Share this page:  
 

Multilingual Scriptures

(Compare books in 2 different language versions of your choice)

Comparison Search:

Select Language version and font:
You can only select max. of two versions.
Book:
Chapter:
Verse:
---------
From: To:

Free Search:

Select Language version and font:
Enter search text:

Multilingual Scriptures Home » Greek Septuagint Old Testament » 2 Samuel

Greek Septuagint Old Testament
Chapter # Verse # Verse Detail
11καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν σαουλ καὶ δαυιδ ἀνέστρεψεν τύπτων τὸν αμαληκ καὶ ἐκάθισεν δαυιδ ἐν σεκελακ ἡμέρας δύο
12καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ σαουλ καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς δαυιδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ
13καὶ εἶπεν αὐτῷ δαυιδ πόθεν σὺ παραγίνῃ καὶ εἶπεν πρὸς αὐτόν ἐκ τῆς παρεμβολῆς ισραηλ ἐγὼ διασέσῳσμαι
14καὶ εἶπεν αὐτῷ δαυιδ τίς ὁ λόγος οὗτος ἀπάγγειλόν μοι καὶ εἶπεν ὅτι ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον καὶ ἀπέθανεν καὶ σαουλ καὶ ιωναθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανεν
15καὶ εἶπεν δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ πῶς οἶδας ὅτι τέθνηκεν σαουλ καὶ ιωναθαν ὁ υἱὸς αὐτοῦ
16καὶ εἶπεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ γελβουε καὶ ἰδοὺ σαουλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ
17καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέν με καὶ ἐκάλεσέν με καὶ εἶπα ἰδοὺ ἐγώ
18καὶ εἶπέν μοι τίς εἶ σύ καὶ εἶπα αμαληκίτης ἐγώ εἰμι
19καὶ εἶπεν πρός με στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με ὅτι κατέσχεν με σκότος δεινόν ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί
110καὶ ἐπέστην ἐπ' αὐτὸν καὶ ἐθανάτωσα αὐτόν ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε
111καὶ ἐκράτησεν δαυιδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά καὶ πάντες οἱ ἄνδρες οἱ μετ' αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν
112καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ σαουλ καὶ ἐπὶ ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν ιουδα καὶ ἐπὶ τὸν οἶκον ισραηλ ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ
113καὶ εἶπεν δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ πόθεν εἶ σύ καὶ εἶπεν υἱὸς ἀνδρὸς παροίκου αμαληκίτου ἐγώ εἰμι
114καὶ εἶπεν αὐτῷ δαυιδ πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν κυρίου
115καὶ ἐκάλεσεν δαυιδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν προσελθὼν ἀπάντησον αὐτῷ καὶ ἐπάταξεν αὐτόν καὶ ἀπέθανεν
116καὶ εἶπεν δαυιδ πρὸς αὐτόν τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι ἐγὼ ἐθανάτωσα τὸν χριστὸν κυρίου
117καὶ ἐθρήνησεν δαυιδ τὸν θρῆνον τοῦτον ἐπὶ σαουλ καὶ ἐπὶ ιωναθαν τὸν υἱὸν αὐτοῦ
118καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς ιουδα ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς
119στήλωσον ισραηλ ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν πῶς ἔπεσαν δυνατοί
120μὴ ἀναγγείλητε ἐν γεθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις ἀσκαλῶνος μήποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων μήποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων
121ὄρη τὰ ἐν γελβουε μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ' ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν θυρεὸς σαουλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ
122ἀφ' αἵματος τραυματιῶν ἀπὸ στέατος δυνατῶν τόξον ιωναθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω καὶ ῥομφαία σαουλ οὐκ ἀνέκαμψεν κενή
123σαουλ καὶ ιωναθαν οἱ ἠγαπημένοι καὶ ὡραῖοι οὐ διακεχωρισμένοι εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν
124θυγατέρες ισραηλ ἐπὶ σαουλ κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν
125πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου ιωναθαν ἐπὶ τὰ ὕψη σου τραυματίας
126ἀλγῶ ἐπὶ σοί ἄδελφέ μου ιωναθαν ὡραιώθης μοι σφόδρα ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν
127πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά
21καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν δαυιδ ἐν κυρίῳ λέγων εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων ιουδα καὶ εἶπεν κύριος πρὸς αὐτόν ἀνάβηθι καὶ εἶπεν δαυιδ ποῦ ἀναβῶ καὶ εἶπεν εἰς χεβρων
22καὶ ἀνέβη ἐκεῖ δαυιδ εἰς χεβρων καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ αχινοομ ἡ ιεζραηλῖτις καὶ αβιγαια ἡ γυνὴ ναβαλ τοῦ καρμηλίου
23καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ καὶ κατῴκουν ἐν ταῖς πόλεσιν χεβρων
24καὶ ἔρχονται ἄνδρες τῆς ιουδαίας καὶ χρίουσιν τὸν δαυιδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον ιουδα καὶ ἀπήγγειλαν τῷ δαυιδ λέγοντες ὅτι οἱ ἄνδρες ιαβις τῆς γαλααδίτιδος ἔθαψαν τὸν σαουλ
25καὶ ἀπέστειλεν δαυιδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους ιαβις τῆς γαλααδίτιδος καὶ εἶπεν πρὸς αὐτούς εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ ὅτι πεποιήκατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν ἐπὶ σαουλ τὸν χριστὸν κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ ιωναθαν τὸν υἱὸν αὐτοῦ
26καὶ νῦν ποιήσαι κύριος μεθ' ὑμῶν ἔλεος καὶ ἀλήθειαν καί γε ἐγὼ ποιήσω μεθ' ὑμῶν τὰ ἀγαθὰ ταῦτα ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο
27καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν σαουλ καί γε ἐμὲ κέχρικεν ὁ οἶκος ιουδα ἐφ' ἑαυτοὺς εἰς βασιλέα
28καὶ αβεννηρ υἱὸς νηρ ἀρχιστράτηγος τοῦ σαουλ ἔλαβεν τὸν ιεβοσθε υἱὸν σαουλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς μαναεμ
29καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν γαλααδῖτιν καὶ ἐπὶ τὸν θασιρι καὶ ἐπὶ τὸν ιεζραελ καὶ ἐπὶ τὸν εφραιμ καὶ ἐπὶ τὸν βενιαμιν καὶ ἐπὶ πάντα ισραηλ
210τεσσαράκοντα ἐτῶν ιεβοσθε υἱὸς σαουλ ὅτε ἐβασίλευσεν ἐπὶ τὸν ισραηλ καὶ δύο ἔτη ἐβασίλευσεν πλὴν τοῦ οἴκου ιουδα οἳ ἦσαν ὀπίσω δαυιδ
211καὶ ἐγένοντο αἱ ἡμέραι ἃς δαυιδ ἐβασίλευσεν ἐν χεβρων ἐπὶ τὸν οἶκον ιουδα ἑπτὰ ἔτη καὶ ἓξ μῆνας
212καὶ ἐξῆλθεν αβεννηρ υἱὸς νηρ καὶ οἱ παῖδες ιεβοσθε υἱοῦ σαουλ ἐκ μαναεμ εἰς γαβαων
213καὶ ιωαβ υἱὸς σαρουιας καὶ οἱ παῖδες δαυιδ ἐξήλθοσαν ἐκ χεβρων καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν γαβαων ἐπὶ τὸ αὐτό καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴν κρήνην τὴν γαβαων ἐντεῦθεν καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν
214καὶ εἶπεν αβεννερ πρὸς ιωαβ ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν καὶ εἶπεν ιωαβ ἀναστήτωσαν
215καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων βενιαμιν δώδεκα τῶν ιεβοσθε υἱοῦ σαουλ καὶ δώδεκα ἐκ τῶν παίδων δαυιδ
216καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ καὶ πίπτουσιν κατὰ τὸ αὐτό καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου μερὶς τῶν ἐπιβούλων ἥ ἐστιν ἐν γαβαων
217καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔπταισεν αβεννηρ καὶ ἄνδρες ισραηλ ἐνώπιον παίδων δαυιδ
218καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ σαρουιας ιωαβ καὶ αβεσσα καὶ ασαηλ καὶ ασαηλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ
219καὶ κατεδίωξεν ασαηλ ὀπίσω αβεννηρ καὶ οὐκ ἐξέκλινεν τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν αβεννηρ
220καὶ ἐπέβλεψεν αβεννηρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν εἰ σὺ εἶ αὐτὸς ασαηλ καὶ εἶπεν ἐγώ εἰμι
221καὶ εἶπεν αὐτῷ αβεννηρ ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ καὶ οὐκ ἠθέλησεν ασαηλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ
222καὶ προσέθετο ἔτι αβεννηρ λέγων τῷ ασαηλ ἀπόστηθι ἀπ' ἐμοῦ ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς ιωαβ καὶ ποῦ ἐστιν ταῦτα ἐπίστρεφε πρὸς ιωαβ τὸν ἀδελφόν σου
223καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι καὶ τύπτει αὐτὸν αβεννηρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν καὶ διεξῆλθεν τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ πίπτει ἐκεῖ καὶ ἀποθνῄσκει ὑποκάτω αὐτοῦ καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ ασαηλ καὶ ἀπέθανεν καὶ ὑφίστατο
224καὶ κατεδίωξεν ιωαβ καὶ αβεσσα ὀπίσω αβεννηρ καὶ ὁ ἥλιος ἔδυνεν καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ αμμαν ὅ ἐστιν ἐπὶ προσώπου γαι ὁδὸν ἔρημον γαβαων
225καὶ συναθροίζονται υἱοὶ βενιαμιν οἱ ὀπίσω αβεννηρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός
226καὶ ἐκάλεσεν αβεννηρ ιωαβ καὶ εἶπεν μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία ἦ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀναστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν
227καὶ εἶπεν ιωαβ ζῇ κύριος ὅτι εἰ μὴ ἐλάλησας διότι τότε ἐκ πρωίθεν ἀνέβη ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ
228καὶ ἐσάλπισεν ιωαβ τῇ σάλπιγγι καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ ισραηλ καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν
229καὶ αβεννηρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν
230καὶ ιωαβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ αβεννηρ καὶ συνήθροισεν πάντα τὸν λαόν καὶ ἐπεσκέπησαν τῶν παίδων δαυιδ ἐννεακαίδεκα ἄνδρες καὶ ασαηλ
231καὶ οἱ παῖδες δαυιδ ἐπάταξαν τῶν υἱῶν βενιαμιν τῶν ἀνδρῶν αβεννηρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ' αὐτοῦ
232καὶ αἴρουσιν τὸν ασαηλ καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν βαιθλεεμ καὶ ἐπορεύθη ιωαβ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ ὅλην τὴν νύκτα καὶ διέφαυσεν αὐτοῖς ἐν χεβρων
31καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου δαυιδ καὶ ὁ οἶκος δαυιδ ἐπορεύετο καὶ ἐκραταιοῦτο καὶ ὁ οἶκος σαουλ ἐπορεύετο καὶ ἠσθένει
32καὶ ἐτέχθησαν τῷ δαυιδ υἱοὶ ἐν χεβρων καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ αμνων τῆς αχινοομ τῆς ιεζραηλίτιδος
33καὶ ὁ δεύτερος αὐτοῦ δαλουια τῆς αβιγαιας τῆς καρμηλίας καὶ ὁ τρίτος αβεσσαλωμ υἱὸς μααχα θυγατρὸς θολμι βασιλέως γεσιρ
34καὶ ὁ τέταρτος ορνια υἱὸς φεγγιθ καὶ ὁ πέμπτος σαβατια τῆς αβιταλ
35καὶ ὁ ἕκτος ιεθερααμ τῆς αιγλα γυναικὸς δαυιδ οὗτοι ἐτέχθησαν τῷ δαυιδ ἐν χεβρων
36καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου δαυιδ καὶ αβεννηρ ἦν κρατῶν τοῦ οἶκου σαουλ
37καὶ τῷ σαουλ παλλακὴ ρεσφα θυγάτηρ ιαλ καὶ εἶπεν μεμφιβοσθε υἱὸς σαουλ πρὸς αβεννηρ τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου
38καὶ ἐθυμώθη σφόδρα αβεννηρ περὶ τοῦ λόγου μεμφιβοσθε καὶ εἶπεν αβεννηρ πρὸς αὐτόν μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι ἐποίησα ἔλεος σήμερον μετὰ τοῦ οἴκου σαουλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον δαυιδ καὶ ἐπιζητεῖς ἐπ' ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον
39τάδε ποιήσαι ὁ θεὸς τῷ αβεννηρ καὶ τάδε προσθείη αὐτῷ ὅτι καθὼς ὤμοσεν κύριος τῷ δαυιδ ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ
310περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου σαουλ καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον δαυιδ ἐπὶ ισραηλ καὶ ἐπὶ τὸν ιουδαν ἀπὸ δαν ἕως βηρσαβεε
311καὶ οὐκ ἠδυνάσθη ἔτι μεμφιβοσθε ἀποκριθῆναι τῷ αβεννηρ ῥῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν
312καὶ ἀπέστειλεν αβεννηρ ἀγγέλους πρὸς δαυιδ εἰς θαιλαμ οὗ ἦν παραχρῆμα λέγων διάθου διαθήκην σου μετ' ἐμοῦ καὶ ἰδοὺ ἡ χείρ μου μετὰ σοῦ τοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον ισραηλ
313καὶ εἶπεν δαυιδ ἐγὼ καλῶς διαθήσομαι πρὸς σὲ διαθήκην πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων οὐκ ὄψει τὸ πρόσωπόν μου ἐὰν μὴ ἀγάγῃς τὴν μελχολ θυγατέρα σαουλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου
314καὶ ἐξαπέστειλεν δαυιδ πρὸς μεμφιβοσθε υἱὸν σαουλ ἀγγέλους λέγων ἀπόδος μοι τὴν γυναῖκά μου τὴν μελχολ ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων
315καὶ ἀπέστειλεν μεμφιβοσθε καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς παρὰ φαλτιηλ υἱοῦ σελλης
316καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετ' αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως βαρακιμ καὶ εἶπεν πρὸς αὐτὸν αβεννηρ πορεύου ἀνάστρεφε καὶ ἀνέστρεψεν
317καὶ εἶπεν αβεννηρ πρὸς τοὺς πρεσβυτέρους ισραηλ λέγων ἐχθὲς καὶ τρίτην ἐζητεῖτε τὸν δαυιδ βασιλεύειν ἐφ' ὑμῶν
318καὶ νῦν ποιήσατε ὅτι κύριος ἐλάλησεν περὶ δαυιδ λέγων ἐν χειρὶ τοῦ δούλου μου δαυιδ σώσω τὸν ισραηλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν
319καὶ ἐλάλησεν αβεννηρ ἐν τοῖς ὠσὶν βενιαμιν καὶ ἐπορεύθη αβεννηρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ δαυιδ εἰς χεβρων πάντα ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς ισραηλ καὶ ἐν ὀφθαλμοῖς παντὸς οἴκου βενιαμιν
320καὶ ἦλθεν αβεννηρ πρὸς δαυιδ εἰς χεβρων καὶ μετ' αὐτοῦ εἴκοσι ἄνδρες καὶ ἐποίησεν δαυιδ τῷ αβεννηρ καὶ τοῖς ἀνδράσιν τοῖς μετ' αὐτοῦ πότον
321καὶ εἶπεν αβεννηρ πρὸς δαυιδ ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα ισραηλ καὶ διαθήσομαι μετὰ σοῦ διαθήκην καὶ βασιλεύσεις ἐπὶ πᾶσιν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου καὶ ἀπέστειλεν δαυιδ τὸν αβεννηρ καὶ ἐπορεύθη ἐν εἰρήνῃ
322καὶ ἰδοὺ οἱ παῖδες δαυιδ καὶ ιωαβ παρεγίνοντο ἐκ τῆς ἐξοδίας καὶ σκῦλα πολλὰ ἔφερον μετ' αὐτῶν καὶ αβεννηρ οὐκ ἦν μετὰ δαυιδ εἰς χεβρων ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ
323καὶ ιωαβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤχθησαν καὶ ἀπηγγέλη τῷ ιωαβ λέγοντες ἥκει αβεννηρ υἱὸς νηρ πρὸς δαυιδ καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ
324καὶ εἰσῆλθεν ιωαβ πρὸς τὸν βασιλέα καὶ εἶπεν τί τοῦτο ἐποίησας ἰδοὺ ἦλθεν αβεννηρ πρὸς σέ καὶ ἵνα τί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ
325ἦ οὐκ οἶδας τὴν κακίαν αβεννηρ υἱοῦ νηρ ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα ὅσα σὺ ποιεῖς
326καὶ ἀνέστρεψεν ιωαβ ἀπὸ τοῦ δαυιδ καὶ ἀπέστειλεν ἀγγέλους ὀπίσω αβεννηρ καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ σεϊραμ καὶ δαυιδ οὐκ ᾔδει
327καὶ ἐπέστρεψεν αβεννηρ εἰς χεβρων καὶ ἐξέκλινεν αὐτὸν ιωαβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ ἐπὶ τὴν ψόαν καὶ ἀπέθανεν ἐν τῷ αἵματι ασαηλ τοῦ ἀδελφοῦ ιωαβ
328καὶ ἤκουσεν δαυιδ μετὰ ταῦτα καὶ εἶπεν ἀθῷός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ κυρίου ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων αβεννηρ υἱοῦ νηρ
329καταντησάτωσαν ἐπὶ κεφαλὴν ιωαβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ μὴ ἐκλίποι ἐκ τοῦ οἴκου ιωαβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ῥομφαίᾳ καὶ ἐλασσούμενος ἄρτοις
330ιωαβ δὲ καὶ αβεσσα ὁ ἀδελφὸς αὐτοῦ διεπαρετηροῦντο τὸν αβεννηρ ἀνθ' ὧν ἐθανάτωσεν τὸν ασαηλ τὸν ἀδελφὸν αὐτῶν ἐν γαβαων ἐν τῷ πολέμῳ
331καὶ εἶπεν δαυιδ πρὸς ιωαβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ' αὐτοῦ διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν αβεννηρ καὶ ὁ βασιλεὺς δαυιδ ἐπορεύετο ὀπίσω τῆς κλίνης
332καὶ θάπτουσιν τὸν αβεννηρ εἰς χεβρων καὶ ἦρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ καὶ ἔκλαυσεν πᾶς ὁ λαὸς ἐπὶ αβεννηρ
333καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ αβεννηρ καὶ εἶπεν εἰ κατὰ τὸν θάνατον ναβαλ ἀποθανεῖται αβεννηρ
334αἱ χεῖρές σου οὐκ ἐδέθησαν οἱ πόδες σου οὐκ ἐν πέδαις οὐ προσήγαγεν ὡς ναβαλ ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν
335καὶ ἦλθεν πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν δαυιδ ἄρτοις ἔτι οὔσης ἡμέρας καὶ ὤμοσεν δαυιδ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος
336καὶ ἔγνω πᾶς ὁ λαός καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ
337καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν αβεννηρ υἱὸν νηρ
338καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ ισραηλ
339καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενὴς καὶ καθεσταμένος ὑπὸ βασιλέως οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ σαρουιας σκληρότεροί μού εἰσιν ἀνταποδῷ κύριος τῷ ποιοῦντι πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ
41καὶ ἤκουσεν μεμφιβοσθε υἱὸς σαουλ ὅτι τέθνηκεν αβεννηρ ἐν χεβρων καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ καὶ πάντες οἱ ἄνδρες ισραηλ παρείθησαν
42καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ μεμφιβοσθε υἱῷ σαουλ ὄνομα τῷ ἑνὶ βαανα καὶ ὄνομα τῷ δευτέρῳ ρηχαβ υἱοὶ ρεμμων τοῦ βηρωθαίου ἐκ τῶν υἱῶν βενιαμιν ὅτι βηρωθ ἐλογίζετο τοῖς υἱοῖς βενιαμιν
43καὶ ἀπέδρασαν οἱ βηρωθαῖοι εἰς γεθθαιμ καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης
44καὶ τῷ ιωναθαν υἱῷ σαουλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν σαουλ καὶ ιωναθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ ιεζραελ καὶ ἦρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ καὶ ἔφυγεν καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὴν καὶ ἀναχωρεῖν καὶ ἔπεσεν καὶ ἐχωλάνθη καὶ ὄνομα αὐτῷ μεμφιβοσθε
45καὶ ἐπορεύθησαν υἱοὶ ρεμμων τοῦ βηρωθαίου ρεκχα καὶ βαανα καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον μεμφιβοσθε καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας
46καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάθευδεν καὶ ρεκχα καὶ βαανα οἱ ἀδελφοὶ διέλαθον
47καὶ εἰσῆλθον εἰς τὸν οἶκον καὶ μεμφιβοσθε ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν καὶ ἀφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα
48καὶ ἤνεγκαν τὴν κεφαλὴν μεμφιβοσθε τῷ δαυιδ εἰς χεβρων καὶ εἶπαν πρὸς τὸν βασιλέα ἰδοὺ ἡ κεφαλὴ μεμφιβοσθε υἱοῦ σαουλ τοῦ ἐχθροῦ σου ὃς ἐζήτει τὴν ψυχήν σου καὶ ἔδωκεν κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη ἐκ σαουλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ
49καὶ ἀπεκρίθη δαυιδ τῷ ρεκχα καὶ τῷ βαανα ἀδελφῷ αὐτοῦ υἱοῖς ρεμμων τοῦ βηρωθαίου καὶ εἶπεν αὐτοῖς ζῇ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως
410ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκεν σαουλ καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν σεκελακ ᾧ ἔδει με δοῦναι εὐαγγέλια
411καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολεθρεύσω ὑμᾶς ἐκ τῆς γῆς
412καὶ ἐνετείλατο δαυιδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτέννουσιν αὐτοὺς καὶ κολοβοῦσιν τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν χεβρων καὶ τὴν κεφαλὴν μεμφιβοσθε ἔθαψαν ἐν τῷ τάφῳ αβεννηρ υἱοῦ νηρ
51καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ ισραηλ πρὸς δαυιδ εἰς χεβρων καὶ εἶπαν αὐτῷ ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς
52καὶ ἐχθὲς καὶ τρίτην ὄντος σαουλ βασιλέως ἐφ' ἡμῖν σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν ισραηλ καὶ εἶπεν κύριος πρὸς σέ σὺ ποιμανεῖς τὸν λαόν μου τὸν ισραηλ καὶ σὺ ἔσει εἰς ἡγούμενον ἐπὶ τὸν ισραηλ
53καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι ισραηλ πρὸς τὸν βασιλέα εἰς χεβρων καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς δαυιδ διαθήκην ἐν χεβρων ἐνώπιον κυρίου καὶ χρίουσιν τὸν δαυιδ εἰς βασιλέα ἐπὶ πάντα ισραηλ
54υἱὸς τριάκοντα ἐτῶν δαυιδ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν
55ἑπτὰ ἔτη καὶ ἓξ μῆνας ἐβασίλευσεν ἐν χεβρων ἐπὶ τὸν ιουδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα ισραηλ καὶ ιουδαν ἐν ιερουσαλημ
56καὶ ἀπῆλθεν δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς ιερουσαλημ πρὸς τὸν ιεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν καὶ ἐρρέθη τῷ δαυιδ οὐκ εἰσελεύσει ὧδε ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοί λέγοντες ὅτι οὐκ εἰσελεύσεται δαυιδ ὧδε
57καὶ κατελάβετο δαυιδ τὴν περιοχὴν σιων αὕτη ἡ πόλις τοῦ δαυιδ
58καὶ εἶπεν δαυιδ τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τύπτων ιεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν δαυιδ διὰ τοῦτο ἐροῦσιν τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου
59καὶ ἐκάθισεν δαυιδ ἐν τῇ περιοχῇ καὶ ἐκλήθη αὕτη ἡ πόλις δαυιδ καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ
510καὶ ἐπορεύετο δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος καὶ κύριος παντοκράτωρ μετ' αὐτοῦ
511καὶ ἀπέστειλεν χιραμ βασιλεὺς τύρου ἀγγέλους πρὸς δαυιδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέκτονας λίθων καὶ ᾠκοδόμησαν οἶκον τῷ δαυιδ
512καὶ ἔγνω δαυιδ ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ ισραηλ καὶ ὅτι ἐπήρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ ισραηλ
513καὶ ἔλαβεν δαυιδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ ιερουσαλημ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ χεβρων καὶ ἐγένοντο τῷ δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες
514καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν ιερουσαλημ σαμμους καὶ σωβαβ καὶ ναθαν καὶ σαλωμων
515καὶ εβεαρ καὶ ελισους καὶ ναφεκ καὶ ιεφιες
516καὶ ελισαμα καὶ ελιδαε καὶ ελιφαλαθ
516a
517καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι κέχρισται δαυιδ βασιλεὺς ἐπὶ ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν δαυιδ καὶ ἤκουσεν δαυιδ καὶ κατέβη εἰς τὴν περιοχήν
518καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν τιτάνων
519καὶ ἠρώτησεν δαυιδ διὰ κυρίου λέγων εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου καὶ εἶπεν κύριος πρὸς δαυιδ ἀνάβαινε ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου
520καὶ ἦλθεν δαυιδ ἐκ τῶν ἐπάνω διακοπῶν καὶ ἔκοψεν τοὺς ἀλλοφύλους ἐκεῖ καὶ εἶπεν δαυιδ διέκοψεν κύριος τοὺς ἐχθρούς μου τοὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ ὡς διακόπτεται ὕδατα διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἐπάνω διακοπῶν
521καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν καὶ ἐλάβοσαν αὐτοὺς δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ
522καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν τιτάνων
523καὶ ἐπηρώτησεν δαυιδ διὰ κυρίου καὶ εἶπεν κύριος οὐκ ἀναβήσει εἰς συνάντησιν αὐτῶν ἀποστρέφου ἀπ' αὐτῶν καὶ παρέσει αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος
524καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ τοῦ ἄλσους τοῦ κλαυθμῶνος τότε καταβήσει πρὸς αὐτούς ὅτι τότε ἐξελεύσεται κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων
525καὶ ἐποίησεν δαυιδ καθὼς ἐνετείλατο αὐτῷ κύριος καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους ἀπὸ γαβαων ἕως τῆς γῆς γαζηρα
61καὶ συνήγαγεν ἔτι δαυιδ πάντα νεανίαν ἐξ ισραηλ ὡς ἑβδομήκοντα χιλιάδας
62καὶ ἀνέστη καὶ ἐπορεύθη δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ ἀπὸ τῶν ἀρχόντων ιουδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ ἐφ' ἣν ἐπεκλήθη τὸ ὄνομα κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν χερουβιν ἐπ' αὐτῆς
63καὶ ἐπεβίβασεν τὴν κιβωτὸν κυρίου ἐφ' ἅμαξαν καινὴν καὶ ἦρεν αὐτὴν ἐξ οἴκου αμιναδαβ τοῦ ἐν τῷ βουνῷ καὶ οζα καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ αμιναδαβ ἦγον τὴν ἅμαξαν
64σὺν τῇ κιβωτῷ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ
65καὶ δαυιδ καὶ οἱ υἱοὶ ισραηλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύι καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς
66καὶ παραγίνονται ἕως ἅλω νωδαβ καὶ ἐξέτεινεν οζα τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ θεοῦ κατασχεῖν αὐτὴν καὶ ἐκράτησεν αὐτήν ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος τοῦ κατασχεῖν αὐτήν
67καὶ ἐθυμώθη κύριος τῷ οζα καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ θεός καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ κυρίου ἐνώπιον τοῦ θεοῦ
68καὶ ἠθύμησεν δαυιδ ὑπὲρ οὗ διέκοψεν κύριος διακοπὴν ἐν τῷ οζα καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος διακοπὴ οζα ἕως τῆς ἡμέρας ταύτης
69καὶ ἐφοβήθη δαυιδ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων πῶς εἰσελεύσεται πρός με ἡ κιβωτὸς κυρίου
610καὶ οὐκ ἐβούλετο δαυιδ τοῦ ἐκκλῖναι πρὸς αὑτὸν τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὴν πόλιν δαυιδ καὶ ἀπέκλινεν αὐτὴν δαυιδ εἰς οἶκον αβεδδαρα τοῦ γεθθαίου
611καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ κυρίου εἰς οἶκον αβεδδαρα τοῦ γεθθαίου μῆνας τρεῖς καὶ εὐλόγησεν κύριος ὅλον τὸν οἶκον αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ
612καὶ ἀπηγγέλη τῷ βασιλεῖ δαυιδ λέγοντες ηὐλόγησεν κύριος τὸν οἶκον αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ ἕνεκεν τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ἐπορεύθη δαυιδ καὶ ἀνήγαγεν τὴν κιβωτὸν τοῦ κυρίου ἐκ τοῦ οἴκου αβεδδαρα εἰς τὴν πόλιν δαυιδ ἐν εὐφροσύνῃ
613καὶ ἦσαν μετ' αὐτῶν αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ καὶ θῦμα μόσχος καὶ ἄρνα
614καὶ δαυιδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον κυρίου καὶ ὁ δαυιδ ἐνδεδυκὼς στολὴν ἔξαλλον
615καὶ δαυιδ καὶ πᾶς ὁ οἶκος ισραηλ ἀνήγαγον τὴν κιβωτὸν κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος
616καὶ ἐγένετο τῆς κιβωτοῦ παραγινομένης ἕως πόλεως δαυιδ καὶ μελχολ ἡ θυγάτηρ σαουλ διέκυπτεν διὰ τῆς θυρίδος καὶ εἶδεν τὸν βασιλέα δαυιδ ὀρχούμενον καὶ ἀνακρουόμενον ἐνώπιον κυρίου καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῆς
617καὶ φέρουσιν τὴν κιβωτὸν τοῦ κυρίου καὶ ἀνέθηκαν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ δαυιδ καὶ ἀνήνεγκεν δαυιδ ὁλοκαυτώματα ἐνώπιον κυρίου καὶ εἰρηνικάς
618καὶ συνετέλεσεν δαυιδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου τῶν δυνάμεων
619καὶ διεμέρισεν παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν δύναμιν τοῦ ισραηλ ἀπὸ δαν ἕως βηρσαβεε ἀπὸ ἀνδρὸς ἕως γυναικὸς ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου καὶ ἀπῆλθεν πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ
620καὶ ἐπέστρεψεν δαυιδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ καὶ ἐξῆλθεν μελχολ ἡ θυγάτηρ σαουλ εἰς ἀπάντησιν δαυιδ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν τί δεδόξασται σήμερον ὁ βασιλεὺς ισραηλ ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων
621καὶ εἶπεν δαυιδ πρὸς μελχολ ἐνώπιον κυρίου ὀρχήσομαι εὐλογητὸς κύριος ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν ισραηλ καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον κυρίου
622καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως καὶ ἔσομαι ἀχρεῖος ἐν ὀφθαλμοῖς σου καὶ μετὰ τῶν παιδισκῶν ὧν εἶπάς με δοξασθῆναι
623καὶ τῇ μελχολ θυγατρὶ σαουλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν
71καὶ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ καὶ κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν κύκλῳ
72καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ναθαν τὸν προφήτην ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ καὶ ἡ κιβωτὸς τοῦ θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς
73καὶ εἶπεν ναθαν πρὸς τὸν βασιλέα πάντα ὅσα ἂν ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει ὅτι κύριος μετὰ σοῦ
74καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς ναθαν λέγων
75πορεύου καὶ εἰπὸν πρὸς τὸν δοῦλόν μου δαυιδ τάδε λέγει κύριος οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με
76ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀφ' ἧς ἡμέρας ἀνήγαγον ἐξ αἰγύπτου τοὺς υἱοὺς ισραηλ ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ
77ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ ισραηλ εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ ισραηλ ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου ισραηλ λέγων τί ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον
78καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου δαυιδ τάδε λέγει κύριος παντοκράτωρ ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν ισραηλ
79καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς
710καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ ισραηλ καὶ καταφυτεύσω αὐτόν καὶ κατασκηνώσει καθ' ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ' ἀρχῆς
711ἀπὸ τῶν ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου ισραηλ καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου καὶ ἀπαγγελεῖ σοι κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ
712καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ ὃς ἔσται ἐκ τῆς κοιλίας σου καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ
713αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα
714ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων
715τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ καθὼς ἀπέστησα ἀφ' ὧν ἀπέστησα ἐκ προσώπου μου
716καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιον ἐμοῦ καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα
717κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην οὕτως ἐλάλησεν ναθαν πρὸς δαυιδ
718καὶ εἰσῆλθεν ὁ βασιλεὺς δαυιδ καὶ ἐκάθισεν ἐνώπιον κυρίου καὶ εἶπεν τίς εἰμι ἐγώ κύριέ μου κύριε καὶ τίς ὁ οἶκός μου ὅτι ἠγάπηκάς με ἕως τούτων
719καὶ κατεσμικρύνθη μικρὸν ἐνώπιόν σου κύριέ μου κύριε καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου κύριέ μου κύριε
720καὶ τί προσθήσει δαυιδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου κύριέ μου κύριε
721διὰ τὸν λόγον σου πεποίηκας καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τῷ δούλῳ σου
722ἕνεκεν τοῦ μεγαλῦναί σε κύριέ μου κύριε ὅτι οὐκ ἔστιν ὡς σὺ καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ ἐν πᾶσιν οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν
723καὶ τίς ὡς ὁ λαός σου ισραηλ ἔθνος ἄλλο ἐν τῇ γῇ ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαὸν τοῦ θέσθαι σε ὄνομα τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου οὗ ἐλυτρώσω σεαυτῷ ἐξ αἰγύπτου ἔθνη καὶ σκηνώματα
724καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου ισραηλ λαὸν ἕως αἰῶνος καὶ σύ κύριε ἐγένου αὐτοῖς εἰς θεόν
725καὶ νῦν κύριέ μου κύριε τὸ ῥῆμα ὃ ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ πίστωσον ἕως αἰῶνος κύριε παντοκράτωρ θεὲ τοῦ ισραηλ καὶ νῦν καθὼς ἐλάλησας
726μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος
727κύριε παντοκράτωρ θεὸς ισραηλ ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου λέγων οἶκον οἰκοδομήσω σοι διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην
728καὶ νῦν κύριέ μου κύριε σὺ εἶ ὁ θεός καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα
729καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου ὅτι σὺ εἶ κύριέ μου κύριε ἐλάλησας καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου εἰς τὸν αἰῶνα
81καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς καὶ ἔλαβεν δαυιδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων
82καὶ ἐπάταξεν δαυιδ τὴν μωαβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν καὶ ἐγένετο μωαβ τῷ δαυιδ εἰς δούλους φέροντας ξένια
83καὶ ἐπάταξεν δαυιδ τὸν αδρααζαρ υἱὸν ρααβ βασιλέα σουβα πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν εὐφράτην
84καὶ προκατελάβετο δαυιδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν καὶ παρέλυσεν δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα
85καὶ παραγίνεται συρία δαμασκοῦ βοηθῆσαι τῷ αδρααζαρ βασιλεῖ σουβα καὶ ἐπάταξεν δαυιδ ἐν τῷ σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν
86καὶ ἔθετο δαυιδ φρουρὰν ἐν συρίᾳ τῇ κατὰ δαμασκόν καὶ ἐγένετο ὁ σύρος τῷ δαυιδ εἰς δούλους φέροντας ξένια καὶ ἔσωσεν κύριος τὸν δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο
87καὶ ἔλαβεν δαυιδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν αδρααζαρ βασιλέως σουβα καὶ ἤνεγκεν αὐτὰ εἰς ιερουσαλημ καὶ ἔλαβεν αὐτὰ σουσακιμ βασιλεὺς αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς ιερουσαλημ ἐν ἡμέραις ροβοαμ υἱοῦ σολομῶντος
88καὶ ἐκ τῆς μασβακ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ αδρααζαρ ἔλαβεν ὁ βασιλεὺς δαυιδ χαλκὸν πολὺν σφόδρα ἐν αὐτῷ ἐποίησεν σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη
89καὶ ἤκουσεν θοου ὁ βασιλεὺς ημαθ ὅτι ἐπάταξεν δαυιδ πᾶσαν τὴν δύναμιν αδρααζαρ
810καὶ ἀπέστειλεν θοου ιεδδουραν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα δαυιδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀντικείμενος ἦν τῷ αδρααζαρ καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ
811καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων ὧν κατεδυνάστευσεν
812ἐκ τῆς ιδουμαίας καὶ ἐκ τῆς γῆς μωαβ καὶ ἐκ τῶν υἱῶν αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ αμαληκ καὶ ἐκ τῶν σκύλων αδρααζαρ υἱοῦ ρααβ βασιλέως σουβα
813καὶ ἐποίησεν δαυιδ ὄνομα καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν ιδουμαίαν ἐν γαιμελε εἰς ὀκτωκαίδεκα χιλιάδας
814καὶ ἔθετο ἐν τῇ ιδουμαίᾳ φρουράν ἐν πάσῃ τῇ ιδουμαίᾳ καὶ ἐγένοντο πάντες οἱ ιδουμαῖοι δοῦλοι τῷ βασιλεῖ καὶ ἔσωσεν κύριος τὸν δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο
815καὶ ἐβασίλευσεν δαυιδ ἐπὶ ισραηλ καὶ ἦν δαυιδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ
816καὶ ιωαβ υἱὸς σαρουιας ἐπὶ τῆς στρατιᾶς καὶ ιωσαφατ υἱὸς αχια ἐπὶ τῶν ὑπομνημάτων
817καὶ σαδδουκ υἱὸς αχιτωβ καὶ αχιμελεχ υἱὸς αβιαθαρ ἱερεῖς καὶ ασα ὁ γραμματεύς
818καὶ βαναιας υἱὸς ιωδαε σύμβουλος καὶ ὁ χελεθθι καὶ ὁ φελεττι καὶ υἱοὶ δαυιδ αὐλάρχαι ἦσαν
91καὶ εἶπεν δαυιδ εἰ ἔστιν ἔτι ὑπολελειμμένος τῷ οἴκῳ σαουλ καὶ ποιήσω μετ' αὐτοῦ ἔλεος ἕνεκεν ιωναθαν
92καὶ ἐκ τοῦ οἴκου σαουλ παῖς ἦν καὶ ὄνομα αὐτῷ σιβα καὶ καλοῦσιν αὐτὸν πρὸς δαυιδ καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς εἰ σὺ εἶ σιβα καὶ εἶπεν ἐγὼ δοῦλος σός
93καὶ εἶπεν ὁ βασιλεύς εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου σαουλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ' αὐτοῦ ἔλεος θεοῦ καὶ εἶπεν σιβα πρὸς τὸν βασιλέα ἔτι ἔστιν υἱὸς τῷ ιωναθαν πεπληγὼς τοὺς πόδας
94καὶ εἶπεν ὁ βασιλεύς ποῦ οὗτος καὶ εἶπεν σιβα πρὸς τὸν βασιλέα ἰδοὺ ἐν οἴκῳ μαχιρ υἱοῦ αμιηλ ἐκ τῆς λαδαβαρ
95καὶ ἀπέστειλεν ὁ βασιλεὺς δαυιδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου μαχιρ υἱοῦ αμιηλ ἐκ τῆς λαδαβαρ
96καὶ παραγίνεται μεμφιβοσθε υἱὸς ιωναθαν υἱοῦ σαουλ πρὸς τὸν βασιλέα δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν αὐτῷ δαυιδ μεμφιβοσθε καὶ εἶπεν ἰδοὺ ὁ δοῦλός σου
97καὶ εἶπεν αὐτῷ δαυιδ μὴ φοβοῦ ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ ιωναθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν σαουλ πατρὸς τοῦ πατρός σου καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός
98καὶ προσεκύνησεν μεμφιβοσθε καὶ εἶπεν τίς εἰμι ὁ δοῦλός σου ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί
99καὶ ἐκάλεσεν ὁ βασιλεὺς σιβα τὸ παιδάριον σαουλ καὶ εἶπεν πρὸς αὐτόν πάντα ὅσα ἐστὶν τῷ σαουλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου
910καὶ ἐργᾷ αὐτῷ τὴν γῆν σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους καὶ ἔδεται αὐτούς καὶ μεμφιβοσθε υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου καὶ τῷ σιβα ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι
911καὶ εἶπεν σιβα πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ οὕτως ποιήσει ὁ δοῦλός σου καὶ μεμφιβοσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης δαυιδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως
912καὶ τῷ μεμφιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ μιχα καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου σιβα δοῦλοι τοῦ μεμφιβοσθε
913καὶ μεμφιβοσθε κατῴκει ἐν ιερουσαλημ ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ
101καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανεν βασιλεὺς υἱῶν αμμων καὶ ἐβασίλευσεν αννων υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
102καὶ εἶπεν δαυιδ ποιήσω ἔλεος μετὰ αννων υἱοῦ ναας ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ' ἐμοῦ ἔλεος καὶ ἀπέστειλεν δαυιδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ καὶ παρεγένοντο οἱ παῖδες δαυιδ εἰς τὴν γῆν υἱῶν αμμων
103καὶ εἶπον οἱ ἄρχοντες υἱῶν αμμων πρὸς αννων τὸν κύριον αὐτῶν μὴ παρὰ τὸ δοξάζειν δαυιδ τὸν πατέρα σου ἐνώπιόν σου ὅτι ἀπέστειλέν σοι παρακαλοῦντας ἀλλ' οὐχὶ ὅπως ἐρευνήσωσιν τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλεν δαυιδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ
104καὶ ἔλαβεν αννων τοὺς παῖδας δαυιδ καὶ ἐξύρησεν τοὺς πώγωνας αὐτῶν καὶ ἀπέκοψεν τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν καὶ ἐξαπέστειλεν αὐτούς
105καὶ ἀνήγγειλαν τῷ δαυιδ ὑπὲρ τῶν ἀνδρῶν καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα καὶ εἶπεν ὁ βασιλεύς καθίσατε ἐν ιεριχω ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἐπιστραφήσεσθε
106καὶ εἶδαν οἱ υἱοὶ αμμων ὅτι κατῃσχύνθησαν ὁ λαὸς δαυιδ καὶ ἀπέστειλαν οἱ υἱοὶ αμμων καὶ ἐμισθώσαντο τὴν συρίαν βαιθροωβ εἴκοσι χιλιάδας πεζῶν καὶ τὸν βασιλέα μααχα χιλίους ἄνδρας καὶ ιστωβ δώδεκα χιλιάδας ἀνδρῶν
107καὶ ἤκουσεν δαυιδ καὶ ἀπέστειλεν τὸν ιωαβ καὶ πᾶσαν τὴν δύναμιν τοὺς δυνατούς
108καὶ ἐξῆλθαν οἱ υἱοὶ αμμων καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης καὶ συρία σουβα καὶ ροωβ καὶ ιστωβ καὶ μααχα μόνοι ἐν ἀγρῷ
109καὶ εἶδεν ιωαβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου ἐκ τοῦ κατὰ πρόσωπον ἐξ ἐναντίας καὶ ἐκ τοῦ ὄπισθεν καὶ ἐπέλεξεν ἐκ πάντων τῶν νεανίσκων ισραηλ καὶ παρετάξαντο ἐξ ἐναντίας συρίας
1010καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ αβεσσα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν αμμων
1011καὶ εἶπεν ἐὰν κραταιωθῇ συρία ὑπὲρ ἐμέ καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν καὶ ἐὰν υἱοὶ αμμων κραταιωθῶσιν ὑπὲρ σέ καὶ ἐσόμεθα τοῦ σῶσαί σε
1012ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν καὶ κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ
1013καὶ προσῆλθεν ιωαβ καὶ ὁ λαὸς αὐτοῦ μετ' αὐτοῦ εἰς πόλεμον πρὸς συρίαν καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτοῦ
1014καὶ οἱ υἱοὶ αμμων εἶδαν ὅτι ἔφυγεν συρία καὶ ἔφυγαν ἀπὸ προσώπου αβεσσα καὶ εἰσῆλθαν εἰς τὴν πόλιν καὶ ἀνέστρεψεν ιωαβ ἀπὸ τῶν υἱῶν αμμων καὶ παρεγένοντο εἰς ιερουσαλημ
1015καὶ εἶδεν συρία ὅτι ἔπταισεν ἔμπροσθεν ισραηλ καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό
1016καὶ ἀπέστειλεν αδρααζαρ καὶ συνήγαγεν τὴν συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ χαλαμακ καὶ παρεγένοντο αιλαμ καὶ σωβακ ἄρχων τῆς δυνάμεως αδρααζαρ ἔμπροσθεν αὐτῶν
1017καὶ ἀνηγγέλη τῷ δαυιδ καὶ συνήγαγεν τὸν πάντα ισραηλ καὶ διέβη τὸν ιορδάνην καὶ παρεγένοντο εἰς αιλαμ καὶ παρετάξατο συρία ἀπέναντι δαυιδ καὶ ἐπολέμησαν μετ' αὐτοῦ
1018καὶ ἔφυγεν συρία ἀπὸ προσώπου ισραηλ καὶ ἀνεῖλεν δαυιδ ἐκ τῆς συρίας ἑπτακόσια ἅρματα καὶ τεσσαράκοντα χιλιάδας ἱππέων καὶ τὸν σωβακ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξεν καὶ ἀπέθανεν ἐκεῖ
1019καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι αδρααζαρ ὅτι ἔπταισαν ἔμπροσθεν ισραηλ καὶ ηὐτομόλησαν μετὰ ισραηλ καὶ ἐδούλευσαν αὐτοῖς καὶ ἐφοβήθη συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς αμμων
111καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων καὶ ἀπέστειλεν δαυιδ τὸν ιωαβ καὶ τοὺς παῖδας αὐτοῦ μετ' αὐτοῦ καὶ τὸν πάντα ισραηλ καὶ διέφθειραν τοὺς υἱοὺς αμμων καὶ διεκάθισαν ἐπὶ ραββαθ καὶ δαυιδ ἐκάθισεν ἐν ιερουσαλημ
112καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη δαυιδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδεν γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα
113καὶ ἀπέστειλεν δαυιδ καὶ ἐζήτησεν τὴν γυναῖκα καὶ εἶπεν οὐχὶ αὕτη βηρσαβεε θυγάτηρ ελιαβ γυνὴ ουριου τοῦ χετταίου
114καὶ ἀπέστειλεν δαυιδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ ἐκοιμήθη μετ' αὐτῆς καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς
115καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή καὶ ἀποστείλασα ἀπήγγειλεν τῷ δαυιδ καὶ εἶπεν ἐγώ εἰμι ἐν γαστρὶ ἔχω
116καὶ ἀπέστειλεν δαυιδ πρὸς ιωαβ λέγων ἀπόστειλον πρός με τὸν ουριαν τὸν χετταῖον καὶ ἀπέστειλεν ιωαβ τὸν ουριαν πρὸς δαυιδ
117καὶ παραγίνεται ουριας καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ ἐπηρώτησεν δαυιδ εἰς εἰρήνην ιωαβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου
118καὶ εἶπεν δαυιδ τῷ ουρια κατάβηθι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου καὶ ἐξῆλθεν ουριας ἐξ οἴκου τοῦ βασιλέως καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως
119καὶ ἐκοιμήθη ουριας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ
1110καὶ ἀνήγγειλαν τῷ δαυιδ λέγοντες ὅτι οὐ κατέβη ουριας εἰς τὸν οἶκον αὐτοῦ καὶ εἶπεν δαυιδ πρὸς ουριαν οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου
1111καὶ εἶπεν ουριας πρὸς δαυιδ ἡ κιβωτὸς καὶ ισραηλ καὶ ιουδας κατοικοῦσιν ἐν σκηναῖς καὶ ὁ κύριός μου ιωαβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσιν καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου πῶς ζῇ ἡ ψυχή σου εἰ ποιήσω τὸ ῥῆμα τοῦτο
1112καὶ εἶπεν δαυιδ πρὸς ουριαν κάθισον ἐνταῦθα καί γε σήμερον καὶ αὔριον ἐξαποστελῶ σε καὶ ἐκάθισεν ουριας ἐν ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον
1113καὶ ἐκάλεσεν αὐτὸν δαυιδ καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιεν καὶ ἐμέθυσεν αὐτόν καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη
1114καὶ ἐγένετο πρωὶ καὶ ἔγραψεν δαυιδ βιβλίον πρὸς ιωαβ καὶ ἀπέστειλεν ἐν χειρὶ ουριου
1115καὶ ἔγραψεν ἐν τῷ βιβλίῳ λέγων εἰσάγαγε τὸν ουριαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ καὶ πληγήσεται καὶ ἀποθανεῖται
1116καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν ιωαβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκεν τὸν ουριαν εἰς τὸν τόπον οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ
1117καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ ιωαβ καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων δαυιδ καὶ ἀπέθανεν καί γε ουριας ὁ χετταῖος
1118καὶ ἀπέστειλεν ιωαβ καὶ ἀπήγγειλεν τῷ βασιλεῖ πάντας τοὺς λόγους τοῦ πολέμου
1119καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων ἐν τῷ συντελέσαι σε πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα
1120καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως καὶ εἴπῃ σοι τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους
1121τίς ἐπάταξεν τὸν αβιμελεχ υἱὸν ιεροβααλ οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἐπάνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν θαμασι ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος καὶ ἐρεῖς καί γε ουριας ὁ δοῦλός σου ὁ χετταῖος ἀπέθανεν
1122καὶ ἐπορεύθη ὁ ἄγγελος ιωαβ πρὸς τὸν βασιλέα εἰς ιερουσαλημ καὶ παρεγένετο καὶ ἀπήγγειλεν τῷ δαυιδ πάντα ὅσα ἀπήγγειλεν αὐτῷ ιωαβ πάντα τὰ ῥήματα τοῦ πολέμου καὶ ἐθυμώθη δαυιδ πρὸς ιωαβ καὶ εἶπεν πρὸς τὸν ἄγγελον ἵνα τί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους τίς ἐπάταξεν τὸν αβιμελεχ υἱὸν ιεροβααλ οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν θαμασι ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος
1123καὶ εἶπεν ὁ ἄγγελος πρὸς δαυιδ ὅτι ἐκραταίωσαν ἐφ' ἡμᾶς οἱ ἄνδρες καὶ ἐξῆλθαν ἐφ' ἡμᾶς εἰς τὸν ἀγρόν καὶ ἐγενήθημεν ἐπ' αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης
1124καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους καὶ ἀπέθαναν τῶν παίδων τοῦ βασιλέως καί γε ὁ δοῦλός σου ουριας ὁ χετταῖος ἀπέθανεν
1125καὶ εἶπεν δαυιδ πρὸς τὸν ἄγγελον τάδε ἐρεῖς πρὸς ιωαβ μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ῥῆμα τοῦτο ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα κραταίωσον τὸν πόλεμόν σου πρὸς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτόν
1126καὶ ἤκουσεν ἡ γυνὴ ουριου ὅτι ἀπέθανεν ουριας ὁ ἀνὴρ αὐτῆς καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς
1127καὶ διῆλθεν τὸ πένθος καὶ ἀπέστειλεν δαυιδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ υἱόν καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ὃ ἐποίησεν δαυιδ ἐν ὀφθαλμοῖς κυρίου
121καὶ ἀπέστειλεν κύριος τὸν ναθαν τὸν προφήτην πρὸς δαυιδ καὶ εἰσῆλθεν πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ εἷς πλούσιος καὶ εἷς πένης
122καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα
123καὶ τῷ πένητι οὐδὲν ἀλλ' ἢ ἀμνὰς μία μικρά ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέθρεψεν αὐτήν καὶ ἡδρύνθη μετ' αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιεν καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν καὶ ἦν αὐτῷ ὡς θυγάτηρ
124καὶ ἦλθεν πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβεν τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν
125καὶ ἐθυμώθη ὀργῇ δαυιδ σφόδρα τῷ ἀνδρί καὶ εἶπεν δαυιδ πρὸς ναθαν ζῇ κύριος ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο
126καὶ τὴν ἀμνάδα ἀποτείσει ἑπταπλασίονα ἀνθ' ὧν ὅτι ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο
127καὶ εἶπεν ναθαν πρὸς δαυιδ σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο τάδε λέγει κύριος ὁ θεὸς ισραηλ ἐγώ εἰμι ἔχρισά σε εἰς βασιλέα ἐπὶ ισραηλ καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς σαουλ
128καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον ισραηλ καὶ ιουδα καὶ εἰ μικρόν ἐστιν προσθήσω σοι κατὰ ταῦτα
129τί ὅτι ἐφαύλισας τὸν λόγον κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ τὸν ουριαν τὸν χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν αμμων
1210καὶ νῦν οὐκ ἀποστήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ' ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ ουριου τοῦ χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα
1211τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ' ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου
1212ὅτι σὺ ἐποίησας κρυβῇ κἀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς ισραηλ καὶ ἀπέναντι τούτου τοῦ ἡλίου
1213καὶ εἶπεν δαυιδ τῷ ναθαν ἡμάρτηκα τῷ κυρίῳ καὶ εἶπεν ναθαν πρὸς δαυιδ καὶ κύριος παρεβίβασεν τὸ ἁμάρτημά σου οὐ μὴ ἀποθάνῃς
1214πλὴν ὅτι παροξύνων παρώξυνας τοὺς ἐχθροὺς κυρίου ἐν τῷ ῥήματι τούτῳ καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται
1215καὶ ἀπῆλθεν ναθαν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἔθραυσεν κύριος τὸ παιδίον ὃ ἔτεκεν ἡ γυνὴ ουριου τῷ δαυιδ καὶ ἠρρώστησεν
1216καὶ ἐζήτησεν δαυιδ τὸν θεὸν περὶ τοῦ παιδαρίου καὶ ἐνήστευσεν δαυιδ νηστείαν καὶ εἰσῆλθεν καὶ ηὐλίσθη ἐν σάκκῳ ἐπὶ τῆς γῆς
1217καὶ ἀνέστησαν ἐπ' αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ τοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς καὶ οὐκ ἠθέλησεν καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον
1218καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον καὶ ἐφοβήθησαν οἱ δοῦλοι δαυιδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκεν τὸ παιδάριον ὅτι εἶπαν ἰδοὺ ἐν τῷ ἔτι τὸ παιδάριον ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν καὶ οὐκ εἰσήκουσεν τῆς φωνῆς ἡμῶν καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκεν τὸ παιδάριον καὶ ποιήσει κακά
1219καὶ συνῆκεν δαυιδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσιν καὶ ἐνόησεν δαυιδ ὅτι τέθνηκεν τὸ παιδάριον καὶ εἶπεν δαυιδ πρὸς τοὺς παῖδας αὐτοῦ εἰ τέθνηκεν τὸ παιδάριον καὶ εἶπαν τέθνηκεν
1220καὶ ἀνέστη δαυιδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ᾔτησεν ἄρτον φαγεῖν καὶ παρέθηκαν αὐτῷ ἄρτον καὶ ἔφαγεν
1221καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν τί τὸ ῥῆμα τοῦτο ὃ ἐποίησας ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις καὶ ἡνίκα ἀπέθανεν τὸ παιδάριον ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας
1222καὶ εἶπεν δαυιδ ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα ὅτι εἶπα τίς οἶδεν εἰ ἐλεήσει με κύριος καὶ ζήσεται τὸ παιδάριον
1223καὶ νῦν τέθνηκεν ἵνα τί τοῦτο ἐγὼ νηστεύω μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸ ἔτι ἐγὼ πορεύσομαι πρὸς αὐτόν καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με
1224καὶ παρεκάλεσεν δαυιδ βηρσαβεε τὴν γυναῖκα αὐτοῦ καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ' αὐτῆς καὶ συνέλαβεν καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ σαλωμων καὶ κύριος ἠγάπησεν αὐτόν
1225καὶ ἀπέστειλεν ἐν χειρὶ ναθαν τοῦ προφήτου καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ιδεδι ἕνεκεν κυρίου
1226καὶ ἐπολέμησεν ιωαβ ἐν ραββαθ υἱῶν αμμων καὶ κατέλαβεν τὴν πόλιν τῆς βασιλείας
1227καὶ ἀπέστειλεν ιωαβ ἀγγέλους πρὸς δαυιδ καὶ εἶπεν ἐπολέμησα ἐν ραββαθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων
1228καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ' αὐτήν
1229καὶ συνήγαγεν δαυιδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς ραββαθ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν
1230καὶ ἔλαβεν τὸν στέφανον μελχολ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου καὶ ἦν ἐπὶ τῆς κεφαλῆς δαυιδ καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα
1231καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγεν καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου καὶ οὕτως ἐποίησεν πάσαις ταῖς πόλεσιν υἱῶν αμμων καὶ ἐπέστρεψεν δαυιδ καὶ πᾶς ὁ λαὸς εἰς ιερουσαλημ
131καὶ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ αβεσσαλωμ υἱῷ δαυιδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα καὶ ὄνομα αὐτῇ θημαρ καὶ ἠγάπησεν αὐτὴν αμνων υἱὸς δαυιδ
132καὶ ἐθλίβετο αμνων ὥστε ἀρρωστεῖν διὰ θημαρ τὴν ἀδελφὴν αὐτοῦ ὅτι παρθένος ἦν αὐτή καὶ ὑπέρογκον ἐν ὀφθαλμοῖς αμνων τοῦ ποιῆσαί τι αὐτῇ
133καὶ ἦν τῷ αμνων ἑταῖρος καὶ ὄνομα αὐτῷ ιωναδαβ υἱὸς σαμαα τοῦ ἀδελφοῦ δαυιδ καὶ ιωναδαβ ἀνὴρ σοφὸς σφόδρα
134καὶ εἶπεν αὐτῷ τί σοι ὅτι σὺ οὕτως ἀσθενής υἱὲ τοῦ βασιλέως τὸ πρωὶ πρωί οὐκ ἀπαγγελεῖς μοι καὶ εἶπεν αὐτῷ αμνων θημαρ τὴν ἀδελφὴν αβεσσαλωμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ
135καὶ εἶπεν αὐτῷ ιωναδαβ κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε καὶ ἐρεῖς πρὸς αὐτόν ἐλθέτω δὴ θημαρ ἡ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ' ὀφθαλμούς μου βρῶμα ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς
136καὶ ἐκοιμήθη αμνων καὶ ἠρρώστησεν καὶ εἰσῆλθεν ὁ βασιλεὺς ἰδεῖν αὐτόν καὶ εἶπεν αμνων πρὸς τὸν βασιλέα ἐλθέτω δὴ θημαρ ἡ ἀδελφή μου πρός με καὶ κολλυρισάτω ἐν ὀφθαλμοῖς μου δύο κολλυρίδας καὶ φάγομαι ἐκ τῆς χειρὸς αὐτῆς
137καὶ ἀπέστειλεν δαυιδ πρὸς θημαρ εἰς τὸν οἶκον λέγων πορεύθητι δὴ εἰς τὸν οἶκον αμνων τοῦ ἀδελφοῦ σου καὶ ποίησον αὐτῷ βρῶμα
138καὶ ἐπορεύθη θημαρ εἰς τὸν οἶκον αμνων ἀδελφοῦ αὐτῆς καὶ αὐτὸς κοιμώμενος καὶ ἔλαβεν τὸ σταῖς καὶ ἐφύρασεν καὶ ἐκολλύρισεν κατ' ὀφθαλμοὺς αὐτοῦ καὶ ἥψησεν τὰς κολλυρίδας
139καὶ ἔλαβεν τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ καὶ οὐκ ἠθέλησεν φαγεῖν καὶ εἶπεν αμνων ἐξαγάγετε πάντα ἄνδρα ἐπάνωθέν μου καὶ ἐξήγαγον πάντα ἄνδρα ἀπὸ ἐπάνωθεν αὐτοῦ
1310καὶ εἶπεν αμνων πρὸς θημαρ εἰσένεγκε τὸ βρῶμα εἰς τὸ ταμίειον καὶ φάγομαι ἐκ τῆς χειρός σου καὶ ἔλαβεν θημαρ τὰς κολλυρίδας ἃς ἐποίησεν καὶ εἰσήνεγκεν τῷ αμνων ἀδελφῷ αὐτῆς εἰς τὸν κοιτῶνα
1311καὶ προσήγαγεν αὐτῷ τοῦ φαγεῖν καὶ ἐπελάβετο αὐτῆς καὶ εἶπεν αὐτῇ δεῦρο κοιμήθητι μετ' ἐμοῦ ἀδελφή μου
1312καὶ εἶπεν αὐτῷ μή ἄδελφέ μου μὴ ταπεινώσῃς με διότι οὐ ποιηθήσεται οὕτως ἐν ισραηλ μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην
1313καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀφρόνων ἐν ισραηλ καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ
1314καὶ οὐκ ἠθέλησεν αμνων τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ' αὐτῆς
1315καὶ ἐμίσησεν αὐτὴν αμνων μῖσος μέγα σφόδρα ὅτι μέγα τὸ μῖσος ὃ ἐμίσησεν αὐτήν ὑπὲρ τὴν ἀγάπην ἣν ἠγάπησεν αὐτήν καὶ εἶπεν αὐτῇ αμνων ἀνάστηθι καὶ πορεύου
1316καὶ εἶπεν αὐτῷ θημαρ μή ἄδελφε ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην ἣν ἐποίησας μετ' ἐμοῦ τοῦ ἐξαποστεῖλαί με καὶ οὐκ ἠθέλησεν αμνων ἀκοῦσαι τῆς φωνῆς αὐτῆς
1317καὶ ἐκάλεσεν τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου αὐτοῦ καὶ εἶπεν αὐτῷ ἐξαποστείλατε δὴ ταύτην ἀπ' ἐμοῦ ἔξω καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτῆς
1318καὶ ἐπ' αὐτῆς ἦν χιτὼν καρπωτός ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες τοῦ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτῶν καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτοῦ ἔξω καὶ ἀπέκλεισεν τὴν θύραν ὀπίσω αὐτῆς
1319καὶ ἔλαβεν θημαρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπ' αὐτῆς διέρρηξεν καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα
1320καὶ εἶπεν πρὸς αὐτὴν αβεσσαλωμ ὁ ἀδελφὸς αὐτῆς μὴ αμνων ὁ ἀδελφός σου ἐγένετο μετὰ σοῦ καὶ νῦν ἀδελφή μου κώφευσον ὅτι ἀδελφός σού ἐστιν μὴ θῇς τὴν καρδίαν σου τοῦ λαλῆσαι εἰς τὸ ῥῆμα τοῦτο καὶ ἐκάθισεν θημαρ χηρεύουσα ἐν οἴκῳ αβεσσαλωμ τοῦ ἀδελφοῦ αὐτῆς
1321καὶ ἤκουσεν ὁ βασιλεὺς δαυιδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα καὶ οὐκ ἐλύπησεν τὸ πνεῦμα αμνων τοῦ υἱοῦ αὐτοῦ ὅτι ἠγάπα αὐτόν ὅτι πρωτότοκος αὐτοῦ ἦν
1322καὶ οὐκ ἐλάλησεν αβεσσαλωμ μετὰ αμνων ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ ὅτι ἐμίσει αβεσσαλωμ τὸν αμνων ἐπὶ λόγου οὗ ἐταπείνωσεν θημαρ τὴν ἀδελφὴν αὐτοῦ
1323καὶ ἐγένετο εἰς διετηρίδα ἡμερῶν καὶ ἦσαν κείροντες τῷ αβεσσαλωμ ἐν βελασωρ τῇ ἐχόμενα εφραιμ καὶ ἐκάλεσεν αβεσσαλωμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως
1324καὶ ἦλθεν αβεσσαλωμ πρὸς τὸν βασιλέα καὶ εἶπεν ἰδοὺ δὴ κείρουσιν τῷ δούλῳ σου πορευθήτω δὴ ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ μετὰ τοῦ δούλου σου
1325καὶ εἶπεν ὁ βασιλεὺς πρὸς αβεσσαλωμ μὴ δή υἱέ μου μὴ πορευθῶμεν πάντες ἡμεῖς καὶ οὐ μὴ καταβαρυνθῶμεν ἐπὶ σέ καὶ ἐβιάσατο αὐτόν καὶ οὐκ ἠθέλησεν τοῦ πορευθῆναι καὶ εὐλόγησεν αὐτόν
1326καὶ εἶπεν αβεσσαλωμ καὶ εἰ μή πορευθήτω δὴ μεθ' ἡμῶν αμνων ὁ ἀδελφός μου καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἵνα τί πορευθῇ μετὰ σοῦ
1327καὶ ἐβιάσατο αὐτὸν αβεσσαλωμ καὶ ἀπέστειλεν μετ' αὐτοῦ τὸν αμνων καὶ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἐποίησεν αβεσσαλωμ πότον κατὰ τὸν πότον τοῦ βασιλέως
1328καὶ ἐνετείλατο αβεσσαλωμ τοῖς παιδαρίοις αὐτοῦ λέγων ἴδετε ὡς ἂν ἀγαθυνθῇ ἡ καρδία αμνων ἐν τῷ οἴνῳ καὶ εἴπω πρὸς ὑμᾶς πατάξατε τὸν αμνων καὶ θανατώσατε αὐτόν μὴ φοβηθῆτε ὅτι οὐχὶ ἐγώ εἰμι ἐντέλλομαι ὑμῖν ἀνδρίζεσθε καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως
1329καὶ ἐποίησαν τὰ παιδάρια αβεσσαλωμ τῷ αμνων καθὰ ἐνετείλατο αὐτοῖς αβεσσαλωμ καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ τοῦ βασιλέως καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμίονον αὐτοῦ καὶ ἔφυγαν
1330καὶ ἐγένετο αὐτῶν ὄντων ἐν τῇ ὁδῷ καὶ ἡ ἀκοὴ ἦλθεν πρὸς δαυιδ λέγων ἐπάταξεν αβεσσαλωμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς
1331καὶ ἀνέστη ὁ βασιλεὺς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τὴν γῆν καὶ πάντες οἱ παῖδες αὐτοῦ οἱ περιεστῶτες αὐτῷ διέρρηξαν τὰ ἱμάτια αὐτῶν
1332καὶ ἀπεκρίθη ιωναδαβ υἱὸς σαμαα ἀδελφοῦ δαυιδ καὶ εἶπεν μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεὺς ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐθανάτωσεν ὅτι αμνων μονώτατος ἀπέθανεν ὅτι ἐπὶ στόματος αβεσσαλωμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας ἧς ἐταπείνωσεν θημαρ τὴν ἀδελφὴν αὐτοῦ
1333καὶ νῦν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ῥῆμα λέγων πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθαναν ὅτι ἀλλ' ἢ αμνων μονώτατος ἀπέθανεν
1334καὶ ἀπέδρα αβεσσαλωμ καὶ ἦρεν τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισθεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ καὶ εἶπεν ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τῆς ωρωνην ἐκ μέρους τοῦ ὄρους
1335καὶ εἶπεν ιωναδαβ πρὸς τὸν βασιλέα ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρεισιν κατὰ τὸν λόγον τοῦ δούλου σου οὕτως ἐγένετο
1336καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθαν καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν σφόδρα
1337καὶ αβεσσαλωμ ἔφυγεν καὶ ἐπορεύθη πρὸς θολμαι υἱὸν εμιουδ βασιλέα γεδσουρ εἰς γῆν μαχαδ καὶ ἐπένθησεν ὁ βασιλεὺς δαυιδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας
1338καὶ αβεσσαλωμ ἀπέδρα καὶ ἐπορεύθη εἰς γεδσουρ καὶ ἦν ἐκεῖ ἔτη τρία
1339καὶ ἐκόπασεν τὸ πνεῦμα τοῦ βασιλέως τοῦ ἐξελθεῖν ὀπίσω αβεσσαλωμ ὅτι παρεκλήθη ἐπὶ αμνων ὅτι ἀπέθανεν
141καὶ ἔγνω ιωαβ υἱὸς σαρουιας ὅτι ἡ καρδία τοῦ βασιλέως ἐπὶ αβεσσαλωμ
142καὶ ἀπέστειλεν ιωαβ εἰς θεκωε καὶ ἔλαβεν ἐκεῖθεν γυναῖκα σοφὴν καὶ εἶπεν πρὸς αὐτήν πένθησον δὴ καὶ ἔνδυσαι ἱμάτια πενθικὰ καὶ μὴ ἀλείψῃ ἔλαιον καὶ ἔσῃ ὡς γυνὴ πενθοῦσα ἐπὶ τεθνηκότι τοῦτο ἡμέρας πολλὰς
143καὶ ἐλεύσῃ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ῥῆμα τοῦτο καὶ ἔθηκεν ιωαβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς
144καὶ εἰσῆλθεν ἡ γυνὴ ἡ θεκωῖτις πρὸς τὸν βασιλέα καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς εἰς τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν σῶσον βασιλεῦ σῶσον
145καὶ εἶπεν πρὸς αὐτὴν ὁ βασιλεύς τί ἐστίν σοι ἡ δὲ εἶπεν καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι καὶ ἀπέθανεν ὁ ἀνήρ μου
146καί γε τῇ δούλῃ σου δύο υἱοί καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τῷ ἀγρῷ καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἀνὰ μέσον αὐτῶν καὶ ἔπαισεν ὁ εἷς τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτόν
147καὶ ἰδοὺ ἐπανέστη ὅλη ἡ πατριὰ πρὸς τὴν δούλην σου καὶ εἶπαν δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτοῦ καὶ θανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελφοῦ αὐτοῦ οὗ ἀπέκτεινεν καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν καὶ σβέσουσιν τὸν ἄνθρακά μου τὸν καταλειφθέντα ὥστε μὴ θέσθαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προσώπου τῆς γῆς
148καὶ εἶπεν ὁ βασιλεύς ὑγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου κἀγὼ ἐντελοῦμαι περὶ σοῦ
149καὶ εἶπεν ἡ γυνὴ ἡ θεκωῖτις πρὸς τὸν βασιλέα ἐπ' ἐμέ κύριέ μου βασιλεῦ ἡ ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου καὶ ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτοῦ ἀθῷος
1410καὶ εἶπεν ὁ βασιλεύς τίς ὁ λαλῶν πρὸς σέ καὶ ἄξεις αὐτὸν πρὸς ἐμέ καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτοῦ
1411καὶ εἶπεν μνημονευσάτω δὴ ὁ βασιλεὺς τὸν κύριον θεὸν αὐτοῦ πληθυνθῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαφθεῖραι καὶ οὐ μὴ ἐξάρωσιν τὸν υἱόν μου καὶ εἶπεν ζῇ κύριος εἰ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν
1412καὶ εἶπεν ἡ γυνή λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα ῥῆμα καὶ εἶπεν λάλησον
1413καὶ εἶπεν ἡ γυνή ἵνα τί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν θεοῦ ἦ ἐκ στόματος τοῦ βασιλέως ὁ λόγος οὗτος ὡς πλημμέλεια τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ
1414ὅτι θανάτῳ ἀποθανούμεθα καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφερόμενον ἐπὶ τῆς γῆς ὃ οὐ συναχθήσεται καὶ λήμψεται ὁ θεὸς ψυχήν καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπ' αὐτοῦ ἐξωσμένον
1415καὶ νῦν ὃ ἦλθον λαλῆσαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ῥῆμα τοῦτο ὅτι ὄψεταί με ὁ λαός καὶ ἐρεῖ ἡ δούλη σου λαλησάτω δὴ πρὸς τὸν βασιλέα εἴ πως ποιήσει ὁ βασιλεὺς τὸ ῥῆμα τῆς δούλης αὐτοῦ
1416ὅτι ἀκούσει ὁ βασιλεὺς ῥύσασθαι τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας θεοῦ
1417καὶ εἶπεν ἡ γυνή εἴη δὴ ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυσίαν ὅτι καθὼς ἄγγελος θεοῦ οὕτως ὁ κύριός μου ὁ βασιλεὺς τοῦ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν καὶ κύριος ὁ θεός σου ἔσται μετὰ σοῦ
1418καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν πρὸς τὴν γυναῖκα μὴ δὴ κρύψῃς ἀπ' ἐμοῦ ῥῆμα ὃ ἐγὼ ἐπερωτῶ σε καὶ εἶπεν ἡ γυνή λαλησάτω δὴ ὁ κύριός μου ὁ βασιλεύς
1419καὶ εἶπεν ὁ βασιλεύς μὴ ἡ χεὶρ ιωαβ ἐν παντὶ τούτῳ μετὰ σοῦ καὶ εἶπεν ἡ γυνὴ τῷ βασιλεῖ ζῇ ἡ ψυχή σου κύριέ μου βασιλεῦ εἰ ἔστιν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ ἐκ πάντων ὧν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεύς ὅτι ὁ δοῦλός σου ιωαβ αὐτὸς ἐνετείλατό μοι καὶ αὐτὸς ἔθετο ἐν τῷ στόματι τῆς δούλης σου πάντας τοὺς λόγους τούτους
1420ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ῥήματος τούτου ἐποίησεν ὁ δοῦλός σου ιωαβ τὸν λόγον τοῦτον καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ θεοῦ τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ
1421καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ιωαβ ἰδοὺ δὴ ἐποίησά σοι κατὰ τὸν λόγον σου τοῦτον πορεύου ἐπίστρεψον τὸ παιδάριον τὸν αβεσσαλωμ
1422καὶ ἔπεσεν ιωαβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα καὶ εἶπεν ιωαβ σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου κύριέ μου βασιλεῦ ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ
1423καὶ ἀνέστη ιωαβ καὶ ἐπορεύθη εἰς γεδσουρ καὶ ἤγαγεν τὸν αβεσσαλωμ εἰς ιερουσαλημ
1424καὶ εἶπεν ὁ βασιλεύς ἀποστραφήτω εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω καὶ ἀπέστρεψεν αβεσσαλωμ εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν
1425καὶ ὡς αβεσσαλωμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ ισραηλ αἰνετὸς σφόδρα ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυφῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος
1426καὶ ἐν τῷ κείρεσθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ καὶ ἐγένετο ἀπ' ἀρχῆς ἡμερῶν εἰς ἡμέρας ὡς ἂν ἐκείρετο ὅτι κατεβαρύνετο ἐπ' αὐτόν καὶ κειρόμενος αὐτὴν ἔστησεν τὴν τρίχα τῆς κεφαλῆς αὐτοῦ διακοσίους σίκλους ἐν τῷ σίκλῳ τῷ βασιλικῷ
1427καὶ ἐτέχθησαν τῷ αβεσσαλωμ τρεῖς υἱοὶ καὶ θυγάτηρ μία καὶ ὄνομα αὐτῇ θημαρ αὕτη ἦν γυνὴ καλὴ σφόδρα καὶ γίνεται γυνὴ τῷ ροβοαμ υἱῷ σαλωμων καὶ τίκτει αὐτῷ τὸν αβια
1428καὶ ἐκάθισεν αβεσσαλωμ ἐν ιερουσαλημ δύο ἔτη ἡμερῶν καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν
1429καὶ ἀπέστειλεν αβεσσαλωμ πρὸς ιωαβ τοῦ ἀποστεῖλαι αὐτὸν πρὸς τὸν βασιλέα καὶ οὐκ ἠθέλησεν ἐλθεῖν πρὸς αὐτόν καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν καὶ οὐκ ἠθέλησεν παραγενέσθαι
1430καὶ εἶπεν αβεσσαλωμ πρὸς τοὺς παῖδας αὐτοῦ ἴδετε ἡ μερὶς ἐν ἀγρῷ τοῦ ιωαβ ἐχόμενά μου καὶ αὐτῷ κριθαὶ ἐκεῖ πορεύεσθε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί καὶ ἐνέπρησαν αὐτὰς οἱ παῖδες αβεσσαλωμ καὶ παραγίνονται οἱ δοῦλοι ιωαβ πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ εἶπαν ἐνεπύρισαν οἱ δοῦλοι αβεσσαλωμ τὴν μερίδα ἐν πυρί
1431καὶ ἀνέστη ιωαβ καὶ ἦλθεν πρὸς αβεσσαλωμ εἰς τὸν οἶκον καὶ εἶπεν πρὸς αὐτόν ἵνα τί οἱ παῖδές σου ἐνεπύρισαν τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί
1432καὶ εἶπεν αβεσσαλωμ πρὸς ιωαβ ἰδοὺ ἀπέστειλα πρὸς σὲ λέγων ἧκε ὧδε καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα λέγων ἵνα τί ἦλθον ἐκ γεδσουρ ἀγαθόν μοι ἦν τοῦ ἔτι εἶναί με ἐκεῖ καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία καὶ θανάτωσόν με
1433καὶ εἰσῆλθεν ιωαβ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ καὶ ἐκάλεσεν τὸν αβεσσαλωμ καὶ εἰσῆλθεν πρὸς τὸν βασιλέα καὶ προσεκύνησεν αὐτῷ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν κατὰ πρόσωπον τοῦ βασιλέως καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν αβεσσαλωμ
151καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ αβεσσαλωμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ
152καὶ ὤρθρισεν αβεσσαλωμ καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης καὶ ἐγένετο πᾶς ἀνήρ ᾧ ἐγένετο κρίσις ἦλθεν πρὸς τὸν βασιλέα εἰς κρίσιν καὶ ἐβόησεν πρὸς αὐτὸν αβεσσαλωμ καὶ ἔλεγεν αὐτῷ ἐκ ποίας πόλεως σὺ εἶ καὶ εἶπεν ὁ ἀνήρ ἐκ μιᾶς φυλῶν ισραηλ ὁ δοῦλός σου
153καὶ εἶπεν πρὸς αὐτὸν αβεσσαλωμ ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι καὶ ἀκούων οὐκ ἔστιν σοι παρὰ τοῦ βασιλέως
154καὶ εἶπεν αβεσσαλωμ τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ καὶ ἐπ' ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις καὶ δικαιώσω αὐτόν
155καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτόν
156καὶ ἐποίησεν αβεσσαλωμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ ισραηλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα καὶ ἰδιοποιεῖτο αβεσσαλωμ τὴν καρδίαν ἀνδρῶν ισραηλ
157καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν αβεσσαλωμ πρὸς τὸν πατέρα αὐτοῦ πορεύσομαι δὴ καὶ ἀποτείσω τὰς εὐχάς μου ἃς ηὐξάμην τῷ κυρίῳ ἐν χεβρων
158ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν γεδσουρ ἐν συρίᾳ λέγων ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με κύριος εἰς ιερουσαλημ καὶ λατρεύσω τῷ κυρίῳ
159καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς βάδιζε εἰς εἰρήνην καὶ ἀναστὰς ἐπορεύθη εἰς χεβρων
1510καὶ ἀπέστειλεν αβεσσαλωμ κατασκόπους ἐν πάσαις φυλαῖς ισραηλ λέγων ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε βεβασίλευκεν βασιλεὺς αβεσσαλωμ ἐν χεβρων
1511καὶ μετὰ αβεσσαλωμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ ιερουσαλημ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα
1512καὶ ἀπέστειλεν αβεσσαλωμ καὶ ἐκάλεσεν τὸν αχιτοφελ τὸν γελμωναῖον τὸν σύμβουλον δαυιδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ γωλα ἐν τῷ θυσιάζειν αὐτόν καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν καὶ ὁ λαὸς πορευόμενος καὶ πολὺς μετὰ αβεσσαλωμ
1513καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς δαυιδ λέγων ἐγενήθη ἡ καρδία ἀνδρῶν ισραηλ ὀπίσω αβεσσαλωμ
1514καὶ εἶπεν δαυιδ πᾶσιν τοῖς παισὶν αὐτοῦ τοῖς μετ' αὐτοῦ τοῖς ἐν ιερουσαλημ ἀνάστητε καὶ φύγωμεν ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου αβεσσαλωμ ταχύνατε τοῦ πορευθῆναι ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ' ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης
1515καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς ἰδοὺ οἱ παῖδές σου
1516καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον
1517καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν
1518καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ χεττι καὶ πᾶς ὁ φελετθι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί ἑξακόσιοι ἄνδρες καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ καὶ πᾶς ὁ χερεθθι καὶ πᾶς ὁ φελεθθι καὶ πάντες οἱ γεθθαῖοι ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ γεθ πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως
1519καὶ εἶπεν ὁ βασιλεὺς πρὸς εθθι τὸν γεθθαῖον ἵνα τί πορεύῃ καὶ σὺ μεθ' ἡμῶν ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου
1520εἰ ἐχθὲς παραγέγονας καὶ σήμερον κινήσω σε μεθ' ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου ἐχθὲς ἡ ἐξέλευσίς σου καὶ σήμερον μετακινήσω σε μεθ' ἡμῶν τοῦ πορευθῆναι καὶ ἐγὼ πορεύσομαι οὗ ἂν ἐγὼ πορευθῶ ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ καὶ κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν
1521καὶ ἀπεκρίθη εθθι τῷ βασιλεῖ καὶ εἶπεν ζῇ κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου
1522καὶ εἶπεν ὁ βασιλεὺς πρὸς εθθι δεῦρο καὶ διάβαινε μετ' ἐμοῦ καὶ παρῆλθεν εθθι ὁ γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ' αὐτοῦ
1523καὶ πᾶσα ἡ γῆ ἔκλαιεν φωνῇ μεγάλῃ καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ κεδρων καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν κεδρων καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον
1524καὶ ἰδοὺ καί γε σαδωκ καὶ πάντες οἱ λευῖται μετ' αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου ἀπὸ βαιθαρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀνέβη αβιαθαρ ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως
1525καὶ εἶπεν ὁ βασιλεὺς τῷ σαδωκ ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς
1526καὶ ἐὰν εἴπῃ οὕτως οὐκ ἠθέληκα ἐν σοί ἰδοὺ ἐγώ εἰμι ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ
1527καὶ εἶπεν ὁ βασιλεὺς τῷ σαδωκ τῷ ἱερεῖ ἴδετε σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ καὶ αχιμαας ὁ υἱός σου καὶ ιωναθαν ὁ υἱὸς αβιαθαρ οἱ δύο υἱοὶ ὑμῶν μεθ' ὑμῶν
1528ἴδετε ἐγώ εἰμι στρατεύομαι ἐν αραβωθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ῥῆμα παρ' ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι
1529καὶ ἀπέστρεψεν σαδωκ καὶ αβιαθαρ τὴν κιβωτὸν εἰς ιερουσαλημ καὶ ἐκάθισεν ἐκεῖ
1530καὶ δαυιδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες
1531καὶ ἀνηγγέλη δαυιδ λέγοντες καὶ αχιτοφελ ἐν τοῖς συστρεφομένοις μετὰ αβεσσαλωμ καὶ εἶπεν δαυιδ διασκέδασον δὴ τὴν βουλὴν αχιτοφελ κύριε ὁ θεός μου
1532καὶ ἦν δαυιδ ἐρχόμενος ἕως τοῦ ροως οὗ προσεκύνησεν ἐκεῖ τῷ θεῷ καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ χουσι ὁ αρχι ἑταῖρος δαυιδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ
1533καὶ εἶπεν αὐτῷ δαυιδ ἐὰν μὲν διαβῇς μετ' ἐμοῦ καὶ ἔσῃ ἐπ' ἐμὲ εἴς βάσταγμα
1534καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς καὶ ἐρεῖς τῷ αβεσσαλωμ διεληλύθασιν οἱ ἀδελφοί σου καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου καὶ νῦν παῖς σού εἰμι βασιλεῦ ἔασόν με ζῆσαι παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως καὶ νῦν ἐγὼ δοῦλος σός καὶ διασκεδάσεις μοι τὴν βουλὴν αχιτοφελ
1535καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ σαδωκ καὶ αβιαθαρ οἱ ἱερεῖς καὶ ἔσται πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως καὶ ἀναγγελεῖς τῷ σαδωκ καὶ τῷ αβιαθαρ τοῖς ἱερεῦσιν
1536ἰδοὺ ἐκεῖ μετ' αὐτῶν δύο υἱοὶ αὐτῶν αχιμαας υἱὸς τῷ σαδωκ καὶ ιωναθαν υἱὸς τῷ αβιαθαρ καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσητε
1537καὶ εἰσῆλθεν χουσι ὁ ἑταῖρος δαυιδ εἰς τὴν πόλιν καὶ αβεσσαλωμ εἰσεπορεύετο εἰς ιερουσαλημ
161καὶ δαυιδ παρῆλθεν βραχύ τι ἀπὸ τῆς ροως καὶ ἰδοὺ σιβα τὸ παιδάριον μεμφιβοσθε εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων καὶ ἐπ' αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ νεβελ οἴνου
162καὶ εἶπεν ὁ βασιλεὺς πρὸς σιβα τί ταῦτά σοι καὶ εἶπεν σιβα τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ
163καὶ εἶπεν ὁ βασιλεύς καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου καὶ εἶπεν σιβα πρὸς τὸν βασιλέα ἰδοὺ κάθηται ἐν ιερουσαλημ ὅτι εἶπεν σήμερον ἐπιστρέψουσίν μοι ὁ οἶκος ισραηλ τὴν βασιλείαν τοῦ πατρός μου
164καὶ εἶπεν ὁ βασιλεὺς τῷ σιβα ιδοὺ σοὶ πάντα ὅσα ἐστὶν τῷ μεμφιβοσθε καὶ εἶπεν σιβα προσκυνήσας εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριέ μου βασιλεῦ
165καὶ ἦλθεν ὁ βασιλεὺς δαυιδ ἕως βαουριμ καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου σαουλ καὶ ὄνομα αὐτῷ σεμεϊ υἱὸς γηρα ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος
166καὶ λιθάζων ἐν λίθοις τὸν δαυιδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως δαυιδ καὶ πᾶς ὁ λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως
167καὶ οὕτως ἔλεγεν σεμεϊ ἐν τῷ καταρᾶσθαι αὐτόν ἔξελθε ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος
168ἐπέστρεψεν ἐπὶ σὲ κύριος πάντα τὰ αἵματα τοῦ οἴκου σαουλ ὅτι ἐβασίλευσας ἀντ' αὐτοῦ καὶ ἔδωκεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αβεσσαλωμ τοῦ υἱοῦ σου καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου ὅτι ἀνὴρ αἱμάτων σύ
169καὶ εἶπεν αβεσσα υἱὸς σαρουιας πρὸς τὸν βασιλέα ἵνα τί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ
1610καὶ εἶπεν ὁ βασιλεύς τί ἐμοὶ καὶ ὑμῖν υἱοὶ σαρουιας ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω ὅτι κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν δαυιδ καὶ τίς ἐρεῖ ὡς τί ἐποίησας οὕτως
1611καὶ εἶπεν δαυιδ πρὸς αβεσσα καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ ιεμινι ἄφετε αὐτὸν καταρᾶσθαι ὅτι εἶπεν αὐτῷ κύριος
1612εἴ πως ἴδοι κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ
1613καὶ ἐπορεύθη δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ καὶ σεμεϊ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοῒ πάσσων
1614καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς αὐτοῦ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκεῖ
1615καὶ αβεσσαλωμ καὶ πᾶς ἀνὴρ ισραηλ εἰσῆλθον εἰς ιερουσαλημ καὶ αχιτοφελ μετ' αὐτοῦ
1616καὶ ἐγενήθη ἡνίκα ἦλθεν χουσι ὁ αρχι ἑταῖρος δαυιδ πρὸς αβεσσαλωμ καὶ εἶπεν χουσι πρὸς αβεσσαλωμ ζήτω ὁ βασιλεύς
1617καὶ εἶπεν αβεσσαλωμ πρὸς χουσι τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου ἵνα τί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου
1618καὶ εἶπεν χουσι πρὸς αβεσσαλωμ οὐχί ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ ισραηλ αὐτῷ ἔσομαι καὶ μετ' αὐτοῦ καθήσομαι
1619καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου οὕτως ἔσομαι ἐνώπιόν σου
1620καὶ εἶπεν αβεσσαλωμ πρὸς αχιτοφελ φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν
1621καὶ εἶπεν αχιτοφελ πρὸς αβεσσαλωμ εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου ἃς κατέλιπεν φυλάσσειν τὸν οἶκον αὐτοῦ καὶ ἀκούσεται πᾶς ισραηλ ὅτι κατῄσχυνας τὸν πατέρα σου καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ
1622καὶ ἔπηξαν τὴν σκηνὴν τῷ αβεσσαλωμ ἐπὶ τὸ δῶμα καὶ εἰσῆλθεν αβεσσαλωμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ' ὀφθαλμοὺς παντὸς ισραηλ
1623καὶ ἡ βουλὴ αχιτοφελ ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις ὃν τρόπον ἐπερωτήσῃ ἐν λόγῳ τοῦ θεοῦ οὕτως πᾶσα ἡ βουλὴ τοῦ αχιτοφελ καί γε τῷ δαυιδ καί γε τῷ αβεσσαλωμ
171καὶ εἶπεν αχιτοφελ πρὸς αβεσσαλωμ ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω δαυιδ τὴν νύκτα
172καὶ ἐπελεύσομαι ἐπ' αὐτόν καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσίν καὶ ἐκστήσω αὐτόν καὶ φεύξεται πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ καὶ πατάξω τὸν βασιλέα μονώτατον
173καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σέ ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς πλὴν ψυχὴν ἑνὸς ἀνδρὸς σὺ ζητεῖς καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη
174καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς αβεσσαλωμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων ισραηλ
175καὶ εἶπεν αβεσσαλωμ καλέσατε δὴ καί γε τὸν χουσι τὸν αραχι καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ καί γε αὐτοῦ
176καὶ εἰσῆλθεν χουσι πρὸς αβεσσαλωμ καὶ εἶπεν αβεσσαλωμ πρὸς αὐτὸν λέγων κατὰ τὸ ῥῆμα τοῦτο ἐλάλησεν αχιτοφελ εἰ ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ εἰ δὲ μή σὺ λάλησον
177καὶ εἶπεν χουσι πρὸς αβεσσαλωμ οὐκ ἀγαθὴ αὕτη ἡ βουλή ἣν ἐβουλεύσατο αχιτοφελ τὸ ἅπαξ τοῦτο
178καὶ εἶπεν χουσι σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ ὅτι δυνατοί εἰσιν σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν
179ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἢ ἐν ἑνὶ τῶν τόπων καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούσῃ ὁ ἀκούων καὶ εἴπῃ ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω αβεσσαλωμ
1710καί γε αὐτὸς υἱὸς δυνάμεως οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος τηκομένη τακήσεται ὅτι οἶδεν πᾶς ισραηλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ' αὐτοῦ
1711ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς ισραηλ ἀπὸ δαν καὶ ἕως βηρσαβεε ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν
1712καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ καὶ παρεμβαλοῦμεν ἐπ' αὐτόν ὡς πίπτει ἡ δρόσος ἐπὶ τὴν γῆν καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν τοῖς μετ' αὐτοῦ καί γε ἕνα
1713καὶ ἐὰν εἰς πόλιν συναχθῇ καὶ λήμψεται πᾶς ισραηλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος
1714καὶ εἶπεν αβεσσαλωμ καὶ πᾶς ἀνὴρ ισραηλ ἀγαθὴ ἡ βουλὴ χουσι τοῦ αραχι ὑπὲρ τὴν βουλὴν αχιτοφελ καὶ κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν αχιτοφελ τὴν ἀγαθήν ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ αβεσσαλωμ τὰ κακὰ πάντα
1715καὶ εἶπεν χουσι ὁ τοῦ αραχι πρὸς σαδωκ καὶ αβιαθαρ τοὺς ἱερεῖς οὕτως καὶ οὕτως συνεβούλευσεν αχιτοφελ τῷ αβεσσαλωμ καὶ τοῖς πρεσβυτέροις ισραηλ καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ
1716καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ δαυιδ λέγοντες μὴ αὐλισθῇς τὴν νύκτα ἐν αραβωθ τῆς ἐρήμου καί γε διαβαίνων σπεῦσον μήποτε καταπίῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτοῦ
1717καὶ ιωναθαν καὶ αχιμαας εἱστήκεισαν ἐν τῇ πηγῇ ρωγηλ καὶ ἐπορεύθη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσιν τῷ βασιλεῖ δαυιδ ὅτι οὐκ ἐδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν
1718καὶ εἶδεν αὐτοὺς παιδάριον καὶ ἀπήγγειλεν τῷ αβεσσαλωμ καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν βαουριμ καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ καὶ κατέβησαν ἐκεῖ
1719καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασεν τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου καὶ ἔψυξεν ἐπ' αὐτῷ αραφωθ καὶ οὐκ ἐγνώσθη ῥῆμα
1720καὶ ἦλθαν οἱ παῖδες αβεσσαλωμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν καὶ εἶπαν ποῦ αχιμαας καὶ ιωναθαν καὶ εἶπεν αὐτοῖς ἡ γυνή παρῆλθαν μικρὸν τοῦ ὕδατος καὶ ἐζήτησαν καὶ οὐχ εὗραν καὶ ἀνέστρεψαν εἰς ιερουσαλημ
1721ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου καὶ ἐπορεύθησαν καὶ ἀνήγγειλαν τῷ βασιλεῖ δαυιδ καὶ εἶπαν πρὸς δαυιδ ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν αχιτοφελ
1722καὶ ἀνέστη δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ καὶ διέβησαν τὸν ιορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωί ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθεν τὸν ιορδάνην
1723καὶ αχιτοφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ καὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ καὶ ἀπήγξατο καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ
1724καὶ δαυιδ διῆλθεν εἰς μαναϊμ καὶ αβεσσαλωμ διέβη τὸν ιορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ ισραηλ μετ' αὐτοῦ
1725καὶ τὸν αμεσσαϊ κατέστησεν αβεσσαλωμ ἀντὶ ιωαβ ἐπὶ τῆς δυνάμεως καὶ αμεσσαϊ υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ ιοθορ ὁ ισραηλίτης οὗτος εἰσῆλθεν πρὸς αβιγαιαν θυγατέρα ναας ἀδελφὴν σαρουιας μητρὸς ιωαβ
1726καὶ παρενέβαλεν πᾶς ισραηλ καὶ αβεσσαλωμ εἰς τὴν γῆν γαλααδ
1727καὶ ἐγένετο ἡνίκα ἦλθεν δαυιδ εἰς μαναϊμ ουεσβι υἱὸς ναας ἐκ ραββαθ υἱῶν αμμων καὶ μαχιρ υἱὸς αμιηλ ἐκ λωδαβαρ καὶ βερζελλι ὁ γαλααδίτης ἐκ ρωγελλιμ
1728ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν
1729καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ σαφφωθ βοῶν καὶ προσήνεγκαν τῷ δαυιδ καὶ τῷ λαῷ τῷ μετ' αὐτοῦ φαγεῖν ὅτι εἶπαν ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ
181καὶ ἐπεσκέψατο δαυιδ τὸν λαὸν τὸν μετ' αὐτοῦ καὶ κατέστησεν ἐπ' αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους
182καὶ ἀπέστειλεν δαυιδ τὸν λαόν τὸ τρίτον ἐν χειρὶ ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ αβεσσα υἱοῦ σαρουιας ἀδελφοῦ ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ εθθι τοῦ γεθθαίου καὶ εἶπεν δαυιδ πρὸς τὸν λαόν ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ' ὑμῶν
183καὶ εἶπαν οὐκ ἐξελεύσῃ ὅτι ἐὰν φυγῇ φύγωμεν οὐ θήσουσιν ἐφ' ἡμᾶς καρδίαν καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν οὐ θήσουσιν ἐφ' ἡμᾶς καρδίαν ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες καὶ νῦν ἀγαθὸν ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν
184καὶ εἶπεν πρὸς αὐτοὺς ὁ βασιλεύς ὃ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν ποιήσω καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας
185καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ιωαβ καὶ τῷ αβεσσα καὶ τῷ εθθι λέγων φείσασθέ μοι τοῦ παιδαρίου τοῦ αβεσσαλωμ καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσιν τοῖς ἄρχουσιν ὑπὲρ αβεσσαλωμ
186καὶ ἐξῆλθεν πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας ισραηλ καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ εφραιμ
187καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς ισραηλ ἐνώπιον τῶν παίδων δαυιδ καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι χιλιάδες ἀνδρῶν
188καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
189καὶ συνήντησεν αβεσσαλωμ ἐνώπιον τῶν παίδων δαυιδ καὶ αβεσσαλωμ ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης καὶ ἐκρεμάσθη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυί καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθεν
1810καὶ εἶδεν ἀνὴρ εἷς καὶ ἀνήγγειλεν ιωαβ καὶ εἶπεν ἰδοὺ ἑώρακα τὸν αβεσσαλωμ κρεμάμενον ἐν τῇ δρυί
1811καὶ εἶπεν ιωαβ τῷ ἀνδρὶ τῷ ἀπαγγέλλοντι καὶ ἰδοὺ ἑόρακας τί ὅτι οὐκ ἐπάταξας αὐτὸν εἰς τὴν γῆν καὶ ἐγὼ ἂν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν
1812εἶπεν δὲ ὁ ἀνὴρ πρὸς ιωαβ καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου οὐ μὴ ἐπιβάλω χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως ὅτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεὺς σοὶ καὶ αβεσσα καὶ τῷ εθθι λέγων φυλάξατέ μοι τὸ παιδάριον τὸν αβεσσαλωμ
1813μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον καὶ πᾶς ὁ λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως καὶ σὺ στήσῃ ἐξ ἐναντίας
1814καὶ εἶπεν ιωαβ τοῦτο ἐγὼ ἄρξομαι οὐχ οὕτως μενῶ ἐνώπιόν σου καὶ ἔλαβεν ιωαβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ αβεσσαλωμ ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυὸς
1815καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη ιωαβ καὶ ἐπάταξαν τὸν αβεσσαλωμ καὶ ἐθανάτωσαν αὐτόν
1816καὶ ἐσάλπισεν ιωαβ ἐν κερατίνῃ καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω ισραηλ ὅτι ἐφείδετο ιωαβ τοῦ λαοῦ
1817καὶ ἔλαβεν τὸν αβεσσαλωμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν καὶ ἐστήλωσεν ἐπ' αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα καὶ πᾶς ισραηλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ
1818καὶ αβεσσαλωμ ἔτι ζῶν καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην ἐν ᾗ ἐλήμφθη καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως ὅτι εἶπεν οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκεν τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ καὶ ἐκάλεσεν τὴν στήλην χεὶρ αβεσσαλωμ ἕως τῆς ἡμέρας ταύτης
1819καὶ αχιμαας υἱὸς σαδωκ εἶπεν δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ ὅτι ἔκρινεν αὐτῷ κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ
1820καὶ εἶπεν αὐτῷ ιωαβ οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ οὗ εἵνεκεν ὁ υἱὸς τοῦ βασιλέως ἀπέθανεν
1821καὶ εἶπεν ιωαβ τῷ χουσι βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες καὶ προσεκύνησεν χουσι τῷ ιωαβ καὶ ἐξῆλθεν
1822καὶ προσέθετο ἔτι αχιμαας υἱὸς σαδωκ καὶ εἶπεν πρὸς ιωαβ καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ χουσι καὶ εἶπεν ιωαβ ἵνα τί τοῦτο τρέχεις υἱέ μου δεῦρο οὐκ ἔστιν σοι εὐαγγελία εἰς ὠφέλειαν πορευομένῳ
1823καὶ εἶπεν τί γὰρ ἐὰν δραμοῦμαι καὶ εἶπεν αὐτῷ ιωαβ δράμε καὶ ἔδραμεν αχιμαας ὁδὸν τὴν τοῦ κεχαρ καὶ ὑπερέβη τὸν χουσι
1824καὶ δαυιδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῆρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ
1825καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ καὶ εἶπεν ὁ βασιλεύς εἰ μόνος ἐστίν εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων
1826καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπεν ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος καὶ εἶπεν ὁ βασιλεύς καί γε οὗτος εὐαγγελιζόμενος
1827καὶ εἶπεν ὁ σκοπός ἐγὼ ὁρῶ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον αχιμαας υἱοῦ σαδωκ καὶ εἶπεν ὁ βασιλεύς ἀνὴρ ἀγαθὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται
1828καὶ ἐβόησεν αχιμαας καὶ εἶπεν πρὸς τὸν βασιλέα εἰρήνη καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ εἶπεν εὐλογητὸς κύριος ὁ θεός σου ὃς ἀπέκλεισεν τοὺς ἄνδρας τοὺς μισοῦντας τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ
1829καὶ εἶπεν ὁ βασιλεύς εἰρήνη τῷ παιδαρίῳ τῷ αβεσσαλωμ καὶ εἶπεν αχιμαας εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως ιωαβ καὶ τὸν δοῦλόν σου καὶ οὐκ ἔγνων τί ἐκεῖ
1830καὶ εἶπεν ὁ βασιλεύς ἐπίστρεψον στηλώθητι ὧδε καὶ ἐπεστράφη καὶ ἔστη
1831καὶ ἰδοὺ ὁ χουσι παρεγένετο καὶ εἶπεν τῷ βασιλεῖ εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς ὅτι ἔκρινέν σοι κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ
1832καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν χουσι εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ αβεσσαλωμ καὶ εἶπεν ὁ χουσι γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες ὅσοι ἐπανέστησαν ἐπ' αὐτὸν εἰς κακά
191καὶ ἐταράχθη ὁ βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσεν καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτόν υἱέ μου αβεσσαλωμ υἱέ μου υἱέ μου αβεσσαλωμ τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ ἐγὼ ἀντὶ σοῦ αβεσσαλωμ υἱέ μου υἱέ μου
192καὶ ἀνηγγέλη τῷ ιωαβ λέγοντες ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ αβεσσαλωμ
193καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων ὅτι λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ
194καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ
195καὶ ὁ βασιλεὺς ἔκρυψεν τὸ πρόσωπον αὐτοῦ καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ λέγων υἱέ μου αβεσσαλωμ αβεσσαλωμ υἱέ μου
196καὶ εἰσῆλθεν ιωαβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπεν κατῄσχυνας σήμερον τὸ πρόσωπον πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου
197τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὔκ εἰσιν οἱ ἄρχοντές σου οὐδὲ παῖδες ὅτι ἔγνωκα σήμερον ὅτι εἰ αβεσσαλωμ ἔζη πάντες ἡμεῖς σήμερον νεκροί ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου
198καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου ὅτι ἐν κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν
199καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν λέγοντες ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως καὶ ισραηλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ
1910καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς ισραηλ λέγοντες ὁ βασιλεὺς δαυιδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν καὶ αὐτὸς ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ ἀπὸ αβεσσαλωμ
1911καὶ αβεσσαλωμ ὃν ἐχρίσαμεν ἐφ' ἡμῶν ἀπέθανεν ἐν τῷ πολέμῳ καὶ νῦν ἵνα τί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα καὶ τὸ ῥῆμα παντὸς ισραηλ ἦλθεν πρὸς τὸν βασιλέα
1912καὶ ὁ βασιλεὺς δαυιδ ἀπέστειλεν πρὸς σαδωκ καὶ πρὸς αβιαθαρ τοὺς ἱερεῖς λέγων λαλήσατε πρὸς τοὺς πρεσβυτέρους ιουδα λέγοντες ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ καὶ λόγος παντὸς ισραηλ ἦλθεν πρὸς τὸν βασιλέα
1913ἀδελφοί μου ὑμεῖς ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς καὶ ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ
1914καὶ τῷ αμεσσαϊ ἐρεῖτε οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ καὶ νῦν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ ιωαβ
1915καὶ ἔκλινεν τὴν καρδίαν παντὸς ἀνδρὸς ιουδα ὡς ἀνδρὸς ἑνός καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες ἐπιστράφητι σὺ καὶ πάντες οἱ δοῦλοί σου
1916καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ ιορδάνου καὶ ἄνδρες ιουδα ἦλθαν εἰς γαλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν ιορδάνην
1917καὶ ἐτάχυνεν σεμεϊ υἱὸς γηρα υἱοῦ τοῦ ιεμενι ἐκ βαουριμ καὶ κατέβη μετὰ ἀνδρὸς ιουδα εἰς ἀπαντὴν τοῦ βασιλέως δαυιδ
1918καὶ χίλιοι ἄνδρες μετ' αὐτοῦ ἐκ τοῦ βενιαμιν καὶ σιβα τὸ παιδάριον τοῦ οἴκου σαουλ καὶ δέκα πέντε υἱοὶ αὐτοῦ μετ' αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ' αὐτοῦ καὶ κατεύθυναν τὸν ιορδάνην ἔμπροσθεν τοῦ βασιλέως
1919καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα καὶ διέβη ἡ διάβασις ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ καὶ σεμεϊ υἱὸς γηρα ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν ιορδάνην
1920καὶ εἶπεν πρὸς τὸν βασιλέα μὴ διαλογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ὁ κύριός μου ὁ βασιλεὺς ἐξεπορεύετο ἐξ ιερουσαλημ τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ
1921ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς οἴκου ιωσηφ τοῦ καταβῆναι εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως
1922καὶ ἀπεκρίθη αβεσσα υἱὸς σαρουιας καὶ εἶπεν μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται σεμεϊ ὅτι κατηράσατο τὸν χριστὸν κυρίου
1923καὶ εἶπεν δαυιδ τί ἐμοὶ καὶ ὑμῖν υἱοὶ σαρουιας ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ ισραηλ ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν ισραηλ
1924καὶ εἶπεν ὁ βασιλεὺς πρὸς σεμεϊ οὐ μὴ ἀποθάνῃς καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς
1925καὶ μεμφιβοσθε υἱὸς ιωναθαν υἱοῦ σαουλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως καὶ οὐκ ἐθεράπευσεν τοὺς πόδας αὐτοῦ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτοῦ καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἔπλυνεν ἀπὸ τῆς ἡμέρας ἧς ἀπῆλθεν ὁ βασιλεύς ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ
1926καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς ιερουσαλημ εἰς ἀπάντησιν τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς τί ὅτι οὐκ ἐπορεύθης μετ' ἐμοῦ μεμφιβοσθε
1927καὶ εἶπεν πρὸς αὐτὸν μεμφιβοσθε κύριέ μου βασιλεῦ ὁ δοῦλός μου παρελογίσατό με ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ' αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως ὅτι χωλὸς ὁ δοῦλός σου
1928καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ θεοῦ καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου
1929ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου ἀλλ' ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου καὶ τί ἐστίν μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα
1930καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἵνα τί λαλεῖς ἔτι τοὺς λόγους σου εἶπον σὺ καὶ σιβα διελεῖσθε τὸν ἀγρόν
1931καὶ εἶπεν μεμφιβοσθε πρὸς τὸν βασιλέα καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ
1932καὶ βερζελλι ὁ γαλααδίτης κατέβη ἐκ ρωγελλιμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν ιορδάνην
1933καὶ βερζελλι ἀνὴρ πρεσβύτερος σφόδρα υἱὸς ὀγδοήκοντα ἐτῶν καὶ αὐτὸς διέθρεψεν τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν μαναϊμ ὅτι ἀνὴρ μέγας ἐστὶν σφόδρα
1934καὶ εἶπεν ὁ βασιλεὺς πρὸς βερζελλι σὺ διαβήσῃ μετ' ἐμοῦ καὶ διαθρέψω τὸ γῆράς σου μετ' ἐμοῦ ἐν ιερουσαλημ
1935καὶ εἶπεν βερζελλι πρὸς τὸν βασιλέα πόσαι ἡμέραι ἐτῶν ζωῆς μου ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς ιερουσαλημ
1936υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ ἢ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι ἢ ἀκούσομαι ἔτι φωνὴν ἀ|δόντων καὶ ἀ|δουσῶν ἵνα τί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα
1937ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν ιορδάνην μετὰ τοῦ βασιλέως καὶ ἵνα τί ἀνταποδίδωσίν μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην
1938καθισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρός μου καὶ τῆς μητρός μου καὶ ἰδοὺ ὁ δοῦλός σου χαμααμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου
1939καὶ εἶπεν ὁ βασιλεύς μετ' ἐμοῦ διαβήτω χαμααμ κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα ὅσα ἐκλέξῃ ἐπ' ἐμοί ποιήσω σοι
1940καὶ διέβη πᾶς ὁ λαὸς τὸν ιορδάνην καὶ ὁ βασιλεὺς διέβη καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν βερζελλι καὶ εὐλόγησεν αὐτόν καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ
1941καὶ διέβη ὁ βασιλεὺς εἰς γαλγαλα καὶ χαμααμ διέβη μετ' αὐτοῦ καὶ πᾶς ὁ λαὸς ιουδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ ισραηλ
1942καὶ ἰδοὺ πᾶς ἀνὴρ ισραηλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπον πρὸς τὸν βασιλέα τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ ιουδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν ιορδάνην καὶ πάντες ἄνδρες δαυιδ μετ' αὐτοῦ
1943καὶ ἀπεκρίθη πᾶς ἀνὴρ ιουδα πρὸς ἄνδρα ισραηλ καὶ εἶπαν διότι ἐγγίζει πρός με ὁ βασιλεύς καὶ ἵνα τί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ἦρεν ἡμῖν
1944καὶ ἀπεκρίθη ἀνὴρ ισραηλ τῷ ἀνδρὶ ιουδα καὶ εἶπεν δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ καὶ πρωτότοκος ἐγὼ ἢ σύ καί γε ἐν τῷ δαυιδ εἰμὶ ὑπὲρ σέ καὶ ἵνα τί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς ιουδα ὑπὲρ τὸν λόγον ἀνδρὸς ισραηλ
201καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος καὶ ὄνομα αὐτῷ σαβεε υἱὸς βοχορι ἀνὴρ ὁ ιεμενι καὶ ἐσάλπισεν ἐν τῇ κερατίνῃ καὶ εἶπεν οὐκ ἔστιν ἡμῖν μερὶς ἐν δαυιδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ ιεσσαι ἀνὴρ εἰς τὰ σκηνώματά σου ισραηλ
202καὶ ἀνέβη πᾶς ἀνὴρ ισραηλ ἀπὸ ὄπισθεν δαυιδ ὀπίσω σαβεε υἱοῦ βοχορι καὶ ἀνὴρ ιουδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ ιορδάνου καὶ ἕως ιερουσαλημ
203καὶ εἰσῆλθεν δαυιδ εἰς τὸν οἶκον αὐτοῦ εἰς ιερουσαλημ καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ ἃς ἀφῆκεν φυλάσσειν τὸν οἶκον καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθεν καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν χῆραι ζῶσαι
204καὶ εἶπεν ὁ βασιλεὺς πρὸς αμεσσαϊ βόησόν μοι τὸν ἄνδρα ιουδα τρεῖς ἡμέρας σὺ δὲ αὐτοῦ στῆθι
205καὶ ἐπορεύθη αμεσσαϊ τοῦ βοῆσαι τὸν ιουδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ οὗ ἐτάξατο αὐτῷ δαυιδ
206καὶ εἶπεν δαυιδ πρὸς αβεσσα νῦν κακοποιήσει ἡμᾶς σαβεε υἱὸς βοχορι ὑπὲρ αβεσσαλωμ καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν
207καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες ιωαβ καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθαν ἐξ ιερουσαλημ διῶξαι ὀπίσω σαβεε υἱοῦ βοχορι
208καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν γαβαων καὶ αμεσσαϊ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν καὶ ιωαβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ' αὐτῷ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς καὶ ἡ μάχαιρα ἐξῆλθεν καὶ ἔπεσεν
209καὶ εἶπεν ιωαβ τῷ αμεσσαϊ εἰ ὑγιαίνεις σύ ἀδελφέ καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ ιωαβ τοῦ πώγωνος αμεσσαϊ τοῦ καταφιλῆσαι αὐτόν
2010καὶ αμεσσαϊ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ ιωαβ καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ ιωαβ εἰς τὴν ψόαν καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ καὶ ἀπέθανεν καὶ ιωαβ καὶ αβεσσα ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω σαβεε υἱοῦ βοχορι
2011καὶ ἀνὴρ ἔστη ἐπ' αὐτὸν τῶν παιδαρίων ιωαβ καὶ εἶπεν τίς ὁ βουλόμενος ιωαβ καὶ τίς τοῦ δαυιδ ὀπίσω ιωαβ
2012καὶ αμεσσαϊ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου καὶ εἶδεν ὁ ἀνὴρ ὅτι εἱστήκει πᾶς ὁ λαός καὶ ἀπέστρεψεν τὸν αμεσσαϊ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ' αὐτὸν ἱμάτιον καθότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ' αὐτὸν ἑστηκότα
2013ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου παρῆλθεν πᾶς ἀνὴρ ισραηλ ὀπίσω ιωαβ τοῦ διῶξαι ὀπίσω σαβεε υἱοῦ βοχορι
2014καὶ διῆλθεν ἐν πάσαις φυλαῖς ισραηλ εἰς αβελ καὶ εἰς βαιθμαχα καὶ πάντες ἐν χαρρι καὶ ἐξεκκλησιάσθησαν καὶ ἦλθον κατόπισθεν αὐτοῦ
2015καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ' αὐτὸν τὴν αβελ καὶ τὴν βαιθμαχα καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν καὶ ἔστη ἐν τῷ προτειχίσματι καὶ πᾶς ὁ λαὸς ὁ μετὰ ιωαβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος
2016καὶ ἐβόησεν γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν ἀκούσατε ἀκούσατε εἴπατε δὴ πρὸς ιωαβ ἔγγισον ἕως ὧδε καὶ λαλήσω πρὸς αὐτόν
2017καὶ προσήγγισεν πρὸς αὐτήν καὶ εἶπεν ἡ γυνή εἰ σὺ εἶ ιωαβ ὁ δὲ εἶπεν ἐγώ εἶπεν δὲ αὐτῷ ἄκουσον τοὺς λόγους τῆς δούλης σου καὶ εἶπεν ιωαβ ἀκούω ἐγώ εἰμι
2018καὶ εἶπεν λέγουσα λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες ἠρωτημένος ἠρωτήθη ἐν τῇ αβελ καὶ ἐν δαν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ ισραηλ ἐρωτῶντες ἐπερωτήσουσιν ἐν αβελ καὶ οὕτως εἰ ἐξέλιπον
2019ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων ισραηλ σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν ισραηλ ἵνα τί καταποντίζεις κληρονομίαν κυρίου
2020καὶ ἀπεκρίθη ιωαβ καὶ εἶπεν ἵλεώς μοι ἵλεώς μοι εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ
2021οὐχ οὗτος ὁ λόγος ὅτι ἀνὴρ ἐξ ὄρους εφραιμ σαβεε υἱὸς βοχορι ὄνομα αὐτοῦ καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα δαυιδ δότε αὐτόν μοι μόνον καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως καὶ εἶπεν ἡ γυνὴ πρὸς ιωαβ ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους
2022καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν σαβεε υἱοῦ βοχορι καὶ ἔβαλεν πρὸς ιωαβ καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ καὶ ιωαβ ἀπέστρεψεν εἰς ιερουσαλημ πρὸς τὸν βασιλέα
2023καὶ ιωαβ πρὸς πάσῃ τῇ δυνάμει ισραηλ καὶ βαναιας υἱὸς ιωδαε ἐπὶ τοῦ χερεθθι καὶ ἐπὶ τοῦ φελεθθι
2024καὶ αδωνιραμ ἐπὶ τοῦ φόρου καὶ ιωσαφατ υἱὸς αχιλουθ ἀναμιμνῄσκων
2025καὶ σουσα γραμματεύς καὶ σαδωκ καὶ αβιαθαρ ἱερεῖς
2026καί γε ιρας ὁ ιαριν ἦν ἱερεὺς τοῦ δαυιδ
211καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις δαυιδ τρία ἔτη ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ καὶ ἐζήτησεν δαυιδ τὸ πρόσωπον τοῦ κυρίου καὶ εἶπεν κύριος ἐπὶ σαουλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία διὰ τὸ αὐτὸν θανάτῳ αἱμάτων περὶ οὗ ἐθανάτωσεν τοὺς γαβαωνίτας
212καὶ ἐκάλεσεν ὁ βασιλεὺς δαυιδ τοὺς γαβαωνίτας καὶ εἶπεν πρὸς αὐτούς καὶ οἱ γαβαωνῖται οὐχ υἱοὶ ισραηλ εἰσίν ὅτι ἀλλ' ἢ ἐκ τοῦ λείμματος τοῦ αμορραίου καὶ οἱ υἱοὶ ισραηλ ὤμοσαν αὐτοῖς καὶ ἐζήτησεν σαουλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς ισραηλ καὶ ιουδα
213καὶ εἶπεν δαυιδ πρὸς τοὺς γαβαωνίτας τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν κυρίου
214καὶ εἶπαν αὐτῷ οἱ γαβαωνῖται οὐκ ἔστιν ἡμῖν ἀργύριον καὶ χρυσίον μετὰ σαουλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν ισραηλ καὶ εἶπεν τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν
215καὶ εἶπαν πρὸς τὸν βασιλέα ὁ ἀνὴρ συνετέλεσεν ἐφ' ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς ὃς παρελογίσατο ἐξολεθρεῦσαι ἡμᾶς ἀφανίσωμεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ ισραηλ
216δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ κυρίῳ ἐν γαβαων σαουλ ἐκλεκτοὺς κυρίου καὶ εἶπεν ὁ βασιλεύς ἐγὼ δώσω
217καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ μεμφιβοσθε υἱὸν ιωναθαν υἱοῦ σαουλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτῶν ἀνὰ μέσον δαυιδ καὶ ἀνὰ μέσον ιωναθαν υἱοῦ σαουλ
218καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς ρεσφα θυγατρὸς αια οὓς ἔτεκεν τῷ σαουλ τὸν ερμωνι καὶ τὸν μεμφιβοσθε καὶ τοὺς πέντε υἱοὺς μιχολ θυγατρὸς σαουλ οὓς ἔτεκεν τῷ εσριηλ υἱῷ βερζελλι τῷ μοουλαθι
219καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν γαβαωνιτῶν καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι κυρίου καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις ἐν ἀρχῇ θερισμοῦ κριθῶν
2110καὶ ἔλαβεν ρεσφα θυγάτηρ αια τὸν σάκκον καὶ ἔπηξεν αὑτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν ἕως ἔσταξεν ἐπ' αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ καὶ οὐκ ἔδωκεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ' αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός
2111καὶ ἀπηγγέλη τῷ δαυιδ ὅσα ἐποίησεν ρεσφα θυγάτηρ αια παλλακὴ σαουλ καὶ ἐξελύθησαν καὶ κατέλαβεν αὐτοὺς δαν υἱὸς ιωα ἐκ τῶν ἀπογόνων τῶν γιγάντων
2112καὶ ἐπορεύθη δαυιδ καὶ ἔλαβεν τὰ ὀστᾶ σαουλ καὶ τὰ ὀστᾶ ιωναθαν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν ιαβις γαλααδ οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας βαιθσαν ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν ἡμέρᾳ ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν σαουλ ἐν γελβουε
2113καὶ ἀνήνεγκεν ἐκεῖθεν τὰ ὀστᾶ σαουλ καὶ τὰ ὀστᾶ ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ συνήγαγεν τὰ ὀστᾶ τῶν ἐξηλιασμένων
2114καὶ ἔθαψαν τὰ ὀστᾶ σαουλ καὶ τὰ ὀστᾶ ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν ἡλιασθέντων ἐν γῇ βενιαμιν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ κις τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς καὶ ἐπήκουσεν ὁ θεὸς τῇ γῇ μετὰ ταῦτα
2115καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ ισραηλ καὶ κατέβη δαυιδ καὶ οἱ παῖδες αὐτοῦ μετ' αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων καὶ ἐξελύθη δαυιδ
2116καὶ ιεσβι ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ ραφα καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκὴ χαλκοῦ καὶ αὐτὸς περιεζωσμένος κορύνην καὶ διενοεῖτο πατάξαι τὸν δαυιδ
2117καὶ ἐβοήθησεν αὐτῷ αβεσσα υἱὸς σαρουιας καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν τότε ὤμοσαν οἱ ἄνδρες δαυιδ λέγοντες οὐκ ἐξελεύσῃ ἔτι μεθ' ἡμῶν εἰς πόλεμον καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον ισραηλ
2118καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν γεθ μετὰ τῶν ἀλλοφύλων τότε ἐπάταξεν σεβοχα ὁ αστατωθι τὸν σεφ τὸν ἐν τοῖς ἐκγόνοις τοῦ ραφα
2119καὶ ἐγένετο ὁ πόλεμος ἐν γοβ μετὰ τῶν ἀλλοφύλων καὶ ἐπάταξεν ελεαναν υἱὸς αριωργιμ ὁ βαιθλεεμίτης τὸν γολιαθ τὸν γεθθαῖον καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων
2120καὶ ἐγένετο ἔτι πόλεμος ἐν γεθ καὶ ἦν ἀνὴρ μαδων καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ εἴκοσι τέσσαρες ἀριθμῷ καί γε αὐτὸς ἐτέχθη τῷ ραφα
2121καὶ ὠνείδισεν τὸν ισραηλ καὶ ἐπάταξεν αὐτὸν ιωναθαν υἱὸς σεμεϊ ἀδελφοῦ δαυιδ
2122οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν γεθ τῷ ραφα οἶκος καὶ ἔπεσαν ἐν χειρὶ δαυιδ καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ
221καὶ ἐλάλησεν δαυιδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ᾗ ἡμέρᾳ ἐξείλατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς σαουλ
222καὶ εἶπεν κύριε πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί
223ὁ θεός μου φύλαξ ἔσται μου πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου ἀντιλήμπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου ἐξ ἀδίκου σώσεις με
224αἰνετὸν ἐπικαλέσομαι κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι
225ὅτι περιέσχον με συντριμμοὶ θανάτου χείμαρροι ἀνομίας ἐθάμβησάν με
226ὠδῖνες θανάτου ἐκύκλωσάν με προέφθασάν με σκληρότητες θανάτου
227ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι κύριον καὶ πρὸς τὸν θεόν μου βοήσομαι καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ
228καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν καὶ ἐσπαράχθησαν ὅτι ἐθυμώθη κύριος αὐτοῖς
229ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται ἄνθρακες ἐξεκαύθησαν ἀπ' αὐτοῦ
2210καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ
2211καὶ ἐπεκάθισεν ἐπὶ χερουβιν καὶ ἐπετάσθη καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου
2212καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων ἐπάχυνεν ἐν νεφέλαις ἀέρος
2213ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός
2214ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ
2215καὶ ἀπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτούς ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς
2216καὶ ὤφθησαν ἀφέσεις θαλάσσης καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει κυρίου ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ
2217ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με εἵλκυσέν με ἐξ ὑδάτων πολλῶν
2218ἐρρύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος ἐκ τῶν μισούντων με ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ
2219προέφθασάν με ἐν ἡμέρᾳ θλίψεώς μου καὶ ἐγένετο κύριος ἐπιστήριγμά μου
2220καὶ ἐξήγαγέν με εἰς πλατυσμὸν καὶ ἐξείλατό με ὅτι εὐδόκησεν ἐν ἐμοί
2221καὶ ἀνταπέδωκέν μοι κύριος κατὰ τὴν δικαιοσύνην μου κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέν μοι
2222ὅτι ἐφύλαξα ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου
2223ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστην ἀπ' αὐτῶν
2224καὶ ἔσομαι ἄμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου
2225καὶ ἀποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ
2226μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ
2227καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ
2228καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις
2229ὅτι σὺ ὁ λύχνος μου κύριε καὶ κύριος ἐκλάμψει μοι τὸ σκότος μου
2230ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος
2231ὁ ἰσχυρός ἄμωμος ἡ ὁδὸς αὐτοῦ τὸ ῥῆμα κυρίου κραταιόν πεπυρωμένον ὑπερασπιστής ἐστιν πᾶσιν τοῖς πεποιθόσιν ἐπ' αὐτῷ
2232τίς ἰσχυρὸς πλὴν κυρίου καὶ τίς κτίστης ἔσται πλὴν τοῦ θεοῦ ἡμῶν
2233ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου
2234τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με
2235διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου
2236καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου καὶ ἡ ὑπακοή σου ἐπλήθυνέν με
2237εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου
2238διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτοὺς καὶ οὐκ ἀναστρέψω ἕως συντελέσω αὐτούς
2239καὶ θλάσω αὐτούς καὶ οὐκ ἀναστήσονται καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου
2240καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου
2241καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον τοὺς μισοῦντάς με καὶ ἐθανάτωσας αὐτούς
2242βοήσονται καὶ οὐκ ἔστιν βοηθός πρὸς κύριον καὶ οὐχ ὑπήκουσεν αὐτῶν
2243καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς
2244καὶ ῥύσῃ με ἐκ μάχης λαῶν φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν λαός ὃν οὐκ ἔγνων ἐδούλευσάν μοι
2245υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου
2246υἱοὶ ἀλλότριοι ἀπορριφήσονται καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν
2247ζῇ κύριος καὶ εὐλογητὸς ὁ φύλαξ μου καὶ ὑψωθήσεται ὁ θεός μου ὁ φύλαξ τῆς σωτηρίας μου
2248ἰσχυρὸς κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί παιδεύων λαοὺς ὑποκάτω μου
2249καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με ἐξ ἀνδρὸς ἀδικημάτων ῥύσῃ με
2250διὰ τοῦτο ἐξομολογήσομαί σοι κύριε ἐν τοῖς ἔθνεσιν καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ
2251μεγαλύνων σωτηρίας βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ τῷ δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος
231καὶ οὗτοι οἱ λόγοι δαυιδ οἱ ἔσχατοι πιστὸς δαυιδ υἱὸς ιεσσαι καὶ πιστὸς ἀνήρ ὃν ἀνέστησεν κύριος ἐπὶ χριστὸν θεοῦ ιακωβ καὶ εὐπρεπεῖς ψαλμοὶ ισραηλ
232πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοί καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου
233λέγει ὁ θεὸς ισραηλ ἐμοὶ ἐλάλησεν φύλαξ ισραηλ παραβολὴν εἰπόν ἐν ἀνθρώπῳ πῶς κραταιώσητε φόβον θεοῦ
234καὶ ἐν θεῷ φωτὶ πρωίας ἀνατείλαι ἥλιος τὸ πρωὶ οὐ παρῆλθεν ἐκ φέγγους καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς
235οὐ γὰρ οὕτως ὁ οἶκός μου μετὰ ἰσχυροῦ διαθήκην γὰρ αἰώνιον ἔθετό μοι ἑτοίμην ἐν παντὶ καιρῷ πεφυλαγμένην ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος
236ὥσπερ ἄκανθα ἐξωσμένη πάντες αὐτοί ὅτι οὐ χειρὶ λημφθήσονται
237καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνῃ αὐτῶν
238ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν δαυιδ ιεβοσθε ὁ χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν αδινων ὁ ασωναῖος οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους τραυματίας εἰς ἅπαξ
239καὶ μετ' αὐτὸν ελεαζαρ υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς σουσίτου ἐν τοῖς τρισὶν δυνατοῖς οὗτος ἦν μετὰ δαυιδ ἐν σερραν καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον καὶ ἀνέβησαν ἀνὴρ ισραηλ
2310αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν
2311καὶ μετ' αὐτὸν σαμαια υἱὸς ασα ὁ αρουχαῖος καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς θηρία καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων
2312καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην
2313καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθον εἰς κασων πρὸς δαυιδ εἰς τὸ σπήλαιον οδολλαμ καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι ραφαϊμ
2314καὶ δαυιδ τότε ἐν τῇ περιοχῇ καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν βαιθλεεμ
2315καὶ ἐπεθύμησεν δαυιδ καὶ εἶπεν τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ τὸ δὲ σύστημα τῶν ἀλλοφύλων τότε ἐν βαιθλεεμ
2316καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς δαυιδ καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ
2317καὶ εἶπεν ἵλεώς μοι κύριε τοῦ ποιῆσαι τοῦτο εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί
2318καὶ αβεσσα ἀδελφὸς ιωαβ υἱὸς σαρουιας αὐτὸς ἄρχων ἐν τοῖς τρισίν καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν
2319ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἦλθεν
2320καὶ βαναιας υἱὸς ιωδαε ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ καβεσεηλ καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς αριηλ τοῦ μωαβ καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος
2321αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν αἰγύπτιον ἄνδρα ὁρατόν ἐν δὲ τῇ χειρὶ τοῦ αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδῳ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ
2322ταῦτα ἐποίησεν βαναιας υἱὸς ιωδαε καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς
2323ἐκ τῶν τριῶν ἔνδοξος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν καὶ ἔταξεν αὐτὸν δαυιδ εἰς τὰς ἀκοὰς αὐτοῦ
2324καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν δαυιδ βασιλέως ασαηλ ἀδελφὸς ιωαβ οὗτος ἐν τοῖς τριάκοντα ελεαναν υἱὸς δουδι πατραδέλφου αὐτοῦ ἐν βαιθλεεμ
2325σαμαι ὁ αρουδαῖος ελικα ὁ αρωδαῖος
2326ελλης ὁ φελωθι ιρας υἱὸς εκκας ὁ θεκωίτης
2327αβιεζερ ὁ αναθωθίτης ἐκ τῶν υἱῶν τοῦ ασωθίτου
2328σελμων ὁ αωίτης μοορε ὁ νετωφαθίτης
2329ελα υἱὸς βαανα ὁ νετωφαθίτης εθθι υἱὸς ριβα ἐκ γαβαεθ υἱὸς βενιαμιν
2330βαναιας ὁ φαραθωνίτης ουρι ἐκ ναχαλιγαιας
2331αβιηλ υἱὸς τοῦ αραβωθίτου αζμωθ ὁ βαρσαμίτης
2332ελιασου ὁ σαλαβωνίτης υἱοὶ ιασαν ιωναθαν
2333σαμμα ὁ αρωδίτης αχιαν υἱὸς σαραδ ὁ αραουρίτης
2334αλιφαλεθ υἱὸς τοῦ ασβίτου υἱὸς τοῦ μααχατι ελιαβ υἱὸς αχιτοφελ τοῦ γελωνίτου
2335ασαραι ὁ καρμήλιος φαραϊ ὁ ερχι
2336ιγααλ υἱὸς ναθαν ἀπὸ δυνάμεως υἱὸς γαδδι
2337ελιε ὁ αμμανίτης γελωραι ὁ βηρωθαῖος αἴρων τὰ σκεύη ιωαβ υἱοῦ σαρουιας
2338ιρας ὁ ιεθιραῖος γαρηβ ὁ ιεθιραῖος
2339ουριας ὁ χετταῖος πάντες τριάκοντα καὶ ἑπτά
241καὶ προσέθετο ὀργὴ κυρίου ἐκκαῆναι ἐν ισραηλ καὶ ἐπέσεισεν τὸν δαυιδ ἐν αὐτοῖς λέγων βάδιζε ἀρίθμησον τὸν ισραηλ καὶ τὸν ιουδα
242καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ιωαβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ' αὐτοῦ δίελθε δὴ πάσας φυλὰς ισραηλ ἀπὸ δαν καὶ ἕως βηρσαβεε καὶ ἐπίσκεψαι τὸν λαόν καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ
243καὶ εἶπεν ιωαβ πρὸς τὸν βασιλέα καὶ προσθείη κύριος ὁ θεός σου πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τῷ λόγῳ τούτῳ
244καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς ιωαβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ ἐξῆλθεν ιωαβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν ισραηλ
245καὶ διέβησαν τὸν ιορδάνην καὶ παρενέβαλον ἐν αροηρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος γαδ καὶ ελιεζερ
246καὶ ἦλθον εἰς τὴν γαλααδ καὶ εἰς γῆν θαβασων ἥ ἐστιν αδασαι καὶ παρεγένοντο εἰς δανιδαν καὶ ουδαν καὶ ἐκύκλωσαν εἰς σιδῶνα
247καὶ ἦλθαν εἰς μαψαρ τύρου καὶ πάσας τὰς πόλεις τοῦ ευαίου καὶ τοῦ χαναναίου καὶ ἦλθαν κατὰ νότον ιουδα εἰς βηρσαβεε
248καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσι ἡμερῶν εἰς ιερουσαλημ
249καὶ ἔδωκεν ιωαβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα καὶ ἐγένετο ισραηλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν καὶ ἀνὴρ ιουδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν
2410καὶ ἐπάταξεν καρδία δαυιδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν καὶ εἶπεν δαυιδ πρὸς κύριον ἥμαρτον σφόδρα ὃ ἐποίησα νῦν κύριε παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου ὅτι ἐμωράνθην σφόδρα
2411καὶ ἀνέστη δαυιδ τὸ πρωί καὶ λόγος κυρίου ἐγένετο πρὸς γαδ τὸν προφήτην τὸν ὁρῶντα δαυιδ λέγων
2412πορεύθητι καὶ λάλησον πρὸς δαυιδ λέγων τάδε λέγει κύριος τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι
2413καὶ εἰσῆλθεν γαδ πρὸς δαυιδ καὶ ἀνήγγειλεν αὐτῷ καὶ εἶπεν αὐτῷ ἔκλεξαι σεαυτῷ γενέσθαι εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ῥῆμα
2414καὶ εἶπεν δαυιδ πρὸς γαδ στενά μοι πάντοθεν σφόδρα ἐστίν ἐμπεσοῦμαι δὴ ἐν χειρὶ κυρίου ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω καὶ ἐξελέξατο ἑαυτῷ δαυιδ τὸν θάνατον
2415καὶ ἡμέραι θερισμοῦ πυρῶν καὶ ἔδωκεν κύριος ἐν ισραηλ θάνατον ἀπὸ πρωίθεν ἕως ὥρας ἀρίστου καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ δαν καὶ ἕως βηρσαβεε ἑβδομήκοντα χιλιάδες ἀνδρῶν
2416καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς ιερουσαλημ τοῦ διαφθεῖραι αὐτήν καὶ παρεκλήθη κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ πολὺ νῦν ἄνες τὴν χεῖρά σου καὶ ὁ ἄγγελος κυρίου ἦν παρὰ τῷ ἅλῳ ορνα τοῦ ιεβουσαίου
2417καὶ εἶπεν δαυιδ πρὸς κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου
2418καὶ ἦλθεν γαδ πρὸς δαυιδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ ἀνάβηθι καὶ στῆσον τῷ κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι ορνα τοῦ ιεβουσαίου
2419καὶ ἀνέβη δαυιδ κατὰ τὸν λόγον γαδ καθ' ὃν τρόπον ἐνετείλατο αὐτῷ κύριος
2420καὶ διέκυψεν ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ καὶ ἐξῆλθεν ορνα καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν
2421καὶ εἶπεν ορνα τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ καὶ εἶπεν δαυιδ κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ κυρίῳ καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ
2422καὶ εἶπεν ορνα πρὸς δαυιδ λαβέτω καὶ ἀνενεγκέτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα
2423τὰ πάντα ἔδωκεν ορνα τῷ βασιλεῖ καὶ εἶπεν ορνα πρὸς τὸν βασιλέα κύριος ὁ θεός σου εὐλογήσαι σε
2424καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ορνα οὐχί ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι καὶ οὐκ ἀνοίσω τῷ κυρίῳ θεῷ μου ὁλοκαύτωμα δωρεάν καὶ ἐκτήσατο δαυιδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα
2425καὶ ᾠκοδόμησεν ἐκεῖ δαυιδ θυσιαστήριον κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς καὶ προσέθηκεν σαλωμων ἐπὶ τὸ θυσιαστήριον ἐπ' ἐσχάτῳ ὅτι μικρὸν ἦν ἐν πρώτοις καὶ ἐπήκουσεν κύριος τῇ γῇ καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν ισραηλ