τῇ ἀστάρτῃ προσοχθίσματι σιδωνίων καὶ τῷ χαμως προσοχθίσματι μωαβ καὶ τῷ μολχολ βδελύγματι υἱῶν αμμων ἐμίανεν ὁ βασιλεύς
2314καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ ἔπλησεν τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων
2315καί γε τὸ θυσιαστήριον τὸ ἐν βαιθηλ τὸ ὑψηλόν ὃ ἐποίησεν ιεροβοαμ υἱὸς ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ καί γε τὸ θυσιαστήριον ἐκεῖνο καὶ τὸ ὑψηλὸν κατέσπασεν καὶ συνέτριψεν τοὺς λίθους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ κατέκαυσεν τὸ ἄλσος
2316καὶ ἐξένευσεν ιωσιας καὶ εἶδεν τοὺς τάφους τοὺς ὄντας ἐκεῖ ἐν τῇ πόλει καὶ ἀπέστειλεν καὶ ἔλαβεν τὰ ὀστᾶ ἐκ τῶν τάφων καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν τῷ ἑστάναι ιεροβοαμ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπιστρέψας ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ θεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους
2317καὶ εἶπεν τί τὸ σκόπελον ἐκεῖνο ὃ ἐγὼ ὁρῶ καὶ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ὁ ἄνθρωπος τοῦ θεοῦ ἐστιν ὁ ἐξεληλυθὼς ἐξ ιουδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους οὓς ἐπεκαλέσατο ἐπὶ τὸ θυσιαστήριον βαιθηλ
2318καὶ εἶπεν ἄφετε αὐτό ἀνὴρ μὴ κινησάτω τὰ ὀστᾶ αὐτοῦ καὶ ἐρρύσθησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προφήτου τοῦ ἥκοντος ἐκ σαμαρείας
2319καί γε εἰς πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσιν σαμαρείας οὓς ἐποίησαν βασιλεῖς ισραηλ παροργίζειν κύριον ἀπέστησεν ιωσιας καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα ἃ ἐποίησεν ἐν βαιθηλ
2320καὶ ἐθυσίασεν πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν θυσιαστηρίων καὶ κατέκαυσεν τὰ ὀστᾶ τῶν ἀνθρώπων ἐπ' αὐτά καὶ ἐπεστράφη εἰς ιερουσαλημ
2321καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τῷ λαῷ λέγων ποιήσατε τὸ πασχα τῷ κυρίῳ θεῷ ἡμῶν καθὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαθήκης ταύτης
2322ὅτι οὐκ ἐγενήθη τὸ πασχα τοῦτο ἀφ' ἡμερῶν τῶν κριτῶν οἳ ἔκρινον τὸν ισραηλ καὶ πάσας τὰς ἡμέρας βασιλέων ισραηλ καὶ βασιλέων ιουδα
2323ὅτι ἀλλ' ἢ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως ιωσια ἐγενήθη τὸ πασχα τῷ κυρίῳ ἐν ιερουσαλημ
2324καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ θεραφιν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν γῇ ιουδα καὶ ἐν ιερουσαλημ ἐξῆρεν ὁ βασιλεὺς ιωσιας ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου οὗ εὗρεν χελκιας ὁ ἱερεὺς ἐν οἴκῳ κυρίου
2325ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεύς ὃς ἐπέστρεψεν πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύι αὐτοῦ κατὰ πάντα τὸν νόμον μωυσῆ καὶ μετ' αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ
2326πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ θυμοῦ ὀργῆς αὐτοῦ τοῦ μεγάλου οὗ ἐθυμώθη ὀργὴ αὐτοῦ ἐν τῷ ιουδα ἐπὶ τοὺς παροργισμούς οὓς παρώργισεν αὐτὸν μανασσης
2327καὶ εἶπεν κύριος καί γε τὸν ιουδαν ἀποστήσω ἀπὸ τοῦ προσώπου μου καθὼς ἀπέστησα τὸν ισραηλ καὶ ἀπώσομαι τὴν πόλιν ταύτην ἣν ἐξελεξάμην τὴν ιερουσαλημ καὶ τὸν οἶκον οὗ εἶπον ἔσται τὸ ὄνομά μου ἐκεῖ
2328καὶ τὰ λοιπὰ τῶν λόγων ιωσιου καὶ πάντα ὅσα ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
2329ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη φαραω νεχαω βασιλεὺς αἰγύπτου ἐπὶ βασιλέα ἀσσυρίων ἐπὶ ποταμὸν εὐφράτην καὶ ἐπορεύθη ιωσιας εἰς ἀπαντὴν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτὸν νεχαω ἐν μαγεδδω ἐν τῷ ἰδεῖν αὐτόν
2330καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ μαγεδδω καὶ ἤγαγον αὐτὸν εἰς ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει δαυιδ καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν ιωαχας υἱὸν ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ
2331υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ἦν ιωαχας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ αμιταλ θυγάτηρ ιερεμιου ἐκ λεμνα
2332καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ
2333καὶ μετέστησεν αὐτὸν φαραω νεχαω ἐν δεβλαθα ἐν γῇ εμαθ τοῦ μὴ βασιλεύειν ἐν ιερουσαλημ καὶ ἔδωκεν ζημίαν ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου
2334καὶ ἐβασίλευσεν φαραω νεχαω ἐπ' αὐτοὺς τὸν ελιακιμ υἱὸν ιωσιου βασιλέως ιουδα ἀντὶ ιωσιου τοῦ πατρὸς αὐτοῦ καὶ ἐπέστρεψεν τὸ ὄνομα αὐτοῦ ιωακιμ καὶ τὸν ιωαχας ἔλαβεν καὶ εἰσήνεγκεν εἰς αἴγυπτον καὶ ἀπέθανεν ἐκεῖ
2335καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν ιωακιμ τῷ φαραω πλὴν ἐτιμογράφησεν τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος φαραω ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι τῷ φαραω νεχαω
2336υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ιελδαφ θυγάτηρ φεδεϊα ἐκ ρουμα
2337καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ
241ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος καὶ ἐγενήθη αὐτῷ ιωακιμ δοῦλος τρία ἔτη καὶ ἐπέστρεψεν καὶ ἠθέτησεν ἐν αὐτῷ
242καὶ ἀπέστειλεν αὐτῷ τοὺς μονοζώνους τῶν χαλδαίων καὶ τοὺς μονοζώνους συρίας καὶ τοὺς μονοζώνους μωαβ καὶ τοὺς μονοζώνους υἱῶν αμμων καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ ιουδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν
243πλὴν ἐπὶ τὸν θυμὸν κυρίου ἦν ἐν τῷ ιουδα ἀποστῆσαι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ ἐν ἁμαρτίαις μανασση κατὰ πάντα ὅσα ἐποίησεν
244καί γε αἷμα ἀθῷον ἐξέχεεν καὶ ἔπλησεν τὴν ιερουσαλημ αἵματος ἀθῴου καὶ οὐκ ἠθέλησεν κύριος ἱλασθῆναι
245καὶ τὰ λοιπὰ τῶν λόγων ιωακιμ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
246καὶ ἐκοιμήθη ιωακιμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσεν ιωακιμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
247καὶ οὐ προσέθετο ἔτι βασιλεὺς αἰγύπτου ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ ὅτι ἔλαβεν βασιλεὺς βαβυλῶνος ἀπὸ τοῦ χειμάρρου αἰγύπτου ἕως τοῦ ποταμοῦ εὐφράτου πάντα ὅσα ἦν τοῦ βασιλέως αἰγύπτου
248υἱὸς ὀκτωκαίδεκα ἐτῶν ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ νεσθα θυγάτηρ ελλαναθαν ἐξ ιερουσαλημ
249καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ
2410ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος εἰς ιερουσαλημ καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ
2411καὶ εἰσῆλθεν ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος εἰς τὴν πόλιν καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπ' αὐτήν
2412καὶ ἐξῆλθεν ιωακιμ βασιλεὺς ιουδα ἐπὶ βασιλέα βαβυλῶνος αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ οἱ εὐνοῦχοι αὐτοῦ καὶ ἔλαβεν αὐτὸν βασιλεὺς βαβυλῶνος ἐν ἔτει ὀγδόῳ τῆς βασιλείας αὐτοῦ
2413καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ συνέκοψεν πάντα τὰ σκεύη τὰ χρυσᾶ ἃ ἐποίησεν σαλωμων βασιλεὺς ισραηλ ἐν τῷ ναῷ κυρίου κατὰ τὸ ῥῆμα κυρίου
2414καὶ ἀπῴκισεν τὴν ιερουσαλημ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύι αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς
2415καὶ ἀπῴκισεν τὸν ιωακιμ εἰς βαβυλῶνα καὶ τὴν μητέρα τοῦ βασιλέως καὶ τὰς γυναῖκας τοῦ βασιλέως καὶ τοὺς εὐνούχους αὐτοῦ καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν ἀποικεσίαν ἐξ ιερουσαλημ εἰς βαβυλῶνα
2416καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους πάντες δυνατοὶ ποιοῦντες πόλεμον καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς βαβυλῶνος μετοικεσίαν εἰς βαβυλῶνα
2417καὶ ἐβασίλευσεν βασιλεὺς βαβυλῶνος τὸν μαθθανιαν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτοῦ σεδεκια
2418υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτοῦ σεδεκιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ αμιταλ θυγάτηρ ιερεμιου
2419καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν ιωακιμ
2420ὅτι ἐπὶ τὸν θυμὸν κυρίου ἦν ἐπὶ ιερουσαλημ καὶ ἐν τῷ ιουδα ἕως ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ καὶ ἠθέτησεν σεδεκιας ἐν τῷ βασιλεῖ βαβυλῶνος
251καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ ἦλθεν ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ιερουσαλημ καὶ παρενέβαλεν ἐπ' αὐτὴν καὶ ᾠκοδόμησεν ἐπ' αὐτὴν περίτειχος κύκλῳ
252καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ ἕως τοῦ ἑνδεκάτου ἔτους τοῦ βασιλέως σεδεκιου
253ἐνάτῃ τοῦ μηνὸς καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς
254καὶ ἐρράγη ἡ πόλις καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀνὰ μέσον τῶν τειχέων αὕτη ἥ ἐστιν τοῦ κήπου τοῦ βασιλέως καὶ οἱ χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ καὶ ἐπορεύθη ὁδὸν τὴν αραβα
255καὶ ἐδίωξεν ἡ δύναμις τῶν χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν αραβωθ ιεριχω καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ
256καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα βαβυλῶνος εἰς δεβλαθα καὶ ἐλάλησεν μετ' αὐτοῦ κρίσιν
257καὶ τοὺς υἱοὺς σεδεκιου ἔσφαξεν κατ' ὀφθαλμοὺς αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς σεδεκιου ἐξετύφλωσεν καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν αὐτὸν εἰς βαβυλῶνα
258καὶ ἐν τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμῃ τοῦ μηνός αὐτὸς ἐνιαυτὸς ἐννεακαιδέκατος τῷ ναβουχοδονοσορ βασιλεῖ βαβυλῶνος ἦλθεν ναβουζαρδαν ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως βαβυλῶνος εἰς ιερουσαλημ
259καὶ ἐνέπρησεν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς οἴκους ιερουσαλημ καὶ πᾶν οἶκον ἐνέπρησεν
2510ὁ ἀρχιμάγειρος
2511καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πόλει καὶ τοὺς ἐμπεπτωκότας οἳ ἐνέπεσον πρὸς βασιλέα βαβυλῶνος καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῆρεν ναβουζαρδαν ὁ ἀρχιμάγειρος
2512καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γαβιν
2513καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ κυρίου καὶ τὰς μεχωνωθ καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ κυρίου συνέτριψαν οἱ χαλδαῖοι καὶ ἦραν τὸν χαλκὸν αὐτῶν εἰς βαβυλῶνα
2514καὶ τοὺς λέβητας καὶ τὰ ιαμιν καὶ τὰς φιάλας καὶ τὰς θυίσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς ἔλαβεν
2515καὶ τὰ πυρεῖα καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος
2516στύλους δύο ἡ θάλασσα ἡ μία καὶ τὰ μεχωνωθ ἃ ἐποίησεν σαλωμων τῷ οἴκῳ κυρίου οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν
2517ὀκτωκαίδεκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνός καὶ τὸ χωθαρ ἐπ' αὐτοῦ τὸ χαλκοῦν καὶ τὸ ὕψος τοῦ χωθαρ τριῶν πήχεων σαβαχα καὶ ῥοαὶ ἐπὶ τοῦ χωθαρ κύκλῳ τὰ πάντα χαλκᾶ καὶ κατὰ τὰ αὐτὰ τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῷ σαβαχα
2518καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν σαραιαν ἱερέα τὸν πρῶτον καὶ τὸν σοφονιαν υἱὸν τῆς δευτερώσεως καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμὸν
2519καὶ ἐκ τῆς πόλεως ἔλαβεν εὐνοῦχον ἕνα ὃς ἦν ἐπιστάτης ἐπὶ τῶν ἀνδρῶν τῶν πολεμιστῶν καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν τῇ πόλει
2520καὶ ἔλαβεν αὐτοὺς ναβουζαρδαν ὁ ἀρχιμάγειρος καὶ ἀπήγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα βαβυλῶνος εἰς δεβλαθα
2521καὶ ἔπαισεν αὐτοὺς βασιλεὺς βαβυλῶνος καὶ ἐθανάτωσεν αὐτοὺς ἐν δεβλαθα ἐν γῇ αιμαθ καὶ ἀπῳκίσθη ιουδας ἐπάνωθεν τῆς γῆς αὐτοῦ
2522καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν γῇ ιουδα οὓς κατέλιπεν ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος καὶ κατέστησεν ἐπ' αὐτῶν τὸν γοδολιαν υἱὸν αχικαμ υἱοῦ σαφαν
2523καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν ὅτι κατέστησεν βασιλεὺς βαβυλῶνος τὸν γοδολιαν καὶ ἦλθον πρὸς γοδολιαν εἰς μασσηφαθ καὶ ισμαηλ υἱὸς ναθανιου καὶ ιωαναν υἱὸς καρηε καὶ σαραιας υἱὸς θανεμαθ ὁ νετωφαθίτης καὶ ιεζονιας υἱὸς τοῦ μαχαθι αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν
2524καὶ ὤμοσεν γοδολιας αὐτοῖς καὶ τοῖς ἀνδράσιν αὐτῶν καὶ εἶπεν αὐτοῖς μὴ φοβεῖσθε πάροδον τῶν χαλδαίων καθίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ βαβυλῶνος καὶ καλῶς ἔσται ὑμῖν
2525καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν ισμαηλ υἱὸς ναθανιου υἱοῦ ελισαμα ἐκ τοῦ σπέρματος τῶν βασιλέων καὶ δέκα ἄνδρες μετ' αὐτοῦ καὶ ἐπάταξεν τὸν γοδολιαν καὶ ἀπέθανεν καὶ τοὺς ιουδαίους καὶ τοὺς χαλδαίους οἳ ἦσαν μετ' αὐτοῦ εἰς μασσηφαθ
2526καὶ ἀνέστη πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τῶν δυνάμεων καὶ εἰσῆλθον εἰς αἴγυπτον ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου τῶν χαλδαίων
2527καὶ ἐγενήθη ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς ἀποικεσίας τοῦ ιωακιμ βασιλέως ιουδα ἐν τῷ δωδεκάτῳ μηνὶ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς ὕψωσεν ευιλμαρωδαχ βασιλεὺς βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ τὴν κεφαλὴν ιωακιμ βασιλέως ιουδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακῆς αὐτοῦ
2528καὶ ἐλάλησεν μετ' αὐτοῦ ἀγαθὰ καὶ ἔδωκεν τὸν θρόνον αὐτοῦ ἐπάνωθεν τῶν θρόνων τῶν βασιλέων τῶν μετ' αὐτοῦ ἐν βαβυλῶνι
2529καὶ ἠλλοίωσεν τὰ ἱμάτια τῆς φυλακῆς αὐτοῦ καὶ ἤσθιεν ἄρτον διὰ παντὸς ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ
2530καὶ ἡ ἑστιατορία αὐτοῦ ἑστιατορία διὰ παντὸς ἐδόθη αὐτῷ ἐξ οἴκου τοῦ βασιλέως λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ